392
πᾶν τὸ τοῦ θανάτου δεκτικὸν, καὶ ζωῆς χωριστικόν. φθορὰ δὲ φύσεως ἐστὶν, ως φησιν ὁ τὰ θεῖα πολὺς ∆ιονύσιος, ἀσθένειά τε καὶ ελλειψις τῶν φυσικῶν εξεών τε καὶ ἐνεργειῶν καὶ δυνάμεων. τινὲς δὲ ειπον, οτι δυνάμει μὲν φθαρτὸν ην τὸ πανάγιον σῶμα τοῦ Χριστοῦ, τουτέστι δεκτικὸν φθορᾶς· ἐνεργείᾳ δὲ διετηρήθη ἐν τῷ μνήματι ὑπὸ τῆς θεότητος τοῦ λόγου αφθαρτον. φθορὰ, λύσις τῆς συνεχείας τοῦ φυσικοῦ ειδους. οὐ ταυτὸν δὲ φθορὰ καὶ φθαρτὴ οὐσία. ἡ μὲν γὰρ φθορὰ καὶ διάλυσιν σημαίνει τῶν συντεθέντων καὶ ἡρμοσμένων· ἡ δὲ φθαρτὴ οὐσία τὸ ὑποκείμενον δηλοῖ πρᾶγμα, ῳ καὶ ἡ φθορὰ ἐνδεχομένως ἐπισυμβαίνει. (Οὐδέτερον.) Φθέγμα. Ωρος ὁ Μιλήσιος δι' ἑνὸς ˉγ· ὁ δὲ ̔Ηρωδιανὸς διὰ δύο. καὶ ισως παρὰ τὸ φθέγγομαι. Φθιτόν. τὸ φθαρτόν. φθινόπωρον. phi.1808 †Φθινόπωρον. χρόνος, ἐν ῳ τὸ ξηρὸν ἐπικρατεῖ.† ( ̔Ρῆμα.) Φθάνει. προϊκνεῖται· προλαμβάνει. παρὰ τὸ φθίνω. Φθάμενοσ. φθάσας. ἀπὸ τοῦ φθῶ, φθῆμι, ὁ παθητικὸς ἐνεστὼς φθάμαι. τὸ δὲ φθῶ ἀπὸ τοῦ φθίω, τὸ φθείρω. οἱ γὰρ καταλαμβάνοντες φθείρουσι τὸν δρόμον, καὶ ἐλαττοῦσι τὸ καταλαμβάνειν. Φθάσαντα. ἐγγίσαντα. Φθαίῃσι. φθάσει. Φθέγγεσθαι. πλεονασμῷ τοῦ θ. εστι παρὰ τὸ φέγγος, ο ἐστι φῶς. παρὰ τὸ εἰς φῶς τὰ τοῦ νοῦ αγειν. Φθίω. τὸ φθείρω. Φθίνει. καὶ φθινύθω, τὸ φθείρω. Φθίμενοσ. πεφθαρκώς. ἀπὸ τοῦ φθίμι, ἡ μετοχὴ φθίμενος. Φθῶ. τὸ καταλαμβάνω. Ομηρος· φθῆ σε τέλος θανάτοιο- ἀντὶ τοῦ καταλάβοι σε. Φθαρῇ. μετενεχθῇ. καὶ ὁ ̓Απόστολος· μήπως φθαρῇ τὰ νοήματα ἡμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς Χριστόν. Τὸ Φ μετὰ τοῦ Ι. ( ̓Αρσενικόν.) Φιαρόσ. ὁ λαμπρός. παρὰ τὸ φάος. καὶ φιαρή. φιαρὴ τῆμος ανεσχεν εως. Φιλομειδήσ. ὁ φιλόγελως. Φιλαπεχθήμων. ὁ εχων πρὸς τοὺς φίλους μισητῶς. Φίλερισ. μάχιμος. φιλόνεικος. ἀναιδής. phi.1809 Φιλέταιροσ. ὁ τοὺς φίλους ἀγαπῶν. Φιλέψιοσ. κύριον, η καὶ ὁ φιλοπαίγμων. εψια γὰρ τὰ ἀπὸ λόγων παίγνια. Φίλοιφοσ. ὁ πόρνος. Φιλοπότησ. ὁ φιλῶν πότους καὶ συμπόσια. φιλοπώτης δὲ, ὁ φιλῶν πολλὰ πίνειν, μέγα. Φίλαυτοσ. ὁ κενόδοξος· ὁ ἑαυτὸν δῆθεν φιλῶν καὶ πάντα πράττων ἑαυτοῦ χάριν. καὶ φιλαυτία, ἡ τοῦ σώματος αλογος φιλία. τὸ φίλαυτος καὶ φιλαυτία παρ' οὐδενὶ τῶν ἐλλογίμων. οὐκ οιδας, τί λέγεις, ανθρωπε. τίς γὰρ ἐλλογιμώτερος τοῦ μεγάλου Βασιλείου η τοῦ ἁγίου Μαξίμου; Φιμόσ. ὁ χαλινός. παρὰ τὸ σφίγγω, σφιγγὸς, σφιγμὸς καὶ φιμός. Φινεέσ. κύριον. Φίσκοσ. δημόσιον ταμιεῖον. Φιτρόσ. ὁ κορμός. παρὰ τὸ φυτὸν φυτερὸς καὶ φιτρὸς τροπῇ τοῦ ˉυ εἰς ˉι. Φιλήδονοι. οἱ ἀντικαταλλασσόμενοι τοῦ θείου πόθου τὸ αἰσχρόν. ὁ ̓Απόστολος· φιλήδονοι μᾶλλον η φιλόθεοι. Φίλοσ. παρὰ τὸ πίνω πίνος καὶ φίλος. (Θηλυκόν.) Φιάλη. τὸ ποτήριον. Φίαλισ. τόπος. phi.1810 Φιλαδέλφεια. πόλις. φιλαδελφία δὲ, ι. Φιλοτησία. δεξίωσις, φιλία. η ἡνίκα τις ἐν ἀρίστῳ ἀπὸ τῆς δοθείσης αὐτῷ φιάλης πιὼν, τὸ λοιπὸν παράσχοι φίλῳ, καὶ τὴν φιάλην χαρισάμενος. Φιλοτιμία. δωρεά. λέγεται καὶ ἡ μεγαλοψυχία. η ἡ κενοδοξία. ἀπὸ τοῦ φιλεῖν τὴν τιμήν. Φιλοπονία. ἡ σπουδαία ἐργασία. Φιλοφροσύνη. δεξίωσις. Φιλομήλα. ονομα ἰχθύος. Φίλυρα. τόπος. καὶ φυτὸν εχον φλοιὸν βίβλῳ παπύρου ομοιον. †Φιλόστοργοι. φιλίαν τηροῦντες.† Φιάλη. παρὰ τὸ πίνω, κατὰ μετάθεσιν τοῦ π εἰς ˉφ, πιάλη τὶς ουσα. (Οὐδέτερον.) Φιδίτειον. τόπος. Φιδίτια δὲ, ἑορτὴ, ἰῶτα. Φιλομήλιον. τόπος. Φιλητόν. ἀγαπητὸν, ἀγαθόν· ἡδύ· χρήσιμον. Φίκιον. ορος. Φιμινάλια. βρακία. περίσκελλα. Φίτυμα. γέννημα. καὶ φίτυσις. Φίλτρον. ἀπὸ τοῦ φίλω, βαρυτόνως, φίλτρον. η ἀπὸ τοῦ φιλῶ, φίλητρον, καὶ ἐν συγκοπῇ φίλτρον. phi.1811 Φίλτερον. ἀπὸ τοῦ φίλος, φιλώτερος, ἐξ ου καὶ τὸ θηλυκὸν φιλωτέρα, τὸ οὐδέτερον φιλώτερον, καὶ κατὰ συγκοπὴν φίλτερον. πᾶν δὲ συγκριτικὸν εἰς ˉρˉοˉς λῆγον ὑπὲρ δύο συλλαβάς ἐστι. τὸ μέντοι φίλτερον, καίτοι ὑπὲρ δύο συλλαβὰς ον, διαφωνεῖ ὡς πρὸς τὰ συγκριτικά. Φιλόσοφον καὶ φιλοσοφία. ἠθῶν κατόρθωσις μετὰ δόξης τῆς περὶ τῶν οντων εὐσεβοῦς. Φίλον, φίλος καὶ φιλία. φίλον ἐστὶ τὸ προσφιλές· φίλος δὲ ὁ βουλευόμενος καὶ πράττων τὰ ἀγαθὰ τῷ φίλῳ, η τὰ φαινόμενα ἐκείνου ενεκα, η ὁ