396
∆ομετιανὸς ἐπαρθεὶς ειπε πρὸς τὴν βουλὴν οτι "Νασαμῶνας ἐκώλυσα ειναι." ηδη γὰρ καὶ θεὸς ἠξίου νομίζεσθαι, καὶ δεσπότης καλούμενος καὶ θεὸς ὑπερηγάλλετο. ταῦτα οὐ μόνον ἐλέγετο, ἀλλὰ καὶ ἐγράφετο. ἐν δὲ θέᾳ ὑετοῦ πολλοῦ καὶ χειμῶνος σφοδροῦ ἐξαίφνης γενομένου οὐδένα ειασεν ἐκ τῆς θέας ἀπαλλαγῆναι, ἀλλ' αὐτὸς μανδύας ἀλλασσόμενος ἐκείνοις οὐδὲν μεταμφιάσασθαι παρεχώρησε· κἀντεῦθεν πολλοὶ νοσήσαντες ἐτελεύτησαν. τοὺς δ' ὑπ' αὐτοῦ κολασθέντας ἐξαριθμήσασθαι οὐκ αν τις δύναιτο. συχνοὶ δὲ καὶ ανδρες καὶ γυναῖκες τῶν πλουσίων ἐπὶ μοιχείᾳ ἐκολάσθησαν· ων ενιαι καὶ ὑπ' αὐτοῦ ἐμοιχεύθησαν. καὶ αλλαις δ' αἰτίαις πολλοὶ καὶ ἐζημιώθησαν καὶ ἀπέθανον. γυνὴ γάρ τις οτι ἐναντίον εἰκόνος αὐτοῦ ἀπεδύσατο ἐφονεύθη, καὶ ετερος ὡς ἀστρολόγοις ὡμιληκώς. Μέτιον δέ τινα, ον ἡ φήμη μοναρχῆσαι μέλλειν ἐκήρυττεν, ἐξορίσας ἐφόνευσεν, ἐγκαλέσας αὐτῷ οτι ἐν τοῖς τοῦ κοιτῶνος τοίχοις ειχε γεγραμμένην τὴν οἰκουμένην. καὶ σοφιστήν τινα, οτι ἀσκῶν μελέτην κατὰ τυράννων συνεγράψατο, θανάτῳ ἐκόλασε. πολλοὶ δὲ καὶ ὡς φιλοσοφοῦντες διώλοντο, καὶ οἱ λοιποὶ ἐξηλάθησαν. Τοιαῦτα δὲ πράττων ἐπεβουλεύθη παρά τε Παρθενίου καὶ Σιγήρου τῶν προκοίτων αὐτοῦ καὶ ̓Εντέλλου τοῦ τὰ τῆς ἀρχῆς βιβλία διέποντος καὶ 3.60 Στεφάνου ἀπελευθέρου. τὴν δ' ἐπιβουλὴν ουτε ἡ γυνὴ αὐτοῦ ∆ομιτία ἠγνόησεν ουτε ὁ επαρχος Νωρβανὸς ουτε ὁ συνάρχων Πετρώνιος. η τε γὰρ ∆ομιτία ὑπ' αὐτοῦ μισουμένη ἐδεδίει μὴ ἀποθάνῃ καὶ οἱ αλλοι οὐκέτ' αὐτὸν ἐφίλουν. λέγεται δὲ οτι πάντας αμα αὐτοὺς ὁ ∆ομετιανὸς ὑποπτεύων ἀποκτεῖναι ἐμελέτα, καὶ τὰ ὀνόματα αὐτῶν ἀπογραψάμενος ἐν τῇ κλίνῃ ὑπέθετο ὑπὸ τὸ προσκεφάλαιον· καί τι παιδίον τὴν ἀπογραφὴν ἀφελόμενον εφερε, μὴ εἰδὸς τί φέρει. ἐντυχοῦσα δὲ ἡ ∆ομιτία αὐτῷ, καὶ ἀναγνοῦσα τὰ γεγραμμένα, κἀκείνοις ἐμήνυσε· κἀκ τούτου συνετάχυναν τὴν ἐπιβουλήν. Καὶ πολλὰ δὲ σημεῖα ἐγένοντό οἱ οὐκ αισια. Λαργῖνος δέ τις Πρόκλος, ἐν Γερμανίᾳ προειπὼν οτι κατὰ τήνδε τὴν ἡμέραν τελευτήσει ὁ ∆ομετιανός, ἐπέμφθη διὰ τοῦτο συσχεθεὶς εἰς τὴν ̔Ρώμην· καὶ ἐρωτηθεὶς παρ' αὐτοῦ εφη καὶ τότε ουτω γενήσεσθαι. καταδικασθεὶς δὲ θανεῖν ἀνεβλήθη, οπως μετὰ τὴν ἡμέραν ἐν ῃ εφη ἀποθανεῖσθαι μέλλειν τὸν ∆ομετιανὸν φονευθῇ· σφαγέντος δὲ τοῦ ∆ομετιανοῦ κατ' ἐκείνην, ἐσώθη. ετερος δέ τις εἰπὼν αὐτῷ ὁπότε καὶ οπως φθαρήσεται, ἠρωτήθη ὁποίῳ καὶ αὐτὸς τρόπῳ θανεῖται· καὶ φήσας ὡς ὑπὸ κυνῶν ἀναλωθήσεται, ζῶν κατεκρίθη καυθῆναι καὶ τῷ πυρὶ προσερρίφη. ὑετοῦ δὲ καταρραγέντος πολλοῦ ἡ μὲν πυρὰ ἐσβέσθη, ἐκεῖνον δὲ ὀπίσω τὼ χεῖρε δεδεμένον καὶ ἐπικείμενον αὐτῇ κύνες εὑρόντες διεσπάραξαν. Τῷ δὲ ∆ομετιανῷ τὸ μεσημβρινὸν ἀναπαυομένῳ τὸν Στέφανον ὡς τῶν αλλων ἐρρωμενέστερον εἰσέπεμψεν ὁ Παρθένιος. καὶ ἐπλήγη μὲν ὁ ∆ομετιανός, οὐ μὴν καιρίαν, ἀλλὰ καταβληθεὶς ὑπ' αὐτοῦ εκειτο· 3.61 ειτ' αυθις ὑπ' ἐκείνου καὶ ἑτέρων προσκατειργάσθη. καὶ ὁ μὲν ουτω κατεσφάγη, καὶ ὁ Στέφανος δὲ προσαπώλετο, συνδραμόντων ἐπ' αὐτὸν τῶν οὐ μετεσχηκότων τῆς συνωμοσίας. ̓Απολλώνιος δὲ ὁ Τυανεύς, φιλόσοφος δὲ ην ουτος Πυθαγορικός, γόης δὲ μάλιστα, ἐν ̓Εφέσῳ τότε διάγων καὶ τῷ πλήθει διαλεγόμενος κατὰ τὴν ωραν καθ' ην ὁ ∆ομετιανὸς ἀνῃρεῖτο, ὡς υστερον ἐκ τῶν ἑκατέρωθεν γενομένων ἠκριβώθη, ἐπί τινα ωραν ἐνεὸς εστη, ειτα ἐξεβόησεν "ευγε, Στέφανε, παῖε τὸν ἀλιτήριον· επληξας, ετρωσας, ἀπέκτεινας." τοῦτο δὲ καὶ ὁ Φιλόστρατος τὸν τοῦ ̓Απολλωνίου βίον συγγεγραφὼς ουτως ἀνέγραψεν. Εζησε δὲ ∆ομετιανὸς ετη πρὸς τέσσαρσι τεσσαράκοντα καὶ μῆνας δέκα καὶ ἡμέρας εξ καὶ εικοσιν, ἐμονάρχησε δὲ πεντεκαίδεκα καὶ ἡμέρας πέντε. Τῷ δὲ τετάρτῳ ετει τῆς αὐτοῦ βασιλείας ὁ τῆς ̓Αλεξανδρέων ἐκκλησίας πρῶτος μετὰ Μάρκον τὸν ἀπόστολον ἀρχιερεὺς γεγονὼς ἐτελεύτησε, καὶ ̓Αβίλιος αὐτὸν διεδέξατο, δεύτερος ἐπίσκοπος ̓Αλεξανδρείας γενόμενος. τῷ δωδεκάτῳ δ' ετει τῆς ἡγεμονίας αὐτοῦ τελευτήσαντος ̓Ανεγκλήτου Κλήμης τὴν ἀρχιερωσύνην τῆς ̔Ρώμης παρέλαβε, τρίτος ταύτης χρηματίσας ἐπίσκοπος, κατὰ τὸν Εὐσέβιον. Ουτος ὁ