396
ἀποδιδόναι, τὰ μὲν σκοτεινῶς ἀπαγγέλλουσα, τὰ δὲ δι' αἰνιγμάτων σημαίνουσαν, τὰ δὲ καὶ φανεροῦσαν πρὸς ἀσφάλειαν τῶν ἁπλουστέρων. phi.1825 Φρυγανεία. ἡ ξυλεία, καὶ ἡ ξύλευσις. Φρυγία. χώρα. Φρυκτωρία. δᾳδουχία, λαμπαδουχία. ειτουν φυλακὴ νυκτερινὴ, η λαμπάς. (Οὐδέτερον.) Φραγέλιον. σειρὰ ἐκ σχοινίου πεπλεγμένη, η καλεῖται μάστιξ. καὶ Φράγελοι, εθνος ̓Ιταλικόν. Φρέαρ. ἀπὸ τοῦ φρῶ, τὸ δὲ ἀπὸ τοῦ προϊῶ καὶ κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ π εἰς φ πρῶ καὶ φρῶ. οθεν φρέαρ, ὡς σθένω, σθέναρ· πρόεισι γὰρ τὴν τῶν ὑδάτων ῥύμην. καὶ φρείατα, τὰ φρέατα. Φροίμια. τὸ προοίμια. Φρόνημα. βούλημα. θέλημα. φρόνιμα δὲ ἐπὶ πληθυντικοῦ, ι. Φροντιστήριον. μοναστήριον, η διατριβή. μοναστήριον οἱ ̓Αττικοὶ σεμνεῖον καλοῦσι. Φροῦδα. ἀφανῆ· αφαντα. ἐκ τοῦ ὁδὸς καὶ τῆς πρὸ προθέσεως, πρόοδος, καὶ κατὰ συναλοιφὴν τῶν δύο οο προῦδος καὶ φροῦδος, ὁ προπορευόμενος καὶ ἀφανὴς, ηγουν ὁ μὴ φαινόμενος. Φρούριον. κάστρον, ὀχύρωμα. οὐκ ἀπὸ τοῦ φρουρός· φρουρεῖον γὰρ ην διὰ τῆς ει διφθόγγου. Φρύαγμα. κίνημα ατακτον. phi.1826 ( ̔Ρῆμα.) Φράζω. ἐκ τοῦ φρῶ, οπερ ἐκ τοῦ προϊῶ. φρῶ ουν τὸ φράζω. ὡς φοιτῶ φοιτάζω, καὶ βῶ βάζω, ουτως ουν καὶ φρῶ φράζω. τῶν γὰρ νοηθέντων εκδοσιν καὶ δεῖξιν διὰ τοῦ φράζεσθαι ποιούμεθα. Φράζω. τὸ λέγω. καὶ φράσαι τὸ ἑρμηνεῦσαι. καὶ φράσαντος. Φρεναπατᾶ. χλευάζει, διαπαίζει. Φρενιτιᾷ. Φριμάσσω. ἀναπηδῶ. χρεμετίζω. Φριμαγμένοσ. κολοβὸς τοῖς ἱματίοις. Φρίσσω. τὸ φοβοῦμαι. Φρίσσειν. κυρίως τὸ ἐξορθοῦν τὰς τρίχας. οιον θρίσσειν καὶ φρίσσειν. παρὰ τὸ θρὶξ, τριχός. Φρονεῖν. σημαίνει καὶ τὸ νοεῖν, καὶ τὸ φρόνημα εχειν. Φρουρεῖ. φυλάσσει. †Φρυγόων. φεύγων.† Φρυκτωρῶ. λάμπω. Φρυάττειν. καταπλήττειν. Φρυασσόμενοι. ἐπαιρόμενοι. ἀπὸ τοῦ φρυάσσω ῥήματος. Φραγγελλωθῇσ. μαστιχθῇς. Φρασάμενοσ. σκεψάμενος. phi.1827 Τὸ Φ μετὰ τοῦ Υ. ( ̓Αρσενικόν.) Φυλάσιοι. οἱ ἐμφύλιοι. Φυλέτησ. ὁ ὁμογενής. †Φυλεύσ. ἀλώπηξ.† †Φύλιψ. ἡ θρίξ.† Φύξηλισ. ὁ φευγοπόλεμος. Φυτοκόμοσ. γεωργός· κηπωρός. Φυτοσκάφοσ. ὁ τὰ φυτὰ παρασκάπτων. φυτόσκαφος δὲ, ἡ γῆ, ἡ τὰ φυτὰ ἐσκαμμένα εχουσα. Φυτάλμιος Ζεύσ. φοιτάλμιος δὲ Ποσειδῶν, ὁ ἐν τῇ αλμῃ φοιτῶν, δίφθογγον. Φυλιστιείμ. τόπος. (Θηλυκόν.) Φυγαδέμνιοσ. ἡ παρθένος. ἀπὸ τοῦ φεύγειν τὰ δέμνια, ο ἐστι τὴν κοίτην καὶ τὴν στρωμνήν. Φυζακινή. δειλή. phi.1828 Φύζα. ἡ μετὰ δέους φυγή. ἀπὸ τοῦ φεύγειν. Φυή. ἡ βλάστησις. ἡ αυξησις ἡλικίας. παρὰ τὸ φύω. Φύλοπισ. ἡ μάχη. παρὰ τὸ ὁμοῦ τὰ φῦλα εχειν. οιον φύλομις τὶς ουσα, τροπῇ τοῦ ˉμ εἰς ˉπ. Φύξισ. ἡ φυγή. †Φύσα. ἀλώπηξ.† Φύσκη. τὸ παχὺ εντερον. ἡ γαστήρ. ειρηται δὲ ἀπὸ τοῦ πεφυσῆσθαι πληρουμένου λίπους ἀλφίτων καὶ αιματος. Φύσῃ. τῇ μητρί. καὶ φύσσῃ, τῇ κενοδοξίᾳ. Φυσίζωοσ. ἡ τὰ πρὸς τὸ ζῇν φέρουσα. παρ' ̔Ομήρῳ δὲ διὰ τοῦ ˉο μικροῦ γράφεται. σημαίνει δὲ καὶ ονομα τόπου. Φύσισ. φύσις καὶ οὐσία καὶ μορφὴ ὁμοῦ ἡ αὐτή ἐστιν, ὡς ὑπόστασις καὶ πρόσωπον ταυτό ἐστι. καὶ ἡ μὲν οὐσία ητοι φύσις τὸ κοινὸν χαρακτηρίζει, ἡ δὲ ὑπόστασις ητοι τὸ πρόσωπον τὸ ιδιον ἑκάστου σημαίνει. ὡς φέρω εἰπεῖν ἐπὶ phi.1829 ἀνθρώπων· Πέτρος καὶ Παῦλος μιᾶς καὶ τῆς αὐτῆς φύσεως, ὑποστάσεων δὲ διαφόρων· καὶ κοινωνοῦσι μὲν ἀλλήλοις κατὰ τὴν φύσιν, διαιροῦνται δὲ κατὰ τὰς ὑποστάσεις ητοι κατὰ τὰ πρόσωπα. ἡ φύσις ἐστὶ τὸ καθολικὸν πρᾶγμα καὶ περιεκτικὸν τῶν κατ' αὐτὴν ὑποστάσεων. η ουτως· ἀληθὴς υπαρξις πραγμάτων, ὡς ειναι οὐσίαν, φύσιν καὶ μορφὴν εν καὶ τὸ αὐτὸ πρᾶγμα. φύσεις δὲ ὁμολόγει ἐπὶ τῆς οἰκονομίας δύο, θεότητα καὶ ἀνθρωπότητα, ὡς ειναι τὸν αὐτὸν θεὸν τέλειον καὶ ανθρωπον τέλειον. ὡσαύτως καὶ φυσικὰς θελήσεις καὶ ἐνεργείας ἐπὶ Χριστοῦ δύο ὁμολόγει, θεϊκὴν μίαν καὶ ἀνθρωπίνην μίαν. θέλημα δὲ θεϊκὸν, τὸ καθαίρειν τοὺς λεπροὺς, ὡς τό· θέλω καθαρίσθητι. καὶ θέλημα ἀνθρώπινον, τὸ αἰτῆσαι πνεῖν, ο ἐπὶ τοῦ σταυροῦ γέγονεν. ἐνέργεια πάλιν θεϊκὴ, τὸ σωθῆναι πάντας ἀνθρώπους καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ἐνέργεια δὲ ἀνθρωπίνη, τὸ ὁδοιπορῆσαι, τὸ κοπιάσαι καὶ τὰ τοιαῦτα. φύσις