395
ἠγανάκτησε διὰ τὸν Παλαιολόγου φόνον, ἀλλὰ δῆλος ἦν ἡδόμενος ἐπὶ τῷ ἀποσκευάζεσθαι τοὺς Ζηλωτάς. Ἀπόκαυκος δὲ ἤδη πᾶσαν ἔχων τὴν ἀρχὴν αὐτὸς, παῤῥησίας τε μετέδωκεν οὐ τῆς τυχούσης τοῖς τὰ βασιλέως πράττουσι, καὶ αὐτὸς ἦν φανερὸς τὰ ἐκείνου ᾑρημένος, καὶ τῶν Ζηλωτῶν, ὅσοι μὲν ἐν λόγῳ ἦσαν, κατέκλεισεν ἐν δεσμωτηρίῳ, πρὸς Πλαταμῶνα πέμψας καὶ τὰς ἄλλας πολίχνας, ὅσαι ὑπ' αὐτῷ ἐτέλουν· τὸν δὲ ἄλλον συρφετὸν ἐξήλασε τῆς πόλεως. ἐκεῖνος δὲ εἴτε τὸν πατέρα δεδοικὼς, εἴτε τοῖς συνοῦσιν ἀπιστῶν, πρὸς τὴν ἀκρόπολιν ἐλθὼν διῆγε· καὶ Θεσσαλονικέων, ὅσοι τὰ βασιλέως ἐξαρχῆς ᾑροῦντο, οὐκέτι ὑπεστέλλοντο, ἀλλὰ μετὰ παῤῥησίας προσί 2.572 εσαν ἐκείνῳ, καὶ αὐτοῦ ὑποποιουμένου μάλιστα καὶ παρασκευάζοντος, ἣν ἔχει περὶ βασιλέα γνώμην ἕκαστος ἐκφαίνειν. ἐπεὶ δὲ πάντας ᾔδει ἀκριβῶς, μεταβαλὼν ἀθρόον, ἠργυρολόγει τοὺς πλουσίους, Καντακουζηνισμὸν ἐπικαλῶν. οἱ δὲ, ἐπεὶ ἀδύνατοι ἦσαν ἐξαρνεῖσθαι, αὐτοὶ γὰρ ἐξηλέγχθησαν ὑφ' ἑαυτῶν, ῥητὸν ἀργύριον κατέβαλον ἐπὶ τῷ αἰτίας ἀπολύεσθαι· πρὸς δὲ τοὺς ἐπιλοίπους οὐκ ἦν βαρὺς, ἀλλὰ μόνον ἐδόκει τὴν προτέραν περὶ βασιλέα γνώμην μεταβάλλειν. τὸ δὲ οὐκ ἦν, ὥσπερ ὑπωπτεύετο, ἀλλὰ τὸν πατέρα δεδοικὼς, μὴ διὰ τὸ Ζηλωτὰς καθῃρηκέναι καὶ τὰ βασιλέως δοκεῖν ᾑρῆσθαι, ἐξελαύνοιτο τῆς πόλεως, πέμψαντος ἐκείνου πρὸς ὀργὴν, ἢ καὶ δεινόν τι ἕτερον ὑποσταίη, ὑπεκρίνετο αὖθις φρονεῖν τὰ βασιλίδος, ἵν' ἐν ταὐτῷ χρηματίζοιτό τε καὶ παραιτοῖτο τὴν ὀργὴν ὑπὲρ ὧν ἐδόκει προσκεκρουκέναι. ἐπεὶ δὲ μεταξὺ τοῦ χρόνου τριβομένου ἠγγέλλετο αὐτῷ ὁ πατὴρ ἐν τοῖς Κωνσταντίνου βασιλείοις ὑπὸ τῶν δεσμωτῶν ἀνῃρημένος, οὐκέτι ὑπεκρίνετο οὐδὲν, ἀλλὰ φανερῶς τὰ βασιλέως ἔπραττε καὶ πρός τε ἐκεῖνον ἔπεμπε τοὺς μηνύσοντας, ὡς αὐτὸς ἐκ πολλοῦ τὰ ἐκείνου ᾑρημένος, οὐ μόνον διὰ τὴν ἐπιείκειαν τῶν τρόπων καὶ τὴν ἡμερότητα καὶ τὸ μόνον ἄξιον ἡγεῖσθαι Ῥωμαίων βασιλεύειν, ἀλλ' ὅτι καὶ τῷ πατρὶ πολλὰ συνῄδει σεσυκοφαντηκότι καὶ ἀδίκως πολεμήσαντι, πάλαι μὲν βουληθείη ἀποστῆναι πρὸς αὐτὸν μετὰ πρωτοστράτορος τοῦ γαμβροῦ, τὴν ἴσην καὶ ὁμοίαν καὶ 2.573 ἐκείνου γνώμην ἔχοντος, κωλυθείη δὲ ὑπὸ τοῦ πατρὸς ὑπωπτευκότος καὶ διὰ ταύτην τὴν αἰτίαν πρὸς Θεσσαλονίκην πέμψαντος. νυνὶ δὲ τοῦ καιροῦ καλῶς παρασχομένου, τὰ πάλαι κατὰ γνώμην εἰς ἔργον ἄγειν μετὰ πάνυ καλῆς καὶ θαυμασίας τῆς προσθήκης. ἄγειν γὰρ μεθ' ἑαυτοῦ καὶ Θεσσαλονίκην, μετὰ τὴν μεγάλην παρὰ Ῥωμαίοις πρώτην πόλιν, καὶ ὑποχείριον αὐτῷ ποιεῖν, οὐ μικρὸν τῆς Ῥωμαίων ἡγεμονίας μέρος οὖσαν. οὗ δὴ ἕνεκα καὶ αὐτῷ μεμηνυκέναι, ἵνα καὶ αὐτὸς συνήδοιτο, ὡς χωρὶς πραγμάτων καὶ πολέμων τηλικαύτην πόλιν ἔχων. καὶ αὐτὸς ἐκκλησίαν φανερῶς συναγαγὼν ἔκ τε τῶν ἀρίστων καὶ τῆς στρατιᾶς καὶ τῶν ἄλλων πολιτῶν τῶν μάλιστα ἐν λόγῳ, ἐβουλεύετο φανερῶς, εἰ δεῖ βασιλεῖ προσχωρεῖν τῷ Καντακουζηνῷ, καὶ αὐτὸς τὴν οἰκείαν γνώμην προετίθει, ὡς εἴη λυσιτελὲς ὑπ' ἐκείνῳ μᾶλλον εἶναι, ἢ Βυζαντίοις προσέχειν, οὐδὲ ἑαυτοῖς πρὸς ἄμυναν ἐξαρκοῦσι. καὶ πάντες ὥσπερ ἐκ συνθήματος ἐπεψηφίζοντο. Κωκαλᾶς δὲ Γεώργιος, πολλὰς μὲν καὶ αὐτὸς ὑποστὰς μεταβολὰς παρὰ τὸν τοῦ πολέμου χρόνον, ὅμως δὲ τὰ βασιλέως μᾶλλον ᾑρημένος, ἐπεψηφίζετο καὶ αὐτὸς τότε τὴν βουλήν· ὁμοίως δὲ καὶ Παλαιολόγος Ἀνδρέας, τοῖς Ζηλωταῖς μὲν πρότερον συνὼν καὶ συμπράττων ὅσα μάλιστα ἐνῆν, μέτριος δὲ εἶναι δοκῶν καὶ ἀρετῆς ἀντιποιεῖσθαι καὶ φόνων ἀπέχεσθαι καὶ ἁρπαγῶν, δι' ἃ καὶ τῶν ἄλλων Ζηλωτῶν ἐλαυνομένων, ἠξιοῦτο φειδοῦς αὐτὸς, διὰ τὴν προσοῦσαν σύνε 2.574 σιν καὶ τὴν ἐπιείκειαν τῶν τρόπων οὐδὲν πρὸς τὴν βουλὴν ἀντεῖπεν, ἀλλὰ συνεπεψηφίζετο. δῆλος δὲ ἦν ἀχθόμενος πρὸς τὰ πραττόμενα. δʹ. Ἐπεὶ δὲ ἐδέδοκτο πᾶσι κοινῇ προσχωρεῖν τῷ βασιλεῖ, πρεσβευτὰς ᾑροῦντο πρὸς Καντακουζηνὸν Μανουὴλ τὸν βασιλέως υἱὸν ἐν Βεῤῥοίᾳ διατρίβοντα, Νικόλαόν τε τὸν Καβάσιλαν καὶ Φαρμάκην. ἦν γὰρ ἐξουσίαν βασιλεὺς τῷ υἱῷ παρεσχημένος, εἴ τις τῶν πόλεων προσίοι καὶ δέοιτο αὐτοῦ εὐεργεσιῶν τινων τυχεῖν, παρέχειν μὲν ἐκεῖνον, ὅσα