395
δὲ, κλέμμα, μέγα καὶ ˉι. Φοσσάτον. *ὁ στρατός.* ( ̔Ρῆμα.) Φοιτῶ. ὁρμῶ, παραγίνομαι. ὡς παρὰ τὸ πόρος πορῶ καὶ πορεύομαι παράγωγον, ουτω καὶ παρὰ τὸ ὁδὸς γίνεται ὁδῶ, καὶ τροπῇ τοῦ ˉδ εἰς ˉτ ὁτῶ, καὶ πλεονασμῷ τοῦ ˉφ καὶ ˉι φοιτῶ. Φοινίξαι. αἱμάξαι. πυρῶσαι. βάψαι. ἀπὸ τοῦ φοίνικος, οτι πυῤῥός ἐστιν. η ἀπὸ τοῦ φόνου. Φοδέραι. ὀρύξαι. †Φολύνει. πιμπλᾷ.† †Φολύσσω. ἐξαλείφω.† Φονῶντεσ. φοινικῶς πνέοντες η φρονοῦντες. φωνοῦντες δὲ, ἀντὶ τοῦ βοῶντες, μέγα. Φορύνετο. τῷ αιματι ἐφυρᾶτο, ἐμολύνετο. καὶ φορύνω. phi.1821 Φορμοκοιτεῖν. τὸ ἐπὶ ψιάθου κεῖσθαι. Φόσαι. ὀρύξαι. Φουλκίζω. ....... Φόωντα. ψηλαφῶντα. οἱ δὲ λαμπρύνοντα. Ομηρος· καὶ ἀγκύλα τόξα φόωντα. ( ̓Επίῤῥημα.) Φοράδην. φερόμενος· ὁρμητικῶς· η βαστακτικῶς. Τὸ Φ μετὰ τοῦ Ρ. ( ̓Αρσενικόν.) Φράδμονοσ. τοῦ ἐμπείρου. Φράτοροσ. συγγενοῦς. Φράρησ. κύριον. Φράτορεσ. διδάσκαλοι, πατέρες η συγγενεῖς. phi.1822 κατὰ τὴν ̔Ρωμαίων διάλεκτον. οιμαι δὲ παρὰ τὸ φατρία, η παρὰ τὸ φράζειν. Φραγμόσ. καὶ ὁ νόμος. τὸν νόμον ἀεὶ ειωθεν ἡ θεία γραφὴ καλεῖν φραγμόν. ὡς τό· τί διεκόπη διὰ σὲ φραγμός. περὶ τοῦ νέου δὲ λαοῦ τοῦτο φασὶν εἰρῆσθαι· παραγενόμενος γὰρ ουτος τὸν νόμον κατέλυσε. †Φρενόλειπτοσ. ὁ ἀναίσθητος. ὁ δὲ φρόνιμος, ˉη.† Φρεώρυξ καὶ φρεωρύχοσ. ὁ τὰ φρέατα ὀρύσσων. φρεορύκτης δὲ, μικρόν. Φρενήρησ. φρόνιμος. καὶ ὁ παράφρων. Φρενόληπτοσ. ἀναίσθητος. †Φρικαλέων. περιφόβων.† Φριτηγέρνησ. κύριον. Φριμαγμόσ. ὁ χρεμετισμός. Φριξότριχα. τὰς τρίχας ὀρθοῦντα. Φρίξοσ. κύριον. καὶ πόλις. phi.1823 Φρόνιμοσ. φρῶ ἐστι ῥῆμα, οπερ ἀπὸ τοῦ προΐω γέγονε, πρῶ καὶ φρῶ κατὰ συγκοπὴν καὶ τροπήν· ἀφ' ου ονομα ῥηματικὸν φρὼν, καὶ ἐν συνθέσει σώφρων καὶ ευφρων· ου παράγωγον φραίνω· ἐξ ου καὶ τὸ φρήν. τοῦ ουν φρὼν ὀνόματος ἡ γενικὴ φρονὸς, ου παράγωγον φρόνιμος· καὶ ἡ φρόνις παρ' ̔Ομήρῳ· -κατὰ δὲ φρόνιν ηγαγε πολλήν. ἐκ τοῦ φρόνησιν κατὰ συγκοπὴν φρόνιν. ὁ δὲ Μιλήσιος Ωρος ἐκ τῆς φρὼν φρονὸς γενικῆς φρόνις, καὶ ἡ αἰτιατικὴ τὴν φρόνιν. Φρουρόσ. ὁ φύλαξ. παρὰ τὸ προορᾷν. Φρονιματίασ. ὁ μωρός. Φρυαγμόσ. ἠχὴ τὶς ἀσημοτάτη, πνεύματι ῥαγδαίῳ συμμιγὴς, διὰ τῆς τῶν ιππων καὶ ἡμιόνων ῥινὸς ἐκπίπτουσα. δρῶσι δὲ τοῦτο μάλιστα, οταν παραιτούμενοι ωσι τὰς τῶν τιθασσευόντων θεραπείας. †Φρυμόσ. τὸ ζῶον.† Φρύνοι. οἱ βάτραχοι. Φράτηρ. παρὰ τὸ φράτωρ, ο σημαίνει τὸν ἀδελφόν. η παρὰ τὸ πατὴρ, πράτηρ καὶ τροπῇ τοῦ ˉπ εἰς ˉφ φράτηρ. (Θηλυκόν.) Φράσισ. ἑρμηνεία τὶς τῶν ἀσαφῶν. οθεν καὶ οἱ Σαδδουκαῖοι ἠρώτων τὸν κύριον φράσαι αὐτοῖς τὴν παραβολὴν ταύτην, ηγουν ἑρμηνεῦσαι. ειρηται δὲ παρὰ τὸ φρῶ, οπερ ἐκ τοῦ προϊῶ. φρῶ ουν τὸ φράζω, ὡς φοιτῶ φοιτάζω. Φραδμοσύνη. ἡ ἐμπειρία. Φρεατία. ἡ ορυξις. Φρενῖτισ. νόσος. phi.1824 Φρήν. φρόνησις. νοῦς. ἀπὸ τοῦ προϊῶ, πρῶ καὶ φρῶ, φρὴν, ἀφ' ης προΐεται τὰ βουλεύματα. Φρήτρα. φατρία· συγγένεια. φήτρα, καὶ πλεονασμῷ τοῦ ρ φρήτρα. καὶ φρήτρη κατὰ μετατροπήν. Φρίκη. τρόμος. Φρίξ. ἡ ἐξ ἐπιπολῆς κίνησις τοῦ τρόμου. η φρίκα τὴν ἐπιφάνειαν τοῦ υδατος. φρὶξ γὰρ ἡ εὐθεῖα. ἀπὸ τοῦ φρίξω μέλλοντος, ἀποβολῇ τοῦ ω, φρίξ. ὡς τὸ ἁρπάζω, ἁρπάξω, αρπαξ. Φρόνησισ. ἀκρίβεια νοός. η δεινότης τῶν συντεινόντων πρὸς σωφρονισμὸν σκοποῦσα. η ἀρετὴ τοῦ δοξαστικοῦ μέρους τῆς ψυχῆς. φρονήσεως μὲν εργον τὸ στρατηγεῖν πρὸς τὰς ἀντικειμένας δυνάμεις, καὶ τῶν μὲν ἀρετῶν ὑπερασπίζειν, πρὸς δὲ τὰς κακίας παρατάττεσθαι, τὰ δὲ μέσα πρὸς τοὺς καιροὺς διοικεῖν. φρόνησις δὲ ειρηται παρὰ τὸ φέρειν ονησιν. ἰστέον, οτι τέσσαρες ἀρεταί εἰσιν· φρόνησις, ἀνδρεία, σωφροσύνη καὶ δικαιοσύνη· ας καὶ μεμαθήκαμεν παρὰ τοῦ δικαίου Γρηγορίου. καὶ φρονήσεως μὲν εργον ελεγεν ειναι τὸ θεωρεῖν τὰς νοερὰς καὶ ἁγίας δυνάμεις δίχα τῶν λόγων· τούτοις γὰρ ὑπὸ τῆς σοφίας μόνης δηλοῦσθαι παρέδωκεν. ἀνδρείας δὲ, τὸ ἐγκαρτερεῖν τοῖς ἀληθέσι, καὶ πολεμούμενον μὴ ἐμβατεύειν εἰς τὰ μὴ οντα. τὸ δὲ παρὰ τοῦ πρώτου γεωργοῦ δέχεσθαι σπέρμα καὶ ἀπωθεῖσθαι τὸν ἐπισπορέα τῆς σωφροσύνης ιδιον ἀπεκρίνατο. δικαιοσύνη δὲ, τὸ κατ' ἀξίαν ἑκάστῳ λόγους