Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
εὐαγγελιστὰς, τεθειμένους εἰς τοῦτο παρὰ Θεοῦ, καὶ ἀδιάληπτον ἔχοντας παρ' αὐτῷ τὴν γνώμην. Ἐγέ- γραπτο γὰρ αὐτοῖς ἐν οὐρανοῖς τὰ ὀνόματα, τέθεινται δὲ καὶ ἐν βίβλῳ ζώντων. Καὶ μή τοι θαυμάσῃς, εἰ περιβόλους καὶ τείχη τῆς Ἐκκλησίας τοὺς ἁγίους εἶναί φησιν. Ἔστι μὲν γὰρ αὐτὸς τὸ τεῖχος, καὶ πε- ριτεῖχος· Ὥσπερ δὲ ... ὑπάρχων, καὶ ἀσφάλεια πᾶσα τῶν πιστευσάντων εἰς αὐτὸν, δέδωκε τοῖς ἁγίοις μυ- σταγωγοῖς ὡς ἐν ἀξιώματος τάξει λαμπροῦ, τὸ κα- λεῖσθαι τείχη τῆς Ἐκκλησίας αὐτοῦ. Ταχὺ δὲ, φησὶν, οἰκοδομηθήσῃ ὑφ' ὧν καθῃρέθης. Ἰουδαῖοι μὲν γὰρ, ἤγουν τῶν Ἰουδαίων, καθηγηταὶ, τὴν ἐπίγειον Σιὼν, ἤτοι τὴν ἑαυτῶν μητέρα καθεῖλον, ἀποφέροντες αὐτὴν τοῦ Χριστοῦ, καὶ ἀπαράδεκτον ποιεῖσθαι τὴν πίστιν διδάσκοντες. Ἔφασκον γάρ· "6Ἡμεῖς οἴδαμεν ὅτι 70.1069 Μωσεῖ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστί."6 ∆ιελάσαντες δὲ εἰς λῆξιν τοῦ παντὸς κακοῦ, καὶ ἀνελόντες τὸν κληρονόμον, παραίτιοι γεγόνασι τοῦ πεσεῖν αὐτήν. Ἀλλ' ὥσπερ Ἰουδαῖοι καθεῖλον, οὕτω πάλιν Ἰουδαῖοι ὄντες οἱ θεσπέσιοι μαθηταὶ, ἤγειραν αὐτὴν μεταβαλοῦσαν δηλονότι, οὐ μείνασαν ὅπερ ἦν, τοῦτ' ἔστιν, ἀπειθῆ, καὶ Κυριοκτόνον, ἀλλ' ἐν πίστει διαπρέπουσαν, δῆλον δὲ ὅτι τῇ ἐν Χριστῷ. Οἱ δὲ ἐρημώσαντες αὐτὴν ἐξῆλθον ἀπ' αὐτῆς. Ἐκβέβληντο γὰρ οἱ πρῶτοι καθηγηταὶ, καὶ ἀντέστησαν ἕτεροι, ὧν καὶ ἀρτίως διεμνημονεύσαμεν· οὐ γὰρ ἦν ἑτέρως μεταβαλεῖν αὐτὴν, καὶ ἀγαπῆσαι Χριστὸν, καὶ τῆς τοῦ νόμου σκιᾶς ἀνθελέσθαι σκιὰν, εἰ μὴ τοῦ καθ- ηγεῖσθαι παρανόμως αὐτῆς ἐξώσθησαν μὲν οἱ πρῶτοι, ἀντεγήγερται δὲ τῶν ἁγίων μυσταγωγῶν ὁ χορὸς, ὧν καὶ ὁ θεσπέσιος ∆αβὶδ ἀρίστην ποιεῖται μνήμην, ψάλλων που, καὶ λέγων πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν· "6Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ."6 9Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου, καὶ ἴδε πάν- τας. Ἰδοὺ συνήλθοσαν, καὶ ἤλθοσαν πρὸς σέ. Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ, καὶ περιθήσῃ αὐτοὺς ὡς κόσμον νύμφης.9 ∆ιὰ πάσης ἁγίας καὶ θεοπνεύστου Γραφῆς διηγό- ρευται σαφῶς, ὅτι μερὶς καὶ κλῆρός ἐστι Χριστοῦ τοῖς ἐξ αἵματος Ἰσραὴλ, ἢ τοῖς τέκνοις τῆς ἐπιγείου Σιὼν, ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς. "6Ἐπιστρέ-ψουσι γὰρ,"6 φησὶ, "6πρὸς Κύριον τὸν Θεὸν αὐτῶν, καὶ ∆αβὶδ τὸν βασιλέα αὐτῶν."6 Καὶ ἐκστήσονται ἐπὶ τῷ Κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ' ἐσχάτων τῶν ἡμερῶν. Παρεισβέβληκε μὲν γὰρ, ἀπειθησάντων αὐ- τῶν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἣν καὶ νοητὴν Σιὼν εἶναί φαμεν. Κεκλήσονται δὲ κἀκεῖνοι, ἔσονται μία ποίμνη, εἷς ποιμὴν, ὥστε μηκέτι δύο Σιὼν ὀνομάζεσθαι, ἄμφω δὲ εἰς μίαν Ἐκκλησίαν τελεῖν, ἑνὸς τοῦ πάντων ἀρ- χιποίμενος ὑπὸ χεῖρα γεγενημένους. Ὅτι δὲ πάντη τε καὶ πάντως ἔσται ταῦτα, πληροφορεῖ λέγων πρὸς τὴν τῶν Ἰουδαίων μητέρα· Ἆρον κύκλῳ τοὺς ὀφθαλ-μούς σου, καὶ ἴδε πάντας. Ἰδοὺ συνήχθησαν, καὶ ἤλθοσαν πρὸς σέ. Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ἐνδύσῃ, καὶ περιθήσῃ ὡς κόσμον νύμφης. Κατεσκεδάσθησαν μὲν γὰρ ὡς οὐκέτι ποιμένος ὑφ- εστηκότος αὐτοῖς. Εἴρηται γάρ που δι' ἑνὸς τῶν ἁγίων προφητῶν, ὡς ἐκ προσώπου Χριστοῦ· Καὶ εἶπα, Οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα. Ἐσθιέτω ἕκαστος τὴν σάρκα τοῦ πλησίον αὐτοῦ. Τὸ γὰρ ὅλως ἐκπεπτωκὸς τῆς παρὰ Θεοῦ φειδοῦς καὶ ἀγάπης, ὁποῖον ἂν οὐ πάθοι τὸ βλάβος; Προσκείσονται γὰρ τοῖς ἐθέλουσι διασπᾷν, καὶ ἀποφέρειν αὐτοὺς οἷπερ ἂν ἑκάστῳ τῶν ἀδικούντων δοκεῖ. Ἀποκομίζουσι δὲ Θεοῦ, καὶ πονηροὶ, καὶ ἀλητήριοι δαίμονες. Γέγρα- πται γὰρ, ὅτι "6Μερίδες ἀλωπέκων ἔσονται."6 ∆ρῶσι δὲ τοῦτο, καὶ τὰ πολύτροπά τε καὶ ἐν ἡμῖν ὄντα πάθη. ∆εδόσθαι γάρ φησιν ὁ πάνσοφος Παῦλός τινας εἰς πάθη ἀτιμίας, καὶ εἰς ἀδόκιμον νοῦν. Τί οὖν ἐν 70.1072 τούτοις ὁ θεῖος ὑπισχνεῖται λόγος; Κλῆσιν καὶ συγ- κομιδὴν τῶν κατεσκεδασμένων, καὶ τὴν ἐν πνεύματι τῶν ἀπολωλότων ἐπιστροφὴν, καὶ τὴν τῶν δραπετευ- σάντων ἐπάνοδον, ἐπιστροφήν τε καὶ ἐγρηγόρησιν, καὶ τῆς εἰς Χριστὸν ἀγάπης τὰ γέρα. Περίβλεψαι