393
πρὸς τὴν ̔Ρώμην ἀφίξεως. ̔Ο δὲ τοῦ Οὐιτελλίου θάνατος τοῦτον τὸν τρόπον ἐγένετο. ηδη οἱ Οὐεσπασιάνειοι στρατιῶται πεπλησιακότες ησαν τῇ ̔Ρώμῃ, καὶ ἐς αὐτὴν ἐσβαλόντες οὐδὲν ο,τι τῶν δεινῶν οὐκ ἐποίησαν. τῆς δὲ πόλεως πορθουμένης ὁ Οὐιτέλλιος φοβηθείς, χιτωνίσκον τε ῥακώδη περιβαλόμενος, ἐς οικημα σκοτεινόν, ἐν ῳ κύνες ἐτρέφοντο, κατεκρύφθη, διανοούμενος νυκτὸς ἐς τὴν Ταρακῖναν πρὸς τὸν ἀδελφὸν ἀποδρᾶναι. ἀναζητήσαντες δὲ οἱ στρατιῶται αὐτὸν συνέλαβον φορυτοῦ πεπλησμένον καὶ αιματος, ὑπὸ γὰρ τῶν κυνῶν ἐλελύμαντο, καὶ τὴν ἐσθῆτα περιρρήξαντες αὐτοῦ καὶ εἰς τοὐπίσω τὼ χεῖρε δεσμήσαντες, σχοῖνόν τε αὐτῷ περιθέντες περιαυχένιον, οἱ μὲν ἐρράπιζον, οἱ δὲ τοῦ γενείου ετιλλον, πάντες δὲ εσκωπτον τά τε αλλα καὶ τὴν ἀσωτίαν αὐτοῦ. αἰσχυνομένου δὲ ἐπὶ τούτοις καὶ κάτω βλέποντος, οἱ στρατιῶται ξιφιδίοις αὐτὸν ὑπὸ τὸ γένειον ὑπεκέντουν, ινα καὶ ακων ανω βλέπῃ. Κελτὸς δέ τις ἐλεήσας αὐτόν "ἐγώ σοι" εφη "βοηθήσω ὡς μόνος δύναμαι." καὶ ὁ μὲν ἐκεῖνον ετρωσε καὶ ἑαυτὸν ἀπέσφαξεν· οὐ μέντοι καὶ ὁ Οὐιτέλλιος ἀπέθανεν ἐκ τοῦ τραύματος, ἀλλ' ἐσύρετο εἰς τὸ δεσμωτήριον. περιαλγήσας δὲ οις τε επασχε καὶ οις ηκουεν "ἀλλ' εγωγε" εφη "αὐτοκρά3.52 τωρ ὑμῶν ἐγενόμην." ὀργισθέντες ουν οἱ στρατιῶται κατέκοψαν αὐτόν, καὶ τὴν κεφαλὴν ἀποτεμόντες αὐτοῦ κατὰ πᾶσαν τὴν πόλιν περιήγαγον, ζήσαντος ετη τέσσαρα καὶ πεντήκοντα καὶ ἡμέρας ἐννέα καὶ ὀγδοήκοντα, αρξαντος δὲ ἐνιαυτὸν δέκα ἡμερῶν ἐπιδέοντα. Πεπραγμένων δὲ τούτων ὁ Μουκιανὸς ἐπῆλθε καὶ τῷ ∆ομετιανῷ συνδιῴκει· αὐτοκράτωρ τε ὁ Οὐεσπασιανὸς καὶ πρὸς τῆς βουλῆς εὐφημήθη, καὶ Καίσαρες ο τε Τίτος καὶ ὁ ∆ομετιανὸς ἐπεκλήθησαν. ὁ δὲ Μουκιανὸς ἀδελφὸς παρὰ τοῦ Οὐεσπασιανοῦ ὠνομάζετο, καὶ ἐξουσίαν ειληφε πάνθ' οσα ἐβούλετο πράττειν καὶ γράφειν, τὸ ονομα τοῦ αὐτοκράτορος μόνον ἐπιγραφόμενος· καὶ διὰ τοῦτο καὶ δακτύλιον πεμφθέντα οἱ ἐφόρει, ινα τὸ αὐτοκρατορικὸν σφράγισμα λαμβάνῃ τὰ σημαινόμενα πολλοῖς γοῦν ἀρχάς τε καὶ ἐπιτροπείας αὐτὸς καὶ ὁ ∆ομετιανὸς εδοσαν, καὶ ἐπάρχους αλλους ἐπ' αλλοις καὶ ὑπάτους ἀπέδειξαν, ὡς αὐτοὶ αὐταρχοῦντες. ωστε τὸν Οὐεσπασιανὸν ἐπιστεῖλαι τῷ ∆ομετιανῷ οτι "χάριν εχω σοι, τέκνον, οτι με ἐᾷς αρχειν καὶ οὐδέπω με καταλέλυκας." ̓Ες δὲ τὴν ̓Αλεξάνδρειαν ὁ Οὐεσπασιανὸς ἀφικόμενος χρήματα πολλὰ ἐκεῖθεν ἠργυρολόγησε, χρηματιζόμενος πάντοθεν, καὶ τέλη πολλὰ τὰ μὲν ἐκλελειμμένα ἀνενεώσατο, τὰ δὲ καὶ νομιζόμενα προσεπηύξησε, καινά τε προσέθετο ετερα. τὸ δ' αὐτὸ τοῦτο καὶ ἐν τῇ αλλῃ ὑπηκόῳ τῇ τε ̓Ιταλίᾳ καὶ αὐτῇ τῇ ̔Ρώμῃ μετὰ ταῦτα ἐποίησε. τὴν μὲν ουν Αιγυπτον δι' ὀλίγου κατεστήσατο, καὶ σῖτον πολὺν εἰς τὴν ̔Ρώμην 3.53 επεμψεν ἀπ' αὐτῆς· τὸν δὲ υἱὸν αὐτοῦ Τίτον εἰς τὰ ̔Ιεροσόλυμα καταλελοιπὼς πορθῆσαι αὐτά, τὴν ἐκείνων ἀνέμενεν αλωσιν, ινα μετὰ τοῦ υἱέος ἐπανέλθῃ πρὸς τὴν ̔Ρώμην. τριβομένου δὲ χρόνου ἐν τῇ πολιορκίᾳ, τὸν μὲν Τίτον ἐν τῇ Παλαιστίνῃ κατέλιπεν, αὐτὸς δὲ ὁλκάδος ἐπιβὰς ἐς Λυκίαν επλευσε, κἀκεῖθεν τὰ μὲν πεζῇ, τὰ δὲ ναυτιλλόμενος εἰς τὸ Βρεντέσιον ἐκομίσθη. ̓Ελθὼν δ' ἐς τὴν ̔Ρώμην καὶ τοῖς στρατιώταις καὶ τῷ δήμῳ παρέσχηκε δωρεάς, καὶ τὰ τεμένη καὶ τὰ δημόσια εργα τὰ πεπονηκότα ἀνελάμβανε, καὶ τὰ ηδη ἐφθαρμένα ἐπανεσκεύαζε, καὶ συντελουμένοις αὐτοῖς οὐ τὸ ἑαυτοῦ ἐπέγραφεν ονομα, ἀλλὰ τὸ τῶν πρώτως δομησαμένων. τὰς δὲ οὐσίας τῶν ἐναντιωθέντων αὐτῷ καὶ ἐν ταῖς μάχαις πεσόντων τοῖς παισὶν ἐκείνων η τοῖς αλλως οἰκείοις ἀφῆκε, καὶ τὰ συμβόλαια τὰ παλαιὰ τὰ τῷ δημοσίῳ προσήκοντα προσδιέφθειρε. μεγαλοπρεπῶς δὲ εἰς τὸ κοινὸν ἀναλίσκων, εὐτελέστατα διῃτᾶτο, καὶ οὐδὲν εξω τῶν ἀναγκαίων ἐδαπάνα. ην δὲ ουτε ἐξ εὐγενῶν ουτε πλούσιος. πάντας δὲ τοὺς προσιόντας αὐτῷ προσεδέχετο. τοῖς δὲ φίλοις καὶ πρὸ τῆς εω καὶ ἐπὶ τῆς εὐνῆς κατακείμενος συνεγίνετο· καὶ αἱ θύραι τῶν βασιλείων ἠνεῳγμέναι διὰ πάσης τῆς ἡμέρας ησαν, καὶ φρουρὸς οὐκ ην ἐν αὐταῖς. τό τε σύμπαν, τῇ μὲν προνοίᾳ τῶν κοινῶν αὐτοκράτωρ νενόμιστο, εἰς ταλλα δὲ