393
δίκαιά τε ἔφασκε καὶ προσήκοντα αἰτεῖν, δεομένους τὸν υἱὸν ἀποδεικνύναι βασιλέα· πόῤῥω δὲ παντάπασιν εἶναι τῆς ἐκείνου διανοίας. οὔτε γὰρ ἐξαρχῆς τοῖς βασιλέως παισὶν ἐπιβουλεύων εἵλετο τὸν πόλεμον, οὔτε μέχρι νῦν, καίτοι τοσαῦτα παρὰ τῶν πεπολεμηκότων ὑπομείνας τὰ δεινὰ, τὴν πρὸς τοὺς παῖδας βασιλέως εὔνοιαν ἀπέβαλεν, ἀλλὰ τότε μὲν, ἐκείνων πολλὰς συκοφαντίας πλασαμένων καὶ διαβολὰς 2.566 καὶ βασιλίδα πρὸς τὸν πόλεμον κεκινηκότων καὶ ζητούντων ἀναιρεῖν ἐξ οὐδεμιᾶς αἰτίας, οὔτ' ἐπιθυμίᾳ δόξης βασιλικῆς, καὶ βασιλέως γὰρ ἔτι περιόντος, ἔχειν, εἰ ἐβούλετο, ἐξῆν, οὔτ' ἀπληστίᾳ καὶ πλεονεξίᾳ γνώμης, ἐπὶ τὸ βασιλεύειν ἧκεν· ἀλλ' αὐτῶν πολλὰ δεηθέντων, μὴ καταλιπεῖν ἐν καιροῖς κινδύνων τὴν προστασίαν, μηδ' ὥσπερ κυβερνήτην ἐν κλύδωνι καὶ σάλῳ τῶν οἰάκων ἀποστῆναι, οὐ μᾶλλον τῆς αὐτοῦ σωτηρίας ἕνεκα ἢ ἐκείνων πρὸς ταύτην ἐλθεῖν τὴν ἐπιχείρησιν, συνορῶντα, ὡς ἑτέρως οὐκ ἔστι διασώζεσθαι. νυνὶ δ' ἐπεὶ θεὸς παρέσχετο τῶν πεπολεμηκότων ὀφθῆναι κρείττους, δέον τὴν ἀρχαίαν γνώμην περὶ τοὺς βασιλέως παῖδας διασώζειν, ἵνα μὴ δοκῶμεν τότε μὲν ἐξαπατᾷν, μὴ πολεμεῖν τοῖς βασιλέως λέγοντες παισὶν, ἀλλὰ τῆς ἐκείνων μᾶλλον καὶ κοινῇ τῶν ἄλλων Ῥωμαίων ὠφελείας ἕνεκα ἑλέσθαι τὸ βασιλεύειν, ἡνίκα ἔτι τὴν τοῦ περιέσεσθαι ἄδηλον ἐλπίδα εἴχομεν, νυνὶ δὲ ὅθ' ἡμῖν περίεστιν ἐκ τῶν πραγμάτων ἔλεγχον διδόναι τῆς γνώμης ἐναργῆ, τἀναντία τοῖς πρότερον ἑλέσθαι. τοιγαροῦν οὔτε πρότερον τῆς ἀρχῆς ἀποστερεῖν τὸν βασιλέως εἱλόμην παῖδα, οὔτε νῦν αἱρήσομαι, ἀλλὰ πάντα τρόπον ἐπιχειρήσω συνδιασώζειν ἐκείνῳ τὴν ἀρχήν. εἴτε γὰρ πολέμῳ Βυζαντίου τε κρατήσω καὶ αὐτοῦ βασιλέως, εἴτε πρὸς εἰρήνην χωρήσωσιν ἐμοὶ συμβάσεις θέμενοι ἐπὶ τῷ βασιλέα στέργειν. εἴθ' ἑτέρῳ τρόπῳ δή τινι περιγένωμαι, τῆς πα 2.567 τρῴας ἀρχῆς οὐκ ἀποστερήσω, ἀλλ' αὖθις μετ' ἐμὲ Ῥωμαίων εἶναι βασιλέα καταστήσω, θυγατέρα τὴν ἐμὴν ἐκδοὺς πρὸς γάμον. οὐ μὴν ἀλλ' εἰ καὶ πρότερον συμβαίη, ἢ ἑτέραν ἐκεῖνον ἀγαγέσθαι τοῦ πολέμου παρατεινομένου, ἢ παῖδα τὴν ἐμὴν πρὸ τοῦ γάμου τελευτᾷν, οὐδ' οὕτω πράττειν ἑτέρως ἔγνωκα, οὐδὲ διὰ τὴν ἑτέρων ἀγνωμοσύνην κακὸς αὐτὸς καὶ ἀχάριστος περὶ τὸν ἐμοὶ φίλτατον ἐκεῖνον βασιλέα καὶ τοὺς παῖδας ἀποδείκνυσθαι. οὕτω δὲ τούτων κεκριμένων παρ' ἐμοὶ, ὡς ἀδύνατα αἰτεῖτε, συνορᾷν ἤδη καὶ ὑμῖν ἐξέσται. οὐ γὰρ δὴ λήϊον ὥσπερ βασιλέων ἀποδείξομεν, ἀλλ' ἢ μηδένα ἕτερον εἶναι βασιλέα δέον, ἢ καὶ τὸν ὄντα ἀποκτιννύναι. τοῦτο δὲ ὡς ἀδύνατον ἐμὲ ποιεῖν, οὐδ' ἀποδείξεως οἴομαι δεήσεσθαι. ἴστε γὰρ σαφῶς, ὡς εἰ πάντες, ὅσοι καὶ Ἑλλήνων καὶ βαρβάρων ἄρχουσι κατὰ τὴν οἰκουμένην, κοινῇ ψήφῳ δουλεύσειν ἐπηγγέλλοντο ἐλθόντες καὶ κοινὸν ἁπάντων ἀνθρώπων ἀποδείξειν βασιλέα, ἐπὶ τῷ βασιλέα τὸν νέον Ἰωάννην ἀποκτείνειν, μᾶλλον ἂν εἱλόμην ἐσχάτῃ συζῆν πενίᾳ καὶ ἀφανείᾳ πολλῇ, ἢ οὕτω φαῦλα καὶ παράνομα προελόμενος συμπάντων ἀνθρώπων ἄρχειν, οὐ μόνον διὰ βασιλέα τὸν πατέρα, ἀλλὰ καὶ δι' αὐτὸν, οὐδεμίαν αἰτίαν πρὸς τὸν πρὸς ἐμὲ κεκινημένον πόλεμον παρεσχημένον. διὰ γὰρ τὴν ἡλικίαν οὐδεμιᾶς οὐδέπω διοικήσεως πραγμάτων ἧπται, ὥστε καὶ αἰτίαν παρασχεῖν. ὡς οὖν οὕτω 2.568 γνώμης ἔχοντα, μηδ' αὐτοὶ πειρᾶσθε τῶν δεδογμένων ἀφιστᾷν· εἰ δ' ἄρα ἄλλως ἐγνώκατε ὑμεῖς καὶ μηκέτι δουλεύειν ἐκείνῳ βούλεσθε, ἀλλ' ἕτερόν τινα τὸν ἄρξοντα ὑμῶν ἐπιζητεῖτε, παρ' ἐμοὶ μὲν οὐ ῥᾴδιον εὑρεῖν, μᾶλλον δὲ ἀδύνατον· ἀποστᾶσι δὲ ἐμοῦ, τὰ κατὰ γνώμην ἐξέσται πράττειν· αὐτὸς γὰρ οὐ μόνον οὐ συνέψομαι πρὸς τὴν ἐπιχείρησιν ὑμῖν, ἀλλὰ κωλύσω καὶ τὰ δυνατά.» τοιαῦτα μὲν ὁ βασιλεὺς πρὸς τοὺς ἐν τέλει διειλέχθη καὶ τὴν στρατιὰν, ἀξιοῦντας τὸν υἱὸν ἀποδεικνύναι βασιλέα. ἐκεῖνοι δὲ ἐπεὶ μὴ πείθειν εἶχον, ἡσύχασαν, θαυμάσαντες τὴν βασιλέως ἐπιείκειαν καὶ μεγαλοψυχίαν, ὅτι μετὰ τοσούτους πόνους καὶ κινδύνους οὐ τοῖς οἰκείοις μᾶλλον, ἀλλὰ τοῖς βασιλέως βούλοιτο παισὶ τὴν Ῥωμαίων ἀρχὴν παραδιδόναι. γʹ. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ ὁ ἐν Θεσσαλονίκῃ δῆμος ἀνεῖλε πολλοὺς τῶν πολιτῶν ἐξ