396
νομίζοι προσήκοντα καὶ δυνατά· στέργειν δὲ αὐτὸν καὶ κατὰ μηδένα τρόπον πειρᾶσθαι καταλύειν. ἃ καὶ Θεσσαλονικεῖς εἰδότες, ἔπεμπον τοὺς πρέσβεις πρὸς ἐκεῖνον καὶ ᾐτοῦντο οὐ μόνον ἀτέλειαν κοινῇ τῇ πόλει, ἀλλὰ καὶ πριμμικηρίῳ τε τῷ μεγάλῳ καὶ τοῖς ἄλλοις τῶν δυνατωτέρων ἰδίᾳ τιμὰς καὶ προσόδους τὰς προσηκούσας καὶ τῇ στρατιᾷ καὶ τοῖς ἄλλοις μετ' ἐκείνους ἑκάστῳ κατὰ τὴν ἀναλογίαν. ὁ τοῦ βασιλέως δὲ υἱὸς δίκαιον νομίσας μηδὲν μικρολογεῖν, τηλικαύτην γε πόλιν μέλλων προσάγειν πατρὶ τῷ βασιλεῖ, πάντα ὅσα ᾐτοῦντο παρείχετο οἱ πρέσβεις, καὶ πολλὴν τὴν φιλοτιμίαν περὶ τὰς εὐεργεσίας ἐπεδείκνυτο. ἐπεὶ δὲ εἰς Θεσσαλονίκην οἱ πρέσβεις ἐπανῆκον φέροντες καὶ τὰς βασιλέως εὐεργεσίας, ἡ πόλις μὲν ἤδη πᾶσα φανερῶς εὐφήμει βασιλέα, καὶ διὰ πάσης γλώσσης ᾔδετο, καὶ ἡ στρατιὰ καὶ οἱ ἄλλοι πάντες ταῖς δεδομέναις τιμαῖς ἠρκοῦντο. Ἀνδρέας δὲ 2.575 ὁ Παλαιολόγος ἐδυσχέραινεν ἄλλων προτιμωμένων, ὧν ᾤετο αὐτὸς δίκαιος εἶναι ὑπερέχειν, καὶ ἀντεῖπε φανερῶς πάντων ἠθροισμένων ἐν τῇ Ἀποκαύκου οἰκίᾳ· καὶ διχοστασίας γενομένης, ἀσυντάκτως ἀνεχώρει. ἐκεῖνοι δὲ ὑπολειφθέντες, ἐθορύβουν μόνον καὶ τῶν δεόντων οὐδὲν ἐποίουν· δείσας δὲ ὁ Παλαιολόγος μὴ ὑπ' ἐκείνων διαφερομένων παραπόληται, αὐτίκα τὴν πρὸς θάλασσαν πύλην, ὥσπερ τινὰ κατελάμβανε φυλακήν· περὶ ἣν οἰκοῦσι πᾶν τὸ ναυτικὸν, οἱ πλεῖστοί τε ὄντες καὶ πρὸς φόνους εὐχερεῖς, ἄλλως τε καὶ ὡπλισμένοι πάντες, ὥσπερ τὸ κράτιστόν εἰσι τοῦ δήμου, καὶ σχεδὸν ἐν ταῖς στάσεσι πάσαις αὐτοὶ τοῦ παντὸς πλήθους ἐξηγοῦνται προθύμως ἑπομένου, ᾗ ἂν ἄγωσιν αὐτοί· ἔχουσι δὲ καὶ ἰδιάζουσαν ἀρχὴν αὐτοὶ παρὰ τὴν τῆς ἄλλης πόλεως· ὧν ἐκεῖνος τότε ἦρχε. διά τε οὖν τὸ ἄρχειν καὶ τὴν ἄλλην εὔνοιαν, ἣν εἶχον πρὸς αὐτὸν, προθύμως ὑπὲρ ἐκείνου ἀνελάμβανον τὰ ὅπλα καὶ ἀμύνεσθαι ἦσαν ἕτοιμοι παντὶ τῷ ἐπιόντι. Κωκαλᾶς δὲ οὐδ' αὐτὸς μὲν ἡσυχάζειν ἐγίνωσκεν ἐν τοῖς παροῦσιν, ἀλλὰ περὶ τῆς ἀρχῆς ἐπεβούλευεν Ἀποκαύκῳ· μᾶλλον γὰρ ἑαυτῷ ἢ ἐκείνῳ ᾤετο προσήκειν. ἐλέγετο δὲ καὶ ὑπωπτευκέναι ἠδικῆσθαι παρ' ἐκείνου πρὸς τὸν γάμον· δι' ἃ ἐβούλετο εἰ δύναιτο διαφθείρειν. φανερῶς μὲν οὖν ἐκεῖνος οὐκ ἀντικαθίστασθαι ἐδόκει, ἀλλὰ πρεσβεύων παρ' ἑκατέροις ἐπὶ τῷ διαλύειν, μᾶλλον συνέκρουε καὶ παρώξυνε τὸν πόλε 2.576 μον. Παλαιολόγος δὲ τοὺς Ζηλωτὰς, ὅσοι περὶ Θεσσαλονίκην ἦσαν, μετεκαλεῖτο· ἔνιοι δὲ καὶ κατακρυπτόμενοι ἐν ἀδύτοις ἐξαίφνης ἀνεφαίνοντο. καὶ ὁ δῆμος ἅπας ἐξεκυμαίνετο ὑπ' αὐτῶν, καὶ δῆλοι ἦσαν αὖθις χωρήσοντες ἐπὶ τοὺς ἀρίστους. ὁ μέγας δὲ πριμμικήριος μετὰ τῶν ἄλλων πολιτῶν καὶ τῆς στρατιᾶς ὑπὲρ ὀκτακοσίους ὄντες, ὡς ἐλέγετο, δεινὰ ἐποιοῦντο, εἰ Παλαιολόγου μόνου μετὰ τῶν παραθαλασσίων, ὁ γὰρ ἄλλος δῆμος οὐδέπω οὐδετέροις καθαρῶς προσέκειτο, τοσοῦτοι ὄντες ἡττηθεῖεν· ὅμως Ἀπόκαυκος οὐκ ἠμέλει τοῦ μὴ χωρεῖν πρὸς τὰς συμβάσεις, ἀλλὰ πρὸς τὸν Παλαιολόγον ἔπεμπε τὸν Κοτεανίτζην πρεσβευτὴν, τῆς στρατιᾶς ὄντα ἡγεμόνα, διαλεξόμενον περὶ εἰρήνης. πρὶν δέ τι πρὸς ἐκεῖνον εἰπεῖν, οἱ Ζηλωταὶ προσπεσόντες, οὐ γὰρ ἐδόκει ἡ εἰρήνη αὐτοῖς λυσιτελεῖν, πολλὰς μὲν προσήνεγκαν πληγὰς καὶ ξίφεσι καὶ δορατίοις· καταβαλεῖν δὲ οὐκ ἠδυνήθησαν τεθωρακισμένον ἔνδον ὄντα, ἀλλ' ἐξέφυγε, τὴν χεῖρα μόνην ἐπὶ τῷ καρπῷ τραυματισθείς. Ἀπόκαυκος δὲ ἐπεὶ τὴν αὐθάδειαν ἐπύθετο, ὥρμησε μὲν ἐπελθεῖν τοῖς παραθαλασσίοις καὶ τοῖς Ζηλωταῖς ὑπὸ Παλαιολόγον τεταγμένοις, καὶ ῥᾳδίως ἂν ἐκράτησεν, ἔτι ἀπαρασκεύοις ἐπελθὼν, τοῦ τε δήμου μήπω παντὸς αὐτοῖς συντεταγμένου· ἐπέσχε δὲ ὁ Κωκαλᾶς ἀπατήσας ἐν προσχήματι βουλῆς. ἐπηγγέλλετο γὰρ αὐτὸς χωρὶς αἱμάτων Παλαιολόγον πείσειν πρὸς αὐτοὺς ἐλθεῖν καὶ συμφρονῆσαι. ἅμα δὲ, ἐπεὶ ἤδη ἐπεγένετο καὶ ἡ 2.577 νὺξ, Ἀπόκαυκος μὲν μετὰ τῆς στρατιᾶς καὶ τῶν ἄλλων πολιτῶν πρὸ τῆς ἀκροπόλεως ηὐλίσαντο τὴν νύκτα ὡπλισμένοι. Παλαιολόγος δὲ αὖθις ἐπὶ τῆς πρὸς θάλασσαν πύλης μετὰ τῶν παραθαλασσίων καὶ τῶν Ζηλωτῶν διενυκτέρευε, καὶ σύγχυσις δεινὴ καὶ ἀταξία τὴν