392
Βυζάντιον ἀποδράς· ἐρωτώμενος δὲ τὴν αἰτίαν, δι' ἣν οὐ τελέσειε τὰ ὑπεσχημένα, ἀεὶ μὲν ἔφασκεν ἐπιχειρεῖν, καιροῦ δὲ οὐδέποτε τετυχηκέναι, φυλαττομένου βασιλέως, ὥσπερ ἂν εἰ συνῄδει αὐτῷ τοὺς λογισμοὺς, καὶ δεδοικέναι μὴ κατάφωρος γενόμενος ἀπόληται. 2.563 ἐδέχθη μέντοι παρὰ βασιλίδος μάλιστα ἡδέως καὶ τῶν κατὰ Θρᾴκην πόλεων, αἳ Βατάτζῃ συναπέστησαν, ἄρχων ἀπεδείχθη. μετὰ μικρὸν δὲ φωραθεὶς καὶ Παρασπόνδυλος ἐπιβουλεύων βασιλεῖ, ἀπεδίδρασκε πρὸς βασιλίδα, καὶ οἱ τὰ βασιλέως ἔνδον πράσσοντες, μηνυθείσης τῆς ἐπιβουλῆς, δείσαντες καὶ αὐτοὶ ἀπεδίδρασκον πρὸς βασιλέα. βασιλεὺς δὲ ἐπεὶ ἥ τε ἔνδον πεφώρατο ἐργασία, καὶ ἐκτὸς οὐδὲν ἦν, ὅ, τι λυπήσει Βυζαντίους, ἀνεζεύγνυεν εἰς Σηλυμβρίαν. ἐκεῖσε δὲ παρασκευασάμενος καὶ στρατιώτας τριακοσίους ἔχων ἐπιλέκτους, νυκτὸς ἀφῖκτο πρὸς Ἱερὸν, τὴν κατὰ τὸ στόμα τοῦ Πόντου κειμένην πόλιν, ἐπαγόμενος καὶ κλίμακας. τῶν ἔνδον μέντοι οὐδεὶς συνέπραττεν αὐτοῖς, ἀλλὰ καθ' ἑαυτοὺς ἐπεχείρουν τὴν ἅλωσιν τῆς πόλεως. λαθόντες δὲ τοὺς ἔνδον, τάς τε κλίμακας προσήρειδον τοῖς τείχεσι καὶ αὐτῶν ἀνέβαινον οὐκ ὀλίγοι. ἐπεὶ δὲ ἔνδον ἦσαν, τὴν νίκην διέφθειραν ὑπ' ἀβουλίας. οὔτε γὰρ ἐφίσταντο τοῖς τείχεσιν, ἄδειαν παρεχόμενοι καὶ τοῖς ἄλλοις ἀναβαίνειν, οὔτ' ἐπεὶ κατέβαινον ἔνδον ἀπὸ τῶν τειχῶν, διανοιγνύναι τὰς πύλας καὶ τοῖς ἄλλοις στρατιώταις ἔθεντο διὰ σπουδῆς, ἀλλὰ πάντων τῶν δεόντων ἀμελήσαντες ἐτρέποντο ἐφ' ἁρπαγὰς, οἰόμενοι βεβαίως ἤδη τὴν πόλιν ἔχειν. οἱ ἔνδον δὲ, ἐπεὶ ᾐσθάνοντο τοὺς πορθοῦντας ὀλίγους ὄντας, ἠμύνοντο ἀναθαρσήσαντες καὶ ἀναβάντες ἐπὶ τῶν τειχῶν, τάς τε κλίμακας ἀπεσκευάζοντο συνθλῶντες, πλείους τε ὀλίγοις ἐπιόντες καὶ ἐγχώριοι πρὸς 2.564 ξένους, κατέστησαν ἐν χρῷ κινδύνου. ὅμως οἱ βασιλέως εὐρώστως ἀμυνόμενοι, ἐβιάσαντό τε τοὺς Ἱερείους πρὸς τὴν ἄνοδον καὶ διεξέπιπτον ἀπὸ τῶν τειχῶν, ᾗ ἕκαστος συντύχοι διακινδυνεύοντες, καὶ ἡ πόλις μὲν τοῦτον τὸν τρόπον διεσώθη· τῶν βασιλικῶν δὲ εἷς μὲν ἔνδον ἔπεσε μαχόμενος, ἕτερος δὲ τοῖς ἄλλοις συνεκπεσὼν, τὸ σκέλος ἐτελεύτησε συνθλάσας· οἱ δ' ἄλλοι πάντες διεσώθησαν. βασιλεὺς δὲ, ἐπεὶ διέφυγεν ἡ πόλις, οὕτως ἐγγὺς ἁλῶναι γενομένη, ἐκεῖθεν ἀναστρέψας ἐπανῆκεν εἰς Ἀδριανούπολιν. βʹ. Ἐδόκει δὲ ἤδη καὶ τὸν τῶν βασιλέων τρόπον στέφεσθαι, ἐπεὶ καὶ πατριάρχης ὁ τῶν Ἱεροσολύμων παρῆν αὐτῷ καὶ τῶν ἀρχιερέων ἄλλοι οὐκ ὀλίγοι. καὶ χρυσοχόοις ἐπιτρέψας στέμματα κατασκευάζειν, καὶ τἄλλα ὅσα ἐπιτήδεια πρὸς τὴν τελετὴν, ἐπεὶ πάντα ἦσαν ἤδη παρεσκευασμένα, ἐστέφετο ὑπὸ Λαζάρου τοῦ τῶν Ἱεροσολύμων πατριάρχου κατὰ μῆνα Μάϊον, ἡνίκα καὶ Κωνσταντίνου τοῦ μεγάλου καὶ Ἑλένης τῆς μητρὸς τῶν ἰσαποστόλων βασιλέων ἡ μνήμη γίνεται. ἔστεφε δὲ καὶ αὐτὸς κατὰ τὸ ἔθος Εἰρήνην βασιλίδα τὴν γαμετὴν, καὶ πάντα ὅσα εἴωθεν ἐτελεῖτο ὅσον μάλιστα ἐξῆν. ἀπόδεσμοί τε γὰρ ἐῤῥίπτοντο ἀργύρου καὶ χρυσοῦ, καὶ πότοι καὶ φιλοτησίαι ἐπὶ πλείστας ἡμέρας ἐτελοῦντο. ὄντων δ' ἐκεῖ διὰ τὴν ἑορτὴν συνειλεγμένων τῶν ἀρχιερέων καὶ λόγου περὶ πατριάρχου τοῦ Ἰωάννου γεγενημένου, εἰ χρὴ αὐτῷ κατὰ τὴν ἱερωσύνην εἶναι κοινωνοὺς τοι 2.565 αῦτα τολμῶντι, ἐπεὶ καὶ παρὰ τῶν ἐν Βυζαντίῳ ἀρχιερέων, οἳ ἐν ταῖς οἰκίαις ἀπρόϊτοι διῆγον, ἐπετρέποντο πρότερον ἀποσχέσθαι τῆς ἐκείνου κοινωνίας· ἐπεὶ ἐδόκει πᾶσι καλῶς ἔχειν ἀφίστασθαι ἐκείνου καὶ ἐπεψηφίζετο καὶ ὁ βασιλεὺς, τῶν ἱερῶν ἁπάντων ἐξῆγον τὴν ἐκείνου μνήμην, καὶ πᾶσιν ἀπείρητο ἐκεῖνον ἡγεῖσθαι πατριάρχην, καὶ ἐκ τῶν βασιλείων ὁμοίως ἡ ἐκείνου μνήμη ἐξεβάλλετο. μετὰ τοῦτο δὲ οἱ ἐν τέλει πάντες καὶ τῆς στρατιᾶς οἱ ἡγεμόνες, ἅμα δὲ καὶ ἡ στρατιὰ, προσελθόντες βασιλεῖ, ἐδέοντο καὶ Ματθαῖον τὸν υἱὸν ἀποδεικνύναι βασιλέα, ἵν' εἴτι περὶ αὐτὸν συμβαίη, καὶ τρόπῳ δή τινι ἐξ ἀνθρώπων γένοιτο, βασιλεύοιντο ὑπ' αὐτοῦ· τοῖς γὰρ πολεμίοις οὐ θαῤῥεῖν, ἐξαρχῆς τε πρὸς αὐτοὺς δυσμένειαν οὐ τὴν τυχοῦσαν ἐπιδεδειγμένοις, καὶ μέχρι νῦν τὴν ἴσην γνώμην διατηροῦσι. βασιλεὺς δὲ αὐτοῖς τῆς μὲν εὐνοίας ἕνεκα τῆς εἰς αὐτὸν χάριν ὡμολόγει,