καὶ τοῦτο ἔδειξε μὲν καὶ ἡ λυπρὰ Πέλλα μέγαν βασιλέαπροενεγκοῦσα τὸν Ἀλέξανδρον. καὶ Ἀνάχαρσις δὲ ὁ Σκύθης αὐτὸ πιστοῦται [καὶ ἡ τὸν σοφὸν δὲ Θεμίστιον προενεγκαμένη, ὡς ἐκεῖνός που ἱστορεῖ, μαρτυρεῖ.] δηλοῖ δὲ πρὸς ἄλλοις μυρίοις καὶ ἡ Ἰθάκη νῆσος, οὐ πολλοῦ λόγου ἀξία,ἐξ ἧς, ὡς ἡ Ἑλένη φησί, τραχείας οὔσης ἔβλαστεν ὁ πολύμητις Ὀδυσσεύς, «ὅς», φησί, «τράφη ἐν δήμῳ Ἰθάκης», τῷ καὶ ἐν Ὀδυσσείᾳ, «κραναῆς περ ἐούσης, εἰδὼς παντοίους τε δόλους καὶ μήδεα πυκνά». καὶ ὅρα, ὅτι καὶ νῦν Πρίαμοςμὲν σωματικῶς ἐπῄνεσε τὸν Ὀδυσσέα, Ἑλένη δὲ εἰς τὴν ψυχὴν ἐκείνου προέκυψε. (ῃ. 202) Σημείωσαι δὲ καί, ὅτι τὸ «εἰδὼς δόλους» αἰτιατικῇ συνέταξεν, ἀλλαχοῦ δὲ γενικῇ, ὡς καὶ ἐν τῷ «τόξων εὖ εἰδώς» καὶ «εὖ εἰδὼς τεκτοσυνά1.637 ων». [καὶ ὅτι τὸ παντοίους δόλους οὐκ ἔστιν ἄκρατος ἔπαινος Ὀδυσσέως,εἴπερ οὐχ' ἁπλῶς δόλους οἶδεν ἀλλὰ παντοίους, ὧν εἷς καὶ ὁ κατὰ τοῦ καλοῦ Παλαμήδους, ψεκτέος πάντως ὤν, ὡς οὐκ ἂν ἀντείποι τις.] Τὸ δέ «μήδεαπυκνά» μετ' ὀλίγα σαφηνίζων ὁ ῥήτωρ Ἀντήνωρ νιφάσιν ἀπεικάζει τοὺςὈδυσσέως λόγους. Ἰστέον δὲ καί, ὅτι ἔδει μὲν τὸν Πρίαμον εἰδέναι τὴν ὄψιν τοῦ Ὀδυσσέως, εἴγε καὶ εἰς τὴν Τροίαν ἦλθεν, ὡς ῥηθήσεται, ὁ δὲ ἀγνοεῖαὐτόν, ἴσως μὲν οὐκ ὀξὺ βλέπων διὰ τὸ βαθὺ γῆρας, τυχὸν δὲ καὶ ἐξελάθετοἢ οὐδὲ τότε ἠκριβώσατο. ὁ μέντοι Ἀντήνωρ ἀκριβῶς τὸν τοῦ Ὀδυσσέως χαρακτῆρα ἐγγράψας πάλαι ποτὲ τῇ ψυχῇ ἀναγνωρίζει αὐτὸν ἅμα τῷ λόγῳ τῆςἙλένης. (ῃ. 204) Ὅτι τὸ «ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες» παρῳδήσας ὁ ποιητὴς ἄλλως ἐν Ὀδυσσείᾳ ἔφη· «ὦ γύναι, ἦ μάλα τοῦτοἔπος θυμαλγὲς ἔειπες». ἔστι γὰρ καὶ τοῦ παρῳδεῖν διδάσκαλος ὁ ποιητής.(ῃ. 205-7) Ὅτι Ἀντήνωρ ἀκολούθως, οἷς εἶπεν ἡ Ἑλένη, ἀναγνωρίσαςτὸν Ὀδυσσέα ἱστορεῖ, ὡς αὐτόν τε καὶ τὸν Μενέλαον ἕνεκ' ἀγγελίης τῆς κατὰτὴν Ἑλένην ἐλθόντας εἰς Τροίαν ἐκ Τενέδου ἐν καταρχῇ τοῦ πολέμου ἐξείνισεκαὶ ἐν μεγάροισι φίλησεν ἤτοι ἐφιλοφρονήσατο καὶ ἐξένισεν, ὅπερ οἱ ὕστερονπροξενῆσαι λέγουσι, μετὰ γενικῆς τὸ ῥῆμα συντάσσοντες, οἷον «πειράσομαί σουπροξενεῖν», ὥσπερ καὶ τὸ ξεναγεῖν, ὅπερ ταὐτόν ἐστι τῷ προξενεῖν, γενικῇσυντάσσει ὁ Ἀρριανός. τὸν δὲ ταῦτα ποιοῦντα πρόξενον ἐκάλουν οἱ μεθ'Ὅμηρον, ὡς δηλοῖ καὶ ὁ εἰπών· «φίλης γὰρ προξένου κατήνυσαν». οἶδε δὲ σὺνἄλλοις καὶ Ἡρόδοτος τὴν ῥηθεῖσαν ἱστορίαν λέγων, ὅτι Ἕλληνες πέμψαντες ἀγγέλους ἤθελον τήν τε Ἑλένην ἀπαιτεῖν καὶ τῆς ἁρπαγῆς δίκας αἰτεῖν. οἱ δὲπροϊσχόμενοι τὴν τῆς Μηδείας ἁρπαγὴν οὐκ ἐπείσθησαν. Σημείωσαι δέ, ὅτι οἱῥηθέντες πρόξενοι χειροτονητοὶ ἦσαν ἢ ὑπὸ δήμου ἢ ὑπὸ βασιλέων. Ἡρόδοτοςοὖν γέρας εἰναί φησι τοῖς βασιλεῦσιν ἐν Σπάρτῃ τὸ καὶ προξένους ἀποδεικνύειν,οὓς ἂν θέλωσι τῶν ἀστῶν. Φασὶ δὲ καί, ὅτι ἐπιβουλευομένους ὥστε δολοφονηθῆναι τοὺς περὶ Ὀδυσσέα καὶ Μενέλαον ὁ Ἀντήνωρ περιεσώσατο. διὸ καὶ ἡ Ἑλένη τὸ τοῦ Ἀντήνορος, ὡς προξένου τοῦ ἀνδρός, ἔοικε γένος ἀγαπᾶν, ὡς δῆλον καὶ ἐκ τοῦ τὴν Ἶριν πρὸ μικροῦ τῇ Ἑλένῃ ὁμιλοῦσαν μὴ ἄλλῃ τινί, ἀλλὰ τῇ Ἀντήνορος γυναικὶ Λαοδίκῃ παρεικασθῆναι. Ἀγαμέμνων δέ, φασίν, ἀπομνημονεύσας τῆς εἰς Ἕλληνας ἀγαθῆς προξενίας ἐκείνου παρδαλέηνἐξάψας, ὅ ἐστιν ἀπαιωρήσας, τῆς τοῦ Ἀντήνορος οἰκίας, ὅτε ἡ Τροία ἑάλω,ἄβατον τοῖς Ἕλλησι τὴν αὐτοῦ οἰκίαν διεφυλάξατο. ἑτέρωθι δὲ ἡ τῆς ἱστορίας 1.638 ταύτης διάθεσις τοιαύτη εὕρηται. Σοφοκλῆς ἱστορεῖ ἐν ἁλώσει Ἰλίου παρδαλέην τῆς θύρας προτεθῆναι τοῦ Ἀντήνορος, σύμβολον τοῦ ἀπόρθητονἐαθῆναι τὴν οἰκίαν. τὸν δὲ ἅμα παισὶ μετὰ τῶν περιγενομένων Ἐνετῶν εἰς Θρᾴκην περισωθῆναι, κἀκεῖθεν διεκπεσεῖν εἰς τὴν ἐν τῷ Ἀδρίᾳ Ἐνετικήν. Πιθανῶς δὲ Ἀντήνωρ ὡς ξενοδοχήσας ποτὲ καὶ ἰδὼν καὶ εὖ εἰδὼς ἐπιμαρτύρεται ἀλήθειαν τῇ Ἑλένῃ ἀναγνωρίζων τὸν Ὀδυσσέα, ἵνα μὴ ὑποπτευθῇ ἡ Ἑλένη,ἐφ' οἷς λέγει. περὶ δὲ τῆς ῥηθείσης, ὡς μὲν Εὐριπίδης ἂν εἴποι, Ἀδριηνῆς,κοινῶς δὲ Ἀδριατικῆς,