394
αἰτίας τοιαύτης. ὁ τοῦ μεγάλου δουκὸς υἱὸς Ἀπόκαυκος ὁ Ἰωάννης, μέγας ὢν πριμμικήριος τὴν ἀξίαν, τὴν ἀρχὴν Θεσσαλονίκης ἐπιτετραμμένος, οὔθ' οὕτως εἶχεν, ὥστε μαίνεσθαι κατὰ τῶν ᾑρῆσθαι δοκούντων τὰ Καντακουζηνοῦ τοῦ βασιλέως, οὔτε φανερῶς συνέπραττεν αὐτοῖς. ὁρῶν δὲ τοὺς Ζηλωτὰς ἰσχύοντας ἐπιπολὺ καὶ τὴν πόλιν πᾶσαν ἄγοντας δι' ἑαυτῶν, ἐκείνῳ δὲ κενὸν ὄνομα τῆς ἀρχῆς περιλειπόμενον, δεινὰ ἐποιεῖτο 2.569 καὶ ἠγανάκτει οὐ μετρίως. Παλαιολόγος γὰρ ὁ Μιχαὴλ, κεφάλαιον ὢν τῶν Ζηλωτῶν καὶ συνάρχειν ἐκείνῳ τεταγμένος, λυπηρὸς ἦν μάλιστα, τῇ ἐξουσίᾳ χρώμενος οὐκ ἴσως. τὸ μὲν οὖν φανερῶς ἀντικαθίστασθαι πρὸς πόλεμον οὐκ ἐδοκίμαζεν. ἐδεδίει γὰρ πολλοὺς ὄντας τοὺς Ζηλωτὰς καὶ τὸν δῆμον ἀγόμενον ὑπ' ἐκείνων, ἄλλως θ' ὅτι καὶ ὁ πατὴρ ἐκείνῳ ἔτι ἔζη. ἐσκέψατο δὲ τρόπῳ δή τινι ἐτέρῳ διαφθείρειν καὶ τὴν ἀρχὴν ἅπασαν ἐφ' ἑαυτὸν μετάγειν τῶν πραγμάτων, καὶ τοὺς μάλιστα ἀρίστους καὶ τὰ Καντακουζηνοῦ δοκοῦντας ᾑρῆσθαι τοῦ βασιλέως ὑπεποιεῖτο καὶ προσηταιρίζετο, συνομιλῶν ἡδέως καὶ παραφαίνων ἀμυδρῶς, ὡς τὰ ἴσα καὶ αὐτὸς αὐτοῖς αἱροῖτο. ἐπεὶ δ' ἐκεῖνοι ῥᾷστα προσεχώρουν καὶ σύστημα ἦν περὶ αὐτὸν οὐκ ἀγεννὲς, ἐπεβούλευεν εὐθέως ἀποκτείνειν τὸν συνάρχοντα. συνεξώρμων δὲ μάλιστα καὶ οἱ φίλοι, ἀπεχθῶς περὶ ἐκεῖνον μετὰ πάσης ἔχοντες ὑπερβολῆς. οὐδὲν γὰρ παροινίας καὶ πικρίας ἐκεῖνος πρὸς αὐτοὺς ἐνέλιπε κατὰ τὸν τοῦ πολέμου χρόνον, τάς τε οὐσίας δημεύων καὶ δεσμωτηρίοις κατακλείων καὶ ὑπερορίους ποιῶν τοὺς πλείους, καὶ πᾶσαν κακίας ἐνδεικνύμενος ὑπερβολήν. ἦν γὰρ μάλιστα ἔχων εὐφυῶς περὶ τὸ κακουργεῖν, καὶ μικρᾶς ἕνεκα αἰτίας καὶ ὑποψίας μόνης μεγάλας δίκας ἀπαιτῶν. ἐπεὶ δὲ ἐδέδοκτο ἀποκτείνειν, καὶ ὑφίστατο τὸ ἔργον τις τῶν πρότερον ὑπ' ἐκείνου πολλὰ κεκακωμένων, Ἀπόκαυκος τοὺς περὶ αὐτὸν ἔχων πάντας ἔνδον ὡπλισμένους, ἵνα 2.570 μὴ ὦσι κατάφωροι νεωτερίζοντες, πρὸς τὰ τῆς πόλεως μάλιστα ἀοίκητα μέρη ὑπεχώρει, τοῦ δήμου τὴν κίνησιν ὑποπτεύων καὶ τὴν ἐκ τοῦ φόνου ταραχήν· σκηψάμενος δέ τι βουλεύεσθαι τῶν κοινῶν, μετεκαλεῖτο καὶ τὸν συνάρχοντα, ὡς κοινωνήσοι τῆς βουλῆς. ὁ δὲ μηδὲν εἰδὼς τῶν ἐσκαιωρημένων ὀλίγους ἔχων περὶ αὐτὸν, ἧκε πρὸς ἐκεῖνον. λόγων δὲ ἀμφιβόλων κεκινημένων, ὁ Παλαιολόγος, οἷα δὴ πρότερον ἐκ τοῦ ὑπερέχοντος τοῖς ἄλλοις εἰθισμένος ὁμιλεῖν, καὶ τότε τραχυτέρας τὰς ἀποκρίσεις ἐποιεῖτο· οἱ δὲ μᾶλλον ἐξεπίτηδες ἠρέθιζον τρεπόμενοι πρὸς ὕβρεις. ὁ δὲ ὑποπτεύσας ὅπερ ἦν, νεωτερίζειν βούλεσθαι ἐκείνους, ὥρμητο μὲν πρὸς φυγὴν, τὰ ἔσχατα διαθήσειν ἀπειλῶν. φθάσας δὲ ἐκεῖνος ὁ τὸ ἔργον ὑποστὰς, ὤθησε τὸ ξίφος κατὰ τῶν σπλάγχνων καὶ ἀπέκτεινεν. εὐθὺς μὲν οὖν οἱ Ζηλωταὶ ὑπεχώρουν καὶ κατεδύοντο εἰς χηραμοὺς, ὅ,τε δῆμος οὐδὲν ὑπὲρ τοῦ πεσόντος ἠγανάκτησεν. ἦν γὰρ οὐδὲ πρότερον καλῶς διακείμενος περὶ τοὺς Ζηλωτάς. ἦσαν γὰρ ὁμοίως καὶ περὶ τὰ θεῖα ὥσπερ καὶ περὶ τὰ ἀνθρώπινα ὑβρίζοντες καὶ πολλὴν ἐπιδεικνύμενοι τὴν μοχθηρίαν. οὐ μόνον γὰρ ἠδίκουν ἀδεῶς καὶ διεπόρθουν τὴν χώραν ἐπιόντες, καὶ τὰς κοινὰς συμφορὰς ἀφορμὰς ποιούμενοι ἰδίας εὐπραγίας, ἀλλὰ καὶ κατὰ τὰς ἀγυιὰς, δεξαμενάς τινας ὕδατος πληροῦντες, εἶτα καὶ ὑφάπτοντες κηροὺς, τινὰς τῶν τὰ Καντακουζηνοῦ ᾑρῆσθαι δοκούντων βασιλέως συλλαμβάνοντες, ὄντας ἐκ τοῦ δήμου, ἀνεβάπτιζον ὡς ἀπο 2.571 μοσαμένους τὸ βάπτισμα διὰ τὴν ἐκείνου κοινωνίαν· τούς τε παριόντας ἐκέλευον ἀργύριον ῥητὸν κατατίθεσθαι εἰς τὴν ἑορτήν. καὶ ἦν ἀνάγκη πράττειν κατὰ τὸ ἐκείνων κέλευσμα, ἢ ὑποπτεύεσθαι αὐτίκα ἦν, ὡς τὰ Καντακουζηνοῦ τοῦ βασιλέως ᾑρημένον καὶ ἀχθόμενον πρὸς τὴν ἐρεσχελίαν. μετὰ τοῦτο δὲ μεθύοντες ἐν καπηλείοις, καὶ τὰ ἄλλα ἐξωρχοῦντο τῶν Χριστιανῶν μυστήρια, τῆς δίκης ἀνεχομένης καὶ ἀμελούντων τῶν κεραυνῶν. ὧν τὴν ἀτοπίαν μισήσας καὶ ὁ δῆμος, πρότερόν τε ἔκ τινων αἰτιῶν κεκινημένος, τῶν Ζηλωτῶν τινας ἐν τῷ τῆς θεοτόκου τῆς ἀχειροποιήτου τεμένει τοὺς μὲν ἀπέσφαξαν ἀνηλεῶς, ἕνα δὲ καὶ διὰ τῆς ἀγορᾶς κατέσυραν, λίθοις βάλλοντες καὶ ξύλοις τοῖς προστυχοῦσιν, ἕως ἀπέπνευσε συρόμενος· καὶ τότε οὐδὲ