391
φονεύω. φαίνω δὲ, τὸ λάμπω καὶ δεικνύω, δίφθογγον. Φενακίζειν. τὸ ἀπατᾷν. οπερ οἱ ἀρχαῖοι φηνίζειν ελεγον. πεποίηται τὸ ονομα κατ' ἐναλλαγὴν γράμματος, παρὰ τὴν πηνίκην. ἡ δέ ἐστι περίθετος κόμη διαπατῶσα τοὺς πολλούς. η παρὰ τὸ φηλοῦν πεποίηται οπέρ ἐστι τὸ ἀπατᾷν. καὶ φήληκας δὲ φαμὲν τὰ διαπατῶντα τὰς οψεις σῦκα, ὡς ειη πέπειρα. Φειδαλφιτῶ. τὸ τῶν ἀλεύρων φείδομαι. Φέρβειν. τρέφειν. Φέροντασ. ἀντὶ τοῦ λαμβάνοντας. ουτως ̓Αριστοφάνης. ( ̓Επίῤῥημα.) Φεῦ. σχετλιαστικὸν ἐπίῤῥημα. Φειδωμένωσ. φειδωλῶς· σκνιφῶς. Τὸ Φ μετὰ τοῦ Η. ( ̓Αρσενικόν.) Φηγεύσ. κύριον. Φήγινοσ. δρύϊνος. phi.1804 Φηγόσ. ἡ δρῦς. η πεύκη. Φήληκασ. τὰ διαπατῶντα τὰς οψεις σῦκα, ὡς ειη πέπειρα. ἀπὸ τοῦ φηλῶ, τὸ ἀπατῶ. καὶ φήληξ, ὁ ἀπατεὼν, καὶ φηλήτης. Φηνέασ. κύριον. †Φῆνοσ. ονομα ποταμοῦ. τὸ δὲ ἐπίθετον ὀ. .. δηλῶν δὲ τὸν λαμπρὸν, ἀπὸ τοῦ φανὶς γέγονε.† Φῆστος· Φήσινοσ. ὀνόματα κύρια. (Θηλυκόν.) Φηδήλα. πόλις. Φηνόη. κύριον. Φήνη. ζῶον πετόμενον. Φήμη. λόγος, ἀγγελία. Φηρά. πόλις. καὶ Φηρή. καὶ Φηρωνία. καὶ Φηρήτης, τοπικόν. †Φηρίσ. ἡ τροφὴ θεῶν.† (Οὐδέτερον.) Φήγιον. τόπος. Φήνειον. ορος. ( ̔Ρῆμα.) Φημί. τὸ λέγω. ἀπὸ τοῦ φῶ, τὸ λέγω. Φῇναι. δεῖξαι. φῆναι ἀντὶ τοῦ εἰπεῖν. η δεύτερος ἀόριστός ἐστιν, ὡς εστιν στῆναι, η πρῶτος, ὡς εφαν, φάναι καὶ ἰωνικῶς φῆναι, ὡς τὸ μιάναι, μιῆναι. phi.1805 Φηλῆσαι. ἀπατῆσαι. καὶ φηλῶ. Φῆσ. ̓Αρίσταρχος περισπᾷ, ιν' ῃ ἐκ τοῦ εφης. διὸ καὶ χωρὶς τοῦ ˉι γράφεται. σημαίνει δὲ τὸ λέγεις. φῇς σὺν τῷ ι. φημί. φῇς εχει τὸ ˉι καθ' ἱστορίαν ηγουν κατὰ παράδοσιν. τότε γὰρ τῇ ἱστορίᾳ χρώμεθα, ἡνίκα τὶ κατὰ παράδοσιν γράφεται. ωσπερ τὸ, Σκείρων. ̓Αρίσταρχος δὲ τὸ φῆς περισπᾷ καὶ τὸ ˉι οὐ γράφει· λέγει γὰρ, ἐὰν ειχε τὸ ι, ἐνεστὼς ωφειλεν ειναι. Φῇσιν. ἡνίκα προπερισπᾶται, εχει τὸ ι. εστι δὲ, ἐὰν φῶ, ἐὰν φῇς, ἐὰν φῇ, καὶ ἐπ' ἐκτάσει τῆς ˉσˉι συλλαβῆς, ἐὰν φῇσι, καὶ φυλάττει τὸ ˉι. πρόσκειται ἡνίκα προπερισπᾶται. ἡνίκα δὲ ὀξύνεται, οὐκ εχει τὸ ι, οιον φησίν. φῇσιν ἐλεύσεσθαι. Φήσειν. ἀντὶ τοῦ εἰπεῖν. καὶ φῆσαι. Τὸ Φ μετὰ τοῦ Θ. ( ̓Αρσενικόν.) Φθεῦϊσ. κύριον. Φθεῖρα. ἀπὸ τοῦ φθείρω γέγονε φθεὶρ, ὁ ἀπὸ φθορᾶς σωματικῆς γινόμενος. Φθῖοσ. κύριον. Φθισήνωρ. κύριον. εστι δὲ καὶ ὁ τοὺς ανδρας ἀναιρῶν καὶ διαφθείρων. Φθισικόσ. φθόϊς. κύρια. Φθόνοσ. πάθος λύπης ἐπὶ τῇ τοῦ πέλας εὐphi.1806 πραγίᾳ. παρὰ τὸ φθάνειν. ουτως Ωρος ὁ Μιλήσιος. εἰ δὲ βάσκανος, παρὰ τὸ τοῖς φάεσι καίνειν. ἐγὼ δὲ παρὰ τὸ φόνος, πλεονασμῷ τοῦ θ. Φθογγήεισ. παρὰ τὸ φθογγὴ, τὸ δὲ φθογγὴ παρὰ τὸ φθέγγω. τὸ ˉο μικρὸν διατί; τὰ εχοντα τὸ ˉε ἐγκείμενον, ἐν τοῖς ῥήμασιν, εχουσιν τὸ ˉο ἀντιπαρακείμενον. (Θηλυκόν.) Φθίσισ. ἡ φθορὰ, η νόσος τις. Φθία. πόλις. οἱ πολῖται Φθιῶται καὶ Φθῖοι. Φθινάσ. νόσος. Φθινοπωρίσ. ἡ κολυμβιὰς ἐλαία. Φθισίμβροτον. διαφθείρουσαν τὸν ανδρα. φθίω, φθίσω, φθισίμβροτον. Φθόη. ἡ νῦν φθίσις λεγομένη. η ονομα πάθους ἐξ αιματος ἀγωγῆς. Φθοῖσ. ειδος πλακοῦντος. τὸ πληθυντικὸν τὰς φθοῖς. †Φθορά. ἐστι κίνησις ἐκ τοῦ οντος εἰς τὸ μὴ ειναι.† Φθορά. ἡ διάζευξις τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. διαφθορὰ, οταν αλλη οὐσία δι' ἑτέρας ἀφανίζεται, ωσπερ τὸ σῶμα ἀπὸ τῶν σκωλήκων. καταφθορὰ, ἡ παντελὴς ἀπώλεια. ειρηται μὲν ἡ φθορὰ κατὰ δύο τρόπους ἐν τῇ γραφῇ· τουτέστι σωματικῶς καὶ ψυχικῶς. ὡς οταν λέγῃ· καὶ ειδε κύριος ὁ θεὸς τὴν γῆν, καὶ ην κατεφθαρμένη τῇ ἁμαρτίᾳ. καὶ πάλιν περὶ ἀνphi.1807 θρώπων, οτι διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. λοιπὸν ἡνίκα ἀκούσῃς διδασκάλου λέγοντος, αφθαρτον τὸ σῶμα τοῦ Χριστοῦ πρὸ τοῦ σταυροῦ ὑπάρχειν, νόμισον, οτι κατὰ φθορὰν τῆς ἁμαρτίας λέγει αὐτὸ αφθαρτον ητοι ἀμίαντον, καὶ οὐ κατὰ λεπτότητα τινὰ καὶ ἀλλοτριότητα τῶν ἡμετέρων σωμάτων. αφθαρτον γὰρ κυρίως ἐστὶ τὸ ἀπαθὲς καὶ αϋλον καὶ ἀψηλάφητον. αφθαρτον ἐστὶ τὸ ὑφ' ἑτέρας οὐσίας βλαβῆναι μὴ δυνάμενον. αφθαρτον ἐστὶ τὸ κατὰ πάντα αῤῥευστον καὶ ἀνενδεὲς καὶ ατρωτον. τὸ δὲ πανάγιον σῶμα τοῦ Χριστοῦ καὶ πέπονθε καὶ ἐτρώθη τοῖς ηλοις καὶ τῇ λόγχῃ, καὶ αιμα καὶ υδωρ ἐξήγαγε, καὶ ἐκ ζωῆς νεκρὸν γέγονε. φθαρτὸν δέ ἐστι