393
συναλγῶν καὶ συγχαίρων τῷ φίλῳ, η ὁ φιλῶν καὶ ἀντιφιλούμενος. φίλος δὲ ειρηται ἀπὸ τοῦ γινομένου κατὰ τὸ φιλεῖν ηχου. τὴν φιλίαν οἱ παλαιοὶ εἰς τρία τινὰ διείλοντο ειδη. καὶ τὸ μὲν αὐτῆς διὰ τὸ ἡδύ· τὸ δὲ διὰ τὸ χρήσιμον· τὸ δὲ δι' αὐτὸ τὸ καλὸν ειπον συνίστασθαι. καὶ τὰ μὲν δύο τῆς φιλίας ειδη, τῆς τε διὰ τὸ ἡδὺ καὶ τὸ χρήσιμον, μὴ πάνυ συμπαραμένειν. καὶ εἰκότως· τῶν γὰρ φιλητῶν ἐκλελοιπότων, τοιαῦτα γὰρ πάντα τῆς ῥοῆς εκγονα, ἀνάγκη τούτοις καὶ τὴν φιλίαν συνδιαλύεσθαι. τὴν δέ γε διὰ τὸ καλὸν φιλίαν, ἐπειδὴ μόνιμον τῷ φιλητῷ συμπαρεκτείνεσθαι πάντως ἀκόλουθον. Φῖ. τὸ στοιχεῖον. φαιὸν γὰρ τὸ μέλαν· μέλαν phi.1812 δέ ἐστι τὸ σκοτεινόν. ουτω καὶ τοῦτο κατὰ τὴν ἐκφώνησιν κακόφωνόν ἐστι. ( ̔Ρῆμα.) Φιλοφρονηθῆναι. δεξιωθῆναι. Φιλοκρινεῖ. δικάζει, καὶ ἐξετάζει περιέργως. Φιλοτιμεῖται. ἐπιδαψιλεύεται· μεγαλοφρονεῖ· σπουδάζει· ἀγαπᾷ. Φιλοσοφεῖν. σπουδάζειν. η πονεῖν. η ἡσυχάζειν. Φιλεῖ. ἀγαπᾷ. καὶ ἀντὶ τοῦ τέρπεται. φιλεῖ γάρ πως. Φίλαι. ἀντὶ τοῦ φιλοφρόνησον καὶ φίλησον. Ομηρος· -νῦν αυτέ με φίλαι, ̓Αθήνη. Φιτύω. τὸ γεννῶ καὶ τὸ φυτεύω. ἀπὸ τοῦ φυτεύω κατὰ ἀποβολὴν τοῦ ε τοῦ ἐν τῇ παραληγούσῃ, καὶ τροπῇ τοῦ ˉυ εἰς ˉι τοῦ ἐν τῇ ἀρχούσῃ. Φιλοτιμούμεθα. η σπουδάζομεν, η καυχώμεθα. ουτως ὁ ̓Απόστολος· διὸ καὶ φιλοτιμούμεθα, ειτε ἐνδημοῦντες ειτε ἐκδημοῦντες. Τὸ Φ μετὰ τοῦ Λ. ( ̓Αρσενικόν.) Φλαμίνιοσ. ονομα κύριον. Φλεγίασ. ονομα ἀετοῦ. Φλεγύασ. ἐθνικόν. καὶ Φλέγυες. phi.1813 Φλήναφοσ. φλύαρος μωρολόγος. παρὰ τὸ φλύω, τὸ ἀναζέω. -ἀνὰ δ' εφλυε καλὰ ῥέεθρα. φλέω ουν καὶ φλύω, ὡς ῥέω, ῥύω, ἐξ ου καὶ ῥύσις καὶ ῥύαξ. παρὰ δὲ τὸ φλέω γίνεται φλενὸς ονομα, ὡς τέρπνω, τερπνὸς, καὶ μεταθέσει τοῦ ˉε εἰς ˉη φληνὸς, τοῦτο δὲ προσλαβὼν τὸ φῶ ῥῆμα, ο σημαίνει τὸ λέγω, ἀφ' ου τὸ φημὶ, ἀποδείκνυσι ῥῆμα, τὸ φληναφῶ, ονομα δὲ, τὸ φλήναφος. Φλογμόσ. καῦμα. Φλοῖσβοσ. ἡ ταραχή. καὶ ὁ ηχος τῆς θαλάσσης. καὶ φλοισμὸς ὁμοίως. Φλοιόσ. τὸ φλούδιον. Φλόνοσ. φυτόν. καὶ φλῶμος, βοτάνη, ῃ καὶ ἀντὶ τοῦ ἐλλυχνίου χρῶνται. ἡ αὐτὴ δὲ καὶ θρυαλλίς. Αἰλιανός· ἐμβαλὼν δὲ εἰς τὴν λίμνην φλώμου φύλλα η κάρυα, ἀπώλεσε τοὺς γυρίνους ὁ τῶν μελισσῶν δεσπότης ῥᾷστα. Φλῶρος, Φλωράτιος καὶ Φλωρέντιοσ. ὀνόματα κύρια. Φλογμόσ. ἡ φλεγμονὴ παρὰ τῷ Γαληνῷ. φησὶ δὲ καὶ ὁ Ψελλός· φλογμός ἐστιν ἡ φλεγμονὴ, χελύσειν δὲ τὸ δήσειν. phi.1814 (Θηλυκόν.) Φλέβεσ. ἀπὸ τοῦ τὸν χυμωδέστερον χυμὸν περιέχειν, τουτέστι τοῦ αιματος. φλέβες ουν παρὰ τὸ δι' αὐτῶν βαίνειν τὸ φλογῶδες. Φλεδονεία. πόλις. φλεδονεία καὶ ἡ φλυαρία, ἀπὸ τοῦ φλεδονεύω. φλεδονεία καὶ φλεδονεύεται ἀπὸ τοῦ φλύω. καὶ φλεδὼν, ἡ φλυαρία, ἀπὸ τοῦ φλέω, ο καὶ φλύω λέγεται. Φλιοῦσ. πόλις. Φλιά. παρὰ τὸ θλίβω, θλίψω, θλιὰ καὶ φλιά. ὡς θηρσὶ, φηρσί. φλιὰ δέ ἐστι τὸ πλάγιον τῆς θύρας. η παραστὰς, οπου τὶς ισταται καὶ ἐπερείδεται. Φλόγειαι γλῶσσαι. φλόγιον δὲ, πῦρ, ˉι. Φλυκτίδεσ. τὸ ἀπὸ πυρὸς φύσημα. ὁ καλούμενος ανθραξ. η ἡ ογκωσις. Φλύκταιναι. φυσαλίδες. η τὰ ἐκ τοῦ ὑετοῦ γενόμενα οἰδήματα. Φλωρεντεία. πόλις. Φλωρεντία δὲ, κύριον, ἰῶτα. Φλεγμονή. ογκος πυρώδης, συῤῥυέντων ἐπὶ τὸ ἀσθενὲς μέρος τῶν ὑγρῶν καὶ τῇ παρὰ φύσιν θερμασίᾳ φλεγόντων τὸ πεπονθός. (Οὐδέτερον.) Φλαῦρον. κοῦφον, η τὸ μικρὸν κακόν. φαῦλον δὲ, τὸ μέγα κακόν. phi.1815 Φλέγμα. παρὰ τὸ φλέγω, φλέξω, φλέγμα κατὰ ἀντίφρασιν· ψυχρότατον γάρ ἐστι. †τὸ φλέγμα ἀναλογεῖ τῷ υδατι, ψυχρὸν ον καὶ ὑγρόν.† Φλέσιον. τόπος. Φλόγιον πῦρ. τὸ φλέγον. φλόγειον δὲ αρμα, καὶ φλόγειαι γλῶσσαι, δίφθογγον. Φλέγμα. ἡ πύρωσις. τοῦ Ψελλοῦ· τινὲς δὲ καὶ τὴν πύρωσιν ὀνομάζουσι φλέγμα. Φλᾷν. καταθλάττειν. Φλεβάζοντεσ. βρύοντες. ἀπὸ τοῦ φλέω. η ἀπὸ τῶν φλεβῶν. Φλέγει. καίει καὶ φλέει. Φλεδονῶ. φλυαρῶ. καὶ φλεδονεύεται. Φλοιδούμενοσ. καιόμενος, βρασσόμενος. Φλύειν. καίειν, ἀναζεῖν. οθεν ἡ ἐκ θερμότητος ἀνάζεσις λέγεται φλυκτὸς, ὡς ἀπὸ τοῦ φλύω. Τὸ Φ μετὰ τοῦ Ν. ( ̓Αρσενικόν.) Φνί. κύριον. φνεὶ δὲ, μίμημα φωνῆς, δίφθογγον. Τὸ Φ μετὰ τοῦ Ο. ( ̓Αρσενικόν.) Φόβοσ. προσδοκία κακοῦ, η συστολὴ