392
αὐτῶν, καὶ οσα τισὶν ἐδεδώρηντο ἐφύλαξε, μηδένα μηδὲν ἀφελόμενος· καὶ ουτε τὰ ἐκ τῶν συντελειῶν ἐποφληθέντα ἀπῄτησεν ουτε οὐσίαν τινὸς ἐδήμευσεν, ὀλίγους μὲν πάνυ τῶν τὰ Οθωνος πραξάντων ἀποκτείνας, μηδὲ τὰς ἐκείνων μέντοι οὐσίας τοὺς προσήκοντας σφῶν ἀποστερήσας. καὶ τοῖς οἰκείοις δὲ τῶν πρότερόν ποτε θανατωθέντων ἐδωρήσατο πάντα οσα ετι ἐν τῷ δημοσίῳ ευρηντο. ἀλλ' οὐδὲ τὰς διαθήκας τῶν ἀντιπολεμησάντων αὐτῷ καὶ ἐν ταῖς μάχαις πεσόντων ᾐτιάσατο. ἀπηγόρευσε δὲ καὶ τοῖς βουλευταῖς καὶ τοῖς ἱππεῦσι μονομαχεῖν η ἐν ὀρχήστρᾳ θέαν τινὰ παρέχειν. καὶ διὰ ταῦτα ἐπῃνεῖτο. ̓Επὶ τούτοις ἠγγέλθη αὐτῷ ἡ ἐν ̓Ιουδαίᾳ κατ' αὐτοῦ ἐπανάστασις. καὶ δεινῶς κατέδεισε δι' αὐτήν, αλλων τε συμβάντων σημείων καὶ τῆς σελήνης παρὰ τὸ καθεστηκὸς δὶς ἐκλελοιπέναι δοξάσης· καὶ γὰρ τεταρταία καὶ ἑβδομαία ἐσκιάσθη. ἡλίους τε δύο αμα τότε ειδον εκ τε τῶν ἀνατολῶν καὶ ἐκ τῶν δυσμῶν, τὸν μὲν ἀσθενῆ καὶ ὠχρόν, τὸν δ' ἐξ ἀνατολῶν ἰσχυρόν. 3.49 ̓Επράχθη δὲ τὰ τῆς ἐπαναστάσεως ωδε. Οὐεσπασιανὸς ἐν ̓Ιουδαίᾳ διατρίβων, ὡς γὰρ ηδη ἱστόρηται, παρὰ Νέρωνος ην ἐκεῖσε σταλεὶς διὰ τὴν τῶν ̓Ιουδαίων ἀποστασίαν, τῷ μὲν Γάλβᾳ αὐταρχήσαντι τὸν υἱὸν επεμψε Τίτον προσεροῦντα αὐτόν· ἐπανελθόντος δὲ τοῦ Τίτου, ἐπεὶ καθ' ὁδὸν ἐμεμαθήκει τὴν τοῦ Οὐιτελλίου καὶ τοῦ Οθωνος ἐπανάστασιν, πρὸς μοναρχίαν καὶ αὐτὸς ὡρμήθη, κατὰ τὸν ∆ίωνα. ὡς δ' ὁ ̔Ιώσηπος ἐν τῇ τῆς ἁλώσεως ἱστορία φησίν, οἱ μετ' αὐτοῦ στρατιῶται μαθόντες τοὺς μὲν ἐν τῇ Εὐρώπῃ Γαλάτας στασιάσαντας Γάλβαν προχειρίσασθαι αὐτοκράτορα, τοὺς δ' ἐν Γερμανίᾳ στρατευομένους ἀνθελέσθαι τὸν Οὐιτέλλιον, τοὺς δ' ἐν τῇ ̔Ρώμῃ προχειρίσασθαι Οθωνα, καὶ αὐτοὶ τὴν μοναρχίαν τῷ σφετέρῳ ἐψηφίσαντο στρατηγῷ, καὶ παρακροτήσαντες ἀλλήλους ἀνηγόρευσαν τὸν Οὐεσπασιανὸν αὐτοκράτορα καὶ σώζειν τὴν τῶν ̔Ρωμαίων ἡγεμονίαν κινδυνεύουσαν παρεκάλουν. ἀρνουμένου δ' ἐκείνου οἱ μὲν ἡγεμόνες προσέκειντο, οἱ δὲ στρατιῶται περιχυθέντες ξιφήρεις ἀνελεῖν ἠπείλουν αὐτόν. πείθεται ουν, καὶ πρῶτον τῷ τὴν ἀρχὴν τῆς Αἰγύπτου ἰθύνοντι ἐπιστέλλει περὶ τῶν κατ' αὐτόν· καὶ ος εὐθὺς ἀνηγόρευσεν αὐτὸν αὐτοκράτορα. Οὐεσπασιανὸς δὲ τοῦτο μαθὼν τὸν μὲν τῆς Συρίας ἡγούμενον Μουκιανὸν εἰς τὴν ̓Ιταλίαν ἐπὶ τὸν Οὐιτέλλιον επεμψαν. οτε καὶ τὸν ̔Εβραῖον ̓Ιώσηπον, ος αὐτὸν ετι ζῶντος τοῦ Νέρωνος αὐτοκράτορα προσειπεῖν ἐθάρρησε, δεσμώτην ετι οντα παρ' αὑτῷ καὶ αἰχμά3.50 λωτον, τὴν ἀρχὴν καλέσας πρὸς ἑαυτόν, οια προμαντευσάμενον αὐτῷ, λυθῆναι κελεύει. τοῦ δὲ Τίτου τῷ πατρὶ Οὐεσπασιανῷ δίκαιον εἰπόντος ειναι καὶ τὸ ονειδος ἐξ ̓Ιωσήπου ἀφαιρεθῆναι σὺν τῷ σιδήρῳ, τοῦτο δ' εσεσθαι, εἰ μὴ λυθῶσι τὰ δεσμά, ἀλλὰ διακοπῶσιν, ο ἐπὶ τῶν μὴ δεόντως δεθέντων πράττεται, συνευδοκεῖ καὶ ὁ Οὐεσπασιανός, καὶ παρελθών τις διέκοψε πελέκει τὴν αλυσιν. ̔Ο γὰρ ̓Ιώσηπος, ὡς αὐτὸς ἐκεῖνος ἱστόρησε, χρησμόν τινα ἐν γράμμασιν ἱεροῖς εὑρηκὼς δηλοῦντα ὡς αρξει τις ἀπὸ τῆς χώρας αὐτῶν τῆς οἰκουμένης, διὰ τὰς ἐν τῇ ̔Ρώμῃ στάσεις καὶ τῶν ἐκεῖ βασιλέων τὰς συνεχεῖς ἀλλαγὰς εἰς τὸν Οὐεσπασιανὸν τείνειν ὑπείληφε τὸν χρησμόν, καί οἱ τὸ κράτος προεμαντεύσατο. τούτου δὲ τοῦ χρησμοῦ μέμνηται καὶ ̓Αππιανὸς ἐν τῷ εἰκοστῷ δευτέρῳ λόγῳ τῆς ̔Ρωμαϊκῆς ἱστορίας αὐτοῦ. δικαιότερον δ' αν η ἀληθὲς μάλιστα νομισθείη τὸ ἐπὶ τὸν σωτῆρα τοῦ τῶν ἀνθρώπων γένους τὸν κύριον ̓Ιησοῦν Χριστὸν τὸν χρησμὸν ἐκληφθῆναι· οὐ γὰρ τῆς οἰκουμένης πάσης Οὐεσπασιανὸς ἐβασίλευσε, κατὰ τὸν χρησμόν, ἀλλὰ τῆς ὑπὸ ̔Ρωμαίους μόνης· πολὺ δὲ τῆς οἰκουμένης ην ο τῆς ̔Ρωμαϊκῆς ἀρχῆς ην ἐκτός· ὁ δὲ κύριος συμπάσης τῆς οἰκουμένης ἐβασίλευσέ τε καὶ βασιλεύει, ῳ παρὰ τοῦ πατρὸς ἐρρήθη "αιτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι εθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς." 3.51 Οὐεσπασιανὸς δὲ πρὸς ̓Αλεξάνδρειαν ωρμησεν, ενθα καὶ ἀπὸ τῆς ̔Ρώμης εὐαγγέλια ηκεν αὐτῷ, ὡς Οὐιτέλλιος μὲν ἀπεσφάγη, αὐτὸς δὲ αὐτοκράτωρ τῷ τε δήμῳ καὶ τῇ συγκλήτῳ ἀνηγορεύθη, καὶ ὁ υἱὸς αὐτοῦ ∆ομετιανὸς εἰς ἡγεμονίαν προήχθη μέχρι τῆς αὐτοῦ