394
δειλίας ἀπροσδοκήτου. φόβος θεῖος ἐστὶ τῆς μελλούσης ἐπὶ phi.1816 πλημμελήμασι τιμωρίας προφυλακτικὴ ἐπὶ παρόντι κακῷ μεταμέλεια. ἰστέον, οτι διαιρεῖται ὁ φόβος εἰς εξ· εἰς οκνον· εἰς αἰδῶ· εἰς αἰσχύνην· εἰς κατάπληξιν· εἰς εκπληξιν, καὶ εἰς ἀγωνίαν. οκνος μὲν ουν ἐστι φόβος μελλούσης ἐνεργείας· αἰδὼς δὲ φόβος ἐπὶ προσδοκίᾳ ψόγου· κάλλιστον δὲ τοῦτο τὸ πάθος· αἰσχύνη δὲ φόβος ἐπὶ αἰσχρῷ πεπραγμένῳ· οὐδὲ τοῦτο ἀνέλπιστον εἰς σωτηρίαν· κατάπληξις δὲ φόβος ἐξ ἀσυνήθους φαντασίας· ἀγωνία δὲ φόβος διαπτώσεως ηγουν ἀποτυχίας· φοβούμενοι γὰρ ἀποτυχεῖν τῆς πράξεως ἀγωνιοῦμεν. Φοῖβοσ. ὁ ̓Απόλλων. η μάντις. η καθαρός. παρὰ τὸ φάος καὶ τὸ βιός· ο ἐστιν ὁ λαμπρὸν τόξον εχων. η παρὰ τὸ φάος καὶ τὸν βίον. η παρὰ τὸ φοιβάζειν, ηγουν μαντεύεσθαι. οἱ δὲ παρὰ τὸ φοίβας, ο σημαίνει τὰς κόμας. καὶ Φοιβήϊος, καὶ Φοιβίδας, καὶ Φοιβιάδης. Φοιδέρατοσ. ἀξίωμα. Φοιβόληπτοσ. ὁ μαινόμενος. Φοινικελίτησ. ὁ ἀπατεών. Φοίνικεσ. πρότερον Φοίνικες ῳκουν ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ, κἀντεῦθεν αὐτοῖς τὸ Φοινίκων ονομα· φοινικῆ γὰρ τὴν χροιὰν ἀπὸ τῶν παρακειμένων αὐτῇ πετρῶν πορφυρῶν οὐσῶν. διὸ καὶ ἐρυθρὰ λέγεται. ἐντεῦθεν μεταστάντες καὶ Συphi.1817 ρίας τὰ κατὰ θάλασσαν κατασχόντες ὁμοίως ἐκαλοῦντο Φοίνικες, οὐκέτι δὲ ἐπωνύμως. παρὰ γοῦν τὸ φοινικὸν, τὸ ἐρυθρὸν η πυῤῥὸν, γίνεται παρωνύμως Φοίνιξ. Φοινόσ. ἐρυθρός· πυῤῥός· φόνιος. η μέλας. παρὰ τὸ φόνος φονὸς ὀξυτόνως, καὶ πλεονασμῷ τοῦ ι φοινός. Φοιτηταί. μαθηταί. Φολιδωτόσ. λεπιδωτός. φολιδωτὸς χιτών. Φολκόσ. ὁ στραβός. παρὰ τὸ τὰ φάη παρέλκεσθαι. Φοντήϊοσ. κύριον. Φόνοσ. ἀπὸ τῆς φυσήσεως καὶ τοῦ ηχου τοῦ γενομένου ἐν τῇ χύσει τοῦ αιματος. η παρὰ τὸ φένω, τὸ φονεύω. Φοξίδασ. κύριον. Φοξόσ. ὁ ὀξυκέφαλος. η ὁ διεστραμμένος τὰ φάη, η τῷ φάει. η παρὰ τὸ τὰ ἐν τῷ φάει καὶ τῷ πυρὶ ἐστραμμένα ἀγγεῖα ἐν τῷ ὀπτᾶσθαι ειρηται. ἀπὸ τῶν κεραμεικῶν ἀγγείων τῶν ἐν τῇ καμίνῳ ἀπὸ τοῦ φωτὸς ὠξυμμένων, καθά φησι καὶ Σιμωνίδης· αυτη δὲ φοξόχειλος ̓Αργείη κύλιξ. Φορολόγοσ. ἀπαιτητής. Φόρτοσ. γόμος. phi.1818 Φορμόσ. ὁ καλαθίσκος. η ψίαθος. καὶ φορμίσκος. η φορμίσκος τὸ σχοινίον. οιμαι δὲ, τὸ ἐκ παπύρων λέγουσιν η βρύλλων η φοινίκων. Φόρκυσ. δαίμων θαλάσσιος. παρὰ τὸ φέρεσθαι ὠκέως. ὡς καὶ Νηρέα παρὰ τὸ ῥᾳδίως ῥεῖν. Φοινήεισ. φονευτικός. καὶ φοῖτος, ἡ μανία, καὶ φοιτόληπτος, ὁ μαινόμενος. Φοινικιστήσ. ὁ βαφεύς. Φοῖνιξ. τὸ δένδρον. Φόνον. τὴν μέχρι ἀναιρήσεως κίνησιν λέγει ὁ ̓Απόστολος· μεστοὺς φθόνου, φόνου. (Θηλυκόν.) Φόβη. ἡ θρὶξ τῆς κεφαλῆς. παρὰ τὸ φοβεροὺς ειναι τοὺς κομῶντας· οἱ γὰρ παλαιοὶ τῶν ἀνθρώπων ουτω φοβερὰν ἐνόμιζον τὴν κόμην, ωστε καὶ φόβην αὐτὴν προσηγόρευσαν. Φοβέστρα. ἡ αθλησις. Φοῖβαι. αἱ καθαραὶ καὶ λαμπραὶ τρίχες. παρὰ τὸ φάος καὶ τὸν φόβον. καὶ φοιβάδες αἱ κόμαι. εχει τὸ ˉι· ἀπὸ γὰρ τῆς φοιβαΐδος ἐστί. Φοινίκη. ἡ Συρία ἀπὸ Φοίνικος τινὸς τὸ ονομα λαβοῦσα. Φοίνισσα. ἡ ἀπὸ Φοινίκης. †Φοιτεία. ἡ μάθησις.† phi.1819 Φοιτία. ἡ πορεία. ἀπὸ τοῦ φοιτῶ, τὸ παραγίνομαι. φυτεία δὲ, ἡ φύτευσις, ψιλὸν καὶ δίφθογγον. Φολίδεσ. αἱ λεπίδες τοῦ οφεως. παρὰ τὸ λέπω, λεπὶς, ὑπερθέσει πολὶς, καὶ τροπῇ τοῦ ˉπ εἰς φ φολίς. καταχρηστικῶς δὲ καὶ τὰ μικρὰ πτερά. Φόναι. φόναι καλοῦνται οἱ τόποι, ενθα τινὲς ἀναιροῦνται. Φονεία. ἡ φόνευσις. φονῆα δὲ, τὸν φονέα, ˉη. Φορά. κίνησις ἀπὸ τόπου εἰς τόπον. η ἡ ὁρμή. †περιφορὰ δὲ, ἡ ἐν αὐτῷ τόπῳ ὁρμή.† Φορβάδων. νομάδων. Φορβειά. ὁ χαλινός. η καπίστριον. Φορίνη. τὸ ἀνθρώπινον δέρμα. παρὰ ̓Αντιφῶντι. Φόρμιγξ. ἡ κιθάρα. παρὰ τὸ προηγεῖσθαι τῆς οιμης, ο ἐστι τῆς ᾠδῆς, φόρμη καὶ φόρμιγξ. Φορτίσ. ἡ φορταγωγὸς ναῦς. καὶ ὁ θεόλογος· πλήρης παιδεύσεως ἡ φορτίς. τοῦτο λέγει· πλήρης τῶν καλῶν ἀγωγίμων ἡ τοῦ ἁγίου Βασιλείου ψυχή. (Οὐδέτερον.) Φοβερά. οσα ἐφ' ἑτέρων γινόμενα η μέλλοντα ἐλεεινά ἐστι. phi.1820 Φόβητρον. φόβημα. Φοινικοῦν. πυῤῥὸν η μέλαν. Φοινικήϊα γράμματα. ἀπὸ Φοίνικος τοῦ ̓Αγήνορος τοῦ εὑρόντος αὐτά. Φορητόν. ὑπομονητικόν. φορυτὸς δὲ, τὸ πλῆθος, ψιλόν. Φορεῖον. τὸ †βάσταγμα τὸ† ουτω λεγόμενον. φώριον