397
πόλιν εἶχε, καὶ ἡ μὲν βασιλέως τοῦ Καντακουζηνοῦ προσηγορία αὖθις ἀπεσβέννυτο, φόβος δὲ περιειστήκει πανταχόθεν τοὺς τἀκείνου ᾑρημένους. καὶ ἦν ὁρᾷν πρὸς μὲν τὴν θάλασσαν φρυκτούς τε συχνοὺς ἀνισχομένους καὶ πάταγον δεινὸν καὶ θροῦν ἄσημον ἐξακουόμενον καὶ τὴν σάλπιγγα διὰ πάσης τῆς νυκτὸς βοῶσαν καὶ συγκαλουμένην τὸν δῆμον ἐπὶ τοὺς δυνατούς· ἐκείνους δὲ πρὸ τῆς ἀκροπόλεως ἐστρατοπεδευμένους ἀθορύβως μὲν καὶ τεταγμένως, προθύμους δὲ ὅμως συμπλέκεσθαι τῷ δήμῳ ὄντας. ἤλπιζον γάρ τι καὶ μέρος αὐτοῖς συνέσεσθαι τοῦ δήμου, ἄλλως θ' ὅτι, καὶ τῆς ἄκρας ὑπ' αὐτῶν κατεχομένης, ἐλπίδας εἶχον οὐκ ἀγεννεῖς, εἰ καὶ ἥττους φαίνοιντο τῶν ἀντιτεταγμένων, οὐδὲν πείσεσθαι δεινὸν, ἀλλ' ἀναχωρήσειν πρὸς τὴν ἄκραν. πρὸς δὲ τούτοις καὶ ἐκ Βεῤῥοίας ἥξειν ἤλπισαν συμμαχήσουσαν στρατιάν. ἅμα γὰρ τῷ Παλαιολόγον ἦρχθαι τοῦ πολέμου, πρὸς τὸν βασιλέως οὗτοι πέμψαντες υἱὸν, ἢ αὐτὸν ἥκειν ἐδέοντο μετὰ τῆς στρατιᾶς, ἢ πέμπειν συμμαχίαν. οὕτω μὲν οὖν διῆλθεν ἡ νὺξ, ἀμφοτέρων ἀλλήλοις ἀντιστρατοπεδευομένων καὶ παρασκευαζομένων πρὸς 2.578 τὸν πόλεμον. ἐπεὶ δὲ ἡμέρα ἤδη ἦν, Ἀπόκαυκος μὲν μετὰ τῆς στρατιᾶς κατέβαινε διαγωνισόμενος· Κωκαλᾶς δὲ αὖθις πρὸς ἑκατέρους ἐπιφοιτῶν τὸ δοκεῖν μὲν περὶ εἰρήνης διελέγετο, τῇ δ' ἀληθείᾳ παρώξυνε πρὸς μάχην. διαλεχθεὶς δὲ καὶ τοῖς ἡγεμόσι τῶν λόχων, κρύφα διέφθειρε καὶ κατέπειθε μὴ μάχεσθαι, ἀλλὰ γενομένης συμβολῆς, πρώτους καθ' αὑτοὺς θέσθαι τὴν τροπήν. ἐπεὶ δὲ τοιαῦτα ᾠκονόμητο, τὸν δῆμον αὐτοῖς ἐπῆγεν, ἄχρι τότε μήπω φανερὸς γεγενημένος ὅτι πολεμεῖ. ἐπεὶ δὲ ἐγγὺς ἦσαν καὶ ἠκροβολίζοντο, οἱ στρατιῶται οὐκ ἔφασαν δεῖν πρὸς ὁμοφύλους μάχεσθαι, οὐδὲ τοὺς οἰκείους ἀποκτείνειν, ἀλλὰ πρὸς τὴν ἄκραν ἀναχωρεῖν, ἐνὸν ἀκινδύνως σώζεσθαι· καὶ ἅμα ἀνεχώρουν, συνείποντο δὲ ἀνάγκῃ καὶ οἱ ἄλλοι. ἐπεὶ δὲ ἐγένοντο πρὸς τῇ ἄκρᾳ, Ἀπόκαυκος μὲν ἐδεῖτο πρὸ τῶν τειχῶν ἀμύνεσθαι καρτεροῦντας, ἦν γὰρ καὶ τὸ χωρίον ἐπιτηδείως ἔχον πρὸς ἱππηλασίας, ἡ στρατιὰ δὲ οὐκ ἔφασαν δεῖν, ἀλλ' ἔνδον εἰσιέναι καὶ ἀμύνεσθαι ἀναβάντας ἀπὸ τῶν τειχῶν. ἐπεὶ δὲ ἔνδον ἦσαν, παρακαλούμενοι αὖθις ἐπὶ τὰ τείχη ἀναβαίνειν καὶ ἀμύνεσθαι οὐκ ἠθέλησαν, μὴ εἰδέναι φάσκοντες τειχομαχεῖν, μηδὲ κτείνειν τοὺς οἰκείους ἢ κτείνεσθαι, ἀνάγκης μηδεμιᾶς ὑπούσης. Ἀπόκαυκος δὲ μετὰ τῶν ἄλλων, ἐπεὶ τὴν προδοσίαν κατενόουν καὶ τὸν κίνδυνον περιεστηκότα συνεώρων, ὥρμηντο φεύγειν ἔξω τειχῶν. συνέβη δὲ τὸν τὰ κλεῖθρα τῆς ἄκρας κατέχοντα τῶν Ζηλωτῶν ἕνα εἶναι, ὃς ἐπεὶ διχοστατοῦντας εἶδε καὶ ὡρμημένους φεύγειν, συνεὶς τὸ μέλλον, ἀπεκρύ 2.579 πτετο τὰ κλεῖθρα ἔχων. πολὺ δὲ τῶν πυλῶν ἑκατέρων τῆς ἄκρας ἀλλήλων διεχουσῶν, Ἀπόκαυκος μὲν μετὰ τῶν ἄλλων ἐχώρουν ἐπὶ τὴν ἐξάγουσαν τῶν τειχῶν. ἐπεὶ δὲ ἦν κεκλεισμένη, ἐπεχείρουν διακόπτειν· ὁ δῆμος δὲ ὁ τῆς ἄκρας, πόλει γάρ τινι ἔοικε μικρᾷ καὶ οἰκήτορας ἰδίους ἔχει, οὐκ εἴων διαδιδράσκειν ἐπαγαγόντας αὐτοῖς τὸν δῆμον, ἀλλ' ἔνδον μένοντας ἀμύνεσθαι τοὺς ἐπιόντας μετ' αὐτῶν. ἐν ᾧ δὲ ταῦτα ἐτελεῖτο, ὁ δῆμος πῦρ ἐνίεσαν ταῖς πύλαις τῆς ἄκρας ταῖς πρὸς τῇ πόλει, ἐπεὶ μηδεὶς ἠμύνετο. Στρατήγιος δὲ ὁ τὰ κλεῖθρα ἔχων οὕτω γὰρ ὠνόμαστο, ἤνοιγεν ἐλθὼν, καὶ ὁ δῆμος εἰσεχεῖτο, καὶ αὐτίκα μὲν πρὸς ταῖς πύλαις δύο τῶν πολιτῶν ἀπέσφαξαν, ἔπειτα πρὸς ἁρπαγὴν ἐτράποντο ὅπλων τε καὶ ἵππων. Ἀπόκαυκος γὰρ καὶ οἱ ἄλλοι, ὅτι ἑάλωσαν ἰδόντες, ἐπεὶ μὴ φεύγειν ἦν, τῶν ἵππων ἀποβαίνοντες καὶ ἀποδυόμενοι τὰ ὅπλα κατεκρύπτοντο, ἐλάνθανον δὲ ὀλίγοι, τοὺς πλείους δὲ ἀποδύοντες κατέλειπον γυμνούς. Κωκαλᾶς δὲ καὶ Παλαιολόγος περιεποιοῦντο τοὺς στρατιώτας καὶ ἐκέλευον μὴ ἀποδύειν· ἅμα δὲ καὶ τοὺς ἵππους εὑρίσκοντες παρείχοντο ἑκάστῳ, ἀμειβόμενοι τῆς προδοσίας, ἅμα δ' ὅτι καὶ ὅρκους αὐτοῖς πρότερον παρείχοντο, ὡς οὐδὲν πείσονται δεινὸν, ἂν τοὺς ἄλλους προδιδῶσιν. οὕτω μὲν οὖν τὸ Καντακουζηνοῦ τοῦ βασιλέως μέρος προδοθὲν ὑπὸ τῆς στρατιᾶς ἡττᾶτο κατὰ κράτος. Κωκαλᾶς δὲ καὶ Παλαιολόγος τὸν μὲν δῆμον ἐξήλαυνον τῆς ἄκρας· ἤδη γὰρ