394
πάντα κοινὸς καὶ ἰσοδίαιτος ην τοῖς λοιποῖς. Τῶν δ' ̔Ιεροσολύμων ἁλόντων ὁ Τίτος εἰς τὴν ̓Ιταλίαν ἐπανελθὼν τὰ ἐπινίκια αὐτός τε καὶ ὁ πατὴρ ἐφ' αρματος επεμψαν· συνέπεμπε δὲ σφίσιν αὐτὰ καὶ ὁ ∆ομετιανὸς ὑπατεύων ἐπὶ κέλητος. μετὰ 3.54 δὲ τοῦτο διδασκάλους ἐν τῇ ̔Ρώμῃ καὶ τῆς Λατίνων καὶ τῆς ̔Ελληνικῆς παιδείας κατέστησε, μισθὸν ἐκ τοῦ δημοσίου φέροντας. κατηγορίαν δὲ ὁ Μουκιανὸς τῶν φιλοσόφων πολλὴν ποιησάμενος επεισε τὸν Οὐεσπασιανὸν ἐξελάσαι αὐτοὺς τῆς ̔Ρώμης· καὶ πλὴν τοῦ Μουσωνίου απαντες ἀπηλάθησαν. χρηματιστὴς δ' ἐνομίζετο, οτι ἀνδριάντα στῆσαι αὐτῷ ψηφισαμένων τινῶν, ου τὸ ἀνάλωμα μυριάδες ησαν πέντε καὶ εικοσι, προέτεινε τὴν χεῖρα "δότε μοι τὸ ἀργύριον" εἰπών· "ἡ γὰρ βάσις αὐτοῦ αυτη ἐστί." καὶ πρὸς τὸν Τίτον ἀγανακτοῦντα τέλει τινὶ ῳ αὐτὸς καταδεδείχει, ειπεν, χρυσοῦς ἐξ αὐτοῦ πεπορισμένους λαβών, "ἰδού, τέκνον, ει τι οζουσιν." ἐπεβουλεύθη δὲ ὑπὸ ̓Αλιηνοῦ καὶ ὑπὸ Μαρκέλλου. φωραθέντες δὲ ὁ μὲν ̓Αλιηνὸς ἐν τοῖς βασιλείοις ἐσφάγη, τοῦ Τίτου κελεύσαντος, Μάρκελλος δὲ κριθεὶς ἐν τῷ συνεδρίῳ καὶ καταδικασθεὶς αὐτὸς ἑαυτὸν ἀνεῖλε ξυρῷ τεμὼν τὸν λαιμόν. Οὐεσπασιανὸς δὲ νοσήσας πυρετοῖς μετήλλαξεν· ὡς δέ τινες εφασαν, τοῦ Τίτου καταψευδόμενοι, φάρμακον ἐν συμποσίῳ τινὶ πεπωκώς. ἐπιτιμώντων δὲ αὐτῷ νοσοῦντι τῶν ἰατρῶν οτι νοσῶν πάντα τὰ τῇ ἀρχῇ προσήκοντα επραττε, "τὸν αὐτοκράτορα" εφη "ἑστῶτα δεῖ ἀποθνήσκειν." ἀπεβίω δὲ ζήσας ετη ἐννέα καὶ ἑξήκοντα καὶ μῆνας ὀκτὼ καὶ ἡμέρας ὀκτώ, μοναρχήσας δὲ ετη δέκα, εξ δέοντα ἡμερῶν. Τούτου δὲ τελευτήσαντος ὁ Τίτος τὴν ἀρχὴν διεδέξατο. ος μοναρχήσας ουτε φονικόν τι ουτε 3.55 ἐρωτικὸν επραξεν, η οτι μετεβάλλετο η οτι ἐπὶ βραχύτατον, ως γε ἐς ἡγεμονίαν εἰπεῖν, ἐπεβίω. δύο γὰρ ετη μετὰ τὴν αὐταρχίαν καὶ μῆνας δύο ἡμέρα τε εικοσιν εζησεν, ἐπ' ἐννέα καὶ τριάκοντα ετεσι καὶ μησὶ πέντε καὶ ἡμέραις πέντε καὶ εικοσι. διὸ καὶ ἐξ ισου αὐτὸν αγουσι τῇ τοῦ Αὐγούστου πολυετίᾳ, οτι ουτ' ἐκεῖνος ἐφιλήθη αν, εἰ ἐλάττω χρόνον ἐζήκει, ουτ' αν ουτος, εἰ πλείονα· ὁ μὲν οτι τραχύτερος κατ' ἀρχὰς διὰ τὰς στάσεις καὶ τοὺς πολέμους γενόμενος ἠδυνήθη μετὰ ταῦτα εὐεργεσίαις ἐν τῷ πολυχρονίῳ λαμπρύνεσθαι, ὁ δ' οτι ἐπιεικῶς αρξας ἐν ἀκμῇ τῆς δόξης ἀπέθανε, τάχ' αν ἐλεγχθείς, ει γε ἐβίω ἐπὶ μακρόν, οτι εὐτυχίᾳ πλείονι ἐχρήσατο η ἀρετῇ. ουτε δέ τινα τῶν βουλευτῶν ἐν τῇ αὐτοῦ ἡγεμονίᾳ ἀπέκτεινε καὶ γράμματα ἐξέθηκε βεβαιῶν πάντα τὰ ὑπὸ τῶν πρότερον αὐτοκρατόρων δοθέντα τισίν. ην δὲ περὶ χρήματα ἀκριβὴς καὶ οὐ μάτην ἀνήλισκεν· οὐδένα μέντοι ποτὲ διὰ ταῦτα ἐκόλασεν. ̓Επὶ τούτου καὶ ὁ Ψευδονέρων ἐφάνη, ος ̓Ασιανὸς ην, ἐκαλεῖτο δὲ Τερέντιος Μάξιμος, προσεοικὼς δὲ τῷ Νέρωνι καὶ τὸ ειδος καὶ τὴν φωνήν· καὶ γὰρ ἐκιθαρῴδει. εκ τε τῆς ̓Ασίας τινὰς προσεποιήσατο, καὶ ἐπὶ τὸν Εὐφράτην προχωρῶν πολλῷ πλείους ἀνηρτήσατο, καὶ τέλος πρὸς ̓Αρτάβανον τὸν τῶν Πάρθων κατέφυγεν ἀρχηγόν· ος καὶ δι' ὀργῆς τὸν Τίτον ποιούμενος ἐδέξατο τοῦτον καὶ καταγαγεῖν εἰς ̔Ρώμην παρεσκευάζετο. ̓Εν δὲ τῷ πρώτῳ τῆς ἡγεμονίας αὐτοῦ ετει πῦρ ἐν Καμπανίᾳ πολὺ κατὰ τὸ φθινόπωρον ἀθρόον ἐξήνθησε. τὸ γὰρ ορος τὸ Βέσβιον, κατὰ Νέαν ον πόλιν, εχει πυρὸς ἀφθόνους πηγάς· μέσον δέ γε μόνον πεπύρωται, τὰ δ' εξωθεν εἰσὶν απυρα. τῶν 3.56 ουν ἐν τῷ μέσῳ κραυρουμένων καὶ τεφρουμένων, αἱ μὲν πέριξ κορυφαὶ τὸ ἀρχαῖον σώζουσιν υψος, τὸ δὲ μέσον δαπανηθὲν τῷ πυρὶ κοῖλον ἐκ τοῦ συνιζάνειν ἐγένετο. καὶ ἀναδίδοται ἐξ αὐτοῦ τῆς μὲν νυκτὸς φλόξ, τῆς δ' ἡμέρας καπνὸς καὶ ποτὲ μὲν μᾶλλον, ποτὲ δὲ ηττον· ἐνίοτε δὲ καὶ τέφραν ἀναβάλλει, οταν ἀθρόον ὑφιζήσῃ, καὶ λίθους ἀναπέμπει, οταν ὑπὸ πνεύματος ἐκβιασθῇ· ἠχεῖ τε καὶ βοᾷ, μὴ συμπεπιλημένας, ἀλλ' ἀραιὰς καὶ ἐλευθέρας τὰς ἀναπνοὰς εχον. τοιοῦτον μέν ἐστι τὸ Βέσβιον· τότε δὲ κτύπος ἐξαίσιος ἐξαπίνης ὡς τῶν ὀρῶν συμπιπτόντων ἐξηκούσθη, καὶ ἀνέθορον πρῶτον μὲν λίθοι ὑπερμεγέθεις, επειτα πῦρ πολὺ καὶ καπνὸς απλετος, ὡς καὶ τὸν ηλιον συγκρυφθῆναι καὶ σκότος ἐκ φωτὸς γενέσθαι.