395
καὶ τέφρα δὲ ἀνεφυσήθη ἀμύθητος, ὡς τῆς τε γῆς καὶ τῆς θαλάσσης καὶ τοῦ ἀέρος κατασκεδασθῆναι παντὸς καὶ τοὺς ἰχθύας τά τε ορνεα διαφθαρῆναι, καὶ δύο πόλεις, τό τε ̔Ερκουλάνεον καὶ τοὺς Πομπηίους, ἐν θεάτρῳ τοῦ δήμου αὐτῶν καθημένου, καταχωσθῆναι. τοσαύτη δ' ην ἡ τέφρα ωστε τι αὐτῆς καὶ ἐς ̓Αφρικὴν ἐλθεῖν καὶ εἰς Συρίαν καὶ εἰς τὴν Αιγυπτον καὶ εἰς αὐτὴν τὴν ̔Ρώμην· ἐξ ης υστερον λοιμώδης νόσος ἐνέσκηψεν. ̔Ο δ' ουν Τίτος τοῖς Καμπανοῖς καὶ οἰκιστὰς επεμψε καὶ χρήματα ἐδωρήσατο αλλα τε καὶ τὰ τῶν ἀκληρονομήτων. αὐτὸς δὲ οὐδὲν παρ' οὐδενός, καίτοι πολλῶν διδόντων, ἐδέξατο· πολλὰ δὲ τῶν δημοσίων εργων ἀνέστησεν οικοθεν. καὶ ἀγῶνας ἐποίησε θαυμαστούς, ἐν οις σφαιρία ξύλινα μικρὰ ανωθεν ἐρρίπτει, σύμβολον εχοντα τὸ μὲν ἐδωδίμου τινός, τὸ δὲ ἐσθῆτος, αλλο χρυσοῦ, ιππων, ὑποζυγίων, βοσκημάτων, ἀνδραπόδων· α οἱ ἁρπάζοντες πρὸς τοὺς 3.57 δοτῆρας αὐτῶν ἀπάγοντες τὸ ἐπιγεγραμμένον ἐλάμβανον. Τούτου ἐστὶ καὶ ἡ ἀοίδιμος ἐκείνη φωνὴ εἰπόντος "σήμερον οὐκ ἐβασίλευσα, ἐπεὶ οὐδένα εὐηργέτησα." Τούτου τῷ δευτέρῳ ετει Λίνος ὁ πρῶτος ἐπίσκοπος τῆς ̔Ρωμαίων ἐκκλησίας τελευτῶν ̓Ανεγκλήτῳ τὴν ἀρχιερωσύνην παρέδωκε. Τῷ δ' ἐπιγενομένῳ ετει μετήλλαξεν ὁ Τίτος, ὡς μὲν φήμη κρατεῖ, πρὸς τοῦ ἀδελφοῦ ἐπιβουλευθείς, ὡς δ' ενιοι γράφουσι, νοσήσας. εμπνουν μέντοι αὐτὸν ετι οντα καὶ τάχα περιγενέσθαι δυνάμενον ἐς λάρνακα πλήρη χιόνος ὁ ∆ομετιανὸς ἐνέβαλεν, ὡς δεομένης τῆς νόσου τάχα τινὸς περιψύξεως. ἀποψύχων δὲ εἰπεῖν λέγεται οτι "εν μόνον ἐπλημμέλησα·" τί δὲ τοῦτο ην οὐ διεσάφησε. τινὲς μὲν ουν λέγουσιν οτι τὴν ∆ομιτίαν εσχε τὴν γυναῖκα τοῦ ἀδελφοῦ, ετεροι δὲ οτι τὸν ∆ομετιανὸν οὐκ ἀπέκτεινεν ἐπιβουλεύοντά οἱ σαφῶς, ἀλλ' αὐτός τε ὑπ' ἐκείνου ἐφθάρη καὶ τὴν τῶν ̔Ρωμαίων ἀρχὴν ἀνδρὶ τοιούτῳ ἐξέδωκεν. Ετι γοῦν τοῦ Τίτου ἐμπνέοντος ὁ ∆ομετιανὸς εις τε τὴν ̔Ρώμην ἀφίππευσε καὶ εἰς τὸ στρατόπεδον εἰσελήλυθε καὶ τὴν ἐπίκλησιν καὶ τὴν ἐξουσίαν τοῦ αὐτοκράτορος ελαβεν. ην δὲ θρασὺς καὶ ὀργίλος καὶ 3.58 ἐπίβουλος καὶ κρυψίνους· ανθρωπον δὲ ἐφίλησε μὲν ἀληθῶς οὐδένα πλήν τινων γυναικῶν, ἐπλάττετο δὲ ἀγαπᾶν ον μάλιστα κτεῖναι ηθελεν. απιστος γοῦν καὶ πρὸς τοὺς χαριζομένους αὐτῷ καὶ ὑπηρετοῦντας εἰς τὰ δεινότατα ην. καὶ ὁπότε τινὲς αὐτῷ η πλεῖστα πορίσειαν χρήματα η πολλοὺς συκοφαντήσειαν, τούτους ἐκτίννυεν, ιν' ὑπ' αὐτῶν μόνων δοκῇ προβαίνειν τὰ ἀδικήματα. κάκιστος δὲ ων καὶ τοὺς τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ φίλους ἀτίμως ειχε, τοὺς δὲ καὶ διώλεσε. καὶ τὴν γυναῖκα αὐτοῦ ∆ομιτίαν ὡς ἐπὶ μοιχείᾳ ἀπεπέμψατο, τὸν Πάριν τὸν ὀρχηστὴν ἐν μέσῃ τῇ ὁδῷ δι' αὐτὴν φονεύσας, καὶ τῇ ἀδελφιδῇ ̓Ιουλίᾳ συνῆν ἀπαρακαλύπτως ὡς γαμετῇ. ειτα δεηθέντος τοῦ δήμου κατηλλάγη μὲν τῇ ∆ομιτίᾳ, ἐχρῆτο δ' οὐδὲν ηττον τῇ ̓Ιουλίᾳ. Καὶ μετὰ ταῦτα εἰς Γαλατίαν ἐξορμήσας, καὶ λεηλατήσας τινὰ τῶν πέραν ̔Ρήνου τὸν ἐνσπόνδων, ὠγκοῦτο ως τι μέγα κατωρθωκὼς καὶ τοῖς στρατιώταις ἐπηύξησε τὴν μισθοφοράν, τάχα διὰ τὴν νίκην. πέντε γὰρ καὶ ἑβδομήκοντα δραχμὰς ἑκάστου λαμβάνοντος, ἑκατὸν ἐκέλευσε δίδοσθαι. μεταμεληθεὶς δὲ τὴν μὲν ποσότητα οὐκ ἐμείωσε, τὸ δὲ πλῆθος τῶν στρατευομένων συνέστειλε. καὶ ἑκατέρωθεν μεγάλα τὸ δημόσιον εβλαψε, μήθ' ἱκανοὺς τοὺς ἀμύνοντας αὐτῷ καὶ τούτους μεγαλομίσθους ποιήσας. καὶ τοῖς θεραπεύουσι δὲ καὶ τοῖς μή, ἀμφοτέροις ὁμοίως ηχθετο, τοῖς μὲν ὡς θωπεύουσι, τοῖς δὲ ὡς καταφρονοῦσι. νίκας δὲ ψευδεῖς προσποιούμενος, υπατος μὲν ἐπ' ετη δέκα, τιμητὴς δὲ διὰ βίου κεχειροτόνητο. Πολλοὶ δὲ τῶν ὑποτελῶν ̔Ρωμαίοις ἀφίσταντο, χρήματα βιαίως πρασσόμενοι, ὡς καὶ οἱ Νασαμῶνες. 3.59 τούς τε γὰρ τῶν χρημάτων πράκτορας εφθειραν καὶ τὸν Νουμιδίας αρχοντα Φλάκκον ἐπελθόντα σφίσιν ηττησαν ουτως ὡς πορθῆσαι καὶ τὸ στρατόπεδον. εὑρόντες δὲ ἐν αὐτῷ ταλλα τε ἐπιτήδεια καὶ οινον, ἐμπλησθέντες υπνωσαν. καὶ γνοὺς ὁ Φλάκκος τοῦτο ἐπέθετο αὐτοῖς καὶ πάντας ἀπώλεσε καὶ τοὺς ἀπομάχους διέφθειρεν απαντας. ἐφ' ῳ ὁ