397
εχθιστος αὐτοκράτωρ μετὰ Νέρωνα αυθις τὸν κατὰ τῶν Χριστιανῶν διωγμὸν ἀνεκίνησε, τῆς ἐκείνου θεομαχίας διάδοχος γεγονώς· ος καὶ τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν ̓Ιωάννην ἐν Πάτμῳ τῇ νήσῳ διὰ τὸ κήρυγμα περιώρισε, καὶ τοὺς ἀπογόνους 3.62 ∆αβὶδ ἀναιρεῖσθαι προσέταξε. ταῦθ' ἱστορῶν ὁ Εὐσέβιος τὸν ̔Ηγήσιππον παράγει λέγοντα ουτως. "ετι δὲ περιῆσαν υἱωνοὶ ̓Ιούδα τοῦ κατὰ σάρκα λεγομένου ἀδελφοῦ τοῦ κυρίου, ους τινες προσήγγειλαν ὡς ἐκ γένους οντας ∆αβίδ. τούτους πρὸς αὐτὸν ἀχθέντας ὁ ∆ομετιανὸς ηρετο εἰ ἐκ ∆αβίδ εἰσι· καὶ κατέθεντο. προσεπήρετο ουν πόσας κέκτηνται κτήσεις καὶ πόσων εὐποροῦσι χρημάτων· οἱ δ' εφασαν ἐνακισχίλια δηνάρια ὑπάρχειν αὐτοῖς μόνα, καὶ ταῦτα οὐκ ἐν ἀργυρίοις εχειν, ἀλλ' ἐν διατιμήσει γῆς ἐξ ης αὑτούς τε διατρέφεσθαι αὐτουργοῦντας καὶ τοὺς φόρους εἰσφέρειν· καὶ τὴν τῶν χειρῶν δὲ τραχύτητα ἐπεδείκνυον τῆς αὐτουργίας μαρτύριον. ἐρωτηθέντες δὲ καὶ περὶ τῆς τοῦ Χριστοῦ βασιλείας, ὁποία τις ειη καὶ ποῖ καὶ πότε φανησομένη, οὐ κοσμικὴν αὐτὴν ειναι οὐδ' ἐπίγειον ἀπεκρίναντο, ἀλλ' ἐπουράνιον, ἐπὶ συντελείᾳ τοῦ αἰῶνος φανησομένην. ἐφ' οις ὡς εὐτελῶν αὐτῶν καταφρονήσας ὁ ∆ομετιανὸς ἐλευθέρους ἀφῆκε, καὶ τὸν διωγμὸν προστάγματι επαυσεν." ̔Ο μὲν ουν κάκιστος γεγονὼς βιαίως ἀπέρρηξε τὴν ζωήν, ὡς ειθε καὶ πρὸ τῆς μοναρχίας, ἡ δ' ἡγεμονία εἰς Νερούαν μετήνεκτο, ανδρα καὶ εὐγενέστατον καὶ ἐπιεικέστατον. οἱ γὰρ τῷ ∆ομετιανῷ ἐπιβουλεύοντες οὐ πρότερον εργου ηψαντο πρὶν τὸν διαδεξόμενον τὴν αὐταρχίαν ἐβεβαιώσαντο. ηλθον ουν ἐπὶ τὸν Νερούαν· ος ἀστρολόγων οτι μοναρχή3.63 σει φησάντων μικροῦ διώλετο αν. ὁ γὰρ ∆ομετιανὸς πάντων τῶν πρώτων τάς τε ἡμέρας καὶ τὰς ωρας ἐν αις ἐγεγέννηντο διασκοπῶν, οὐκ ὀλίγους κἀκ τούτου τῶν ἐλπιζομένων εν τινι δυνάμει εσεσθαι προανήλισκε. καὶ τοῦτον ἀπέκτεινεν αν, εἰ μή τις τῶν ἀστρολόγων αὐτῷ εὐνοῶν εφη οτι δι' ὀλίγων ἡμερῶν τελευτήσει· πιστεύσας γὰρ οντως τοῦτ' εσεσθαι, οὐκ ἠθέλησε κἀκεῖνον πεφονευκέναι, ὡς πάντως μετὰ μικρὸν τεθνηξόμενον. διὰ ταῦτα γοῦν ῥᾷον επεισαν αὐτὸν συνθέσθαι τῇ τῆς ἡγεμονίας καταδοχῇ. καὶ φθαρέντος τοῦ ∆ομετιανοῦ εὐθὺς αὐτὸς τὴν αὐταρχίαν ἐδέξατο. καὶ τοῖς ὑπ' ἐκείνου ἐξελαθεῖσι δόγματι ἐπανελθεῖν ἐφῆκε καὶ τὰς οὐσίας ἀπολαβεῖν. ἡ δέ γε σύγκλητος καθαιρεθῆναι τὰς ∆ομετιανοῦ τιμὰς ἐψηφίσατο. Τότε τοίνυν καὶ τὸν μέγαν ἀπόστολον ̓Ιωάννην ἀπὸ τῆς ἐν τῇ Πάτμῳ ὑπερορίας λόγος εχει ἐπανελθεῖν πρὸς τὴν Εφεσον. Ην δὲ ὁ Νερούας φιλοδίκαιος καὶ χρημάτων οὐχ ηττητο. ἐκείνου γὰρ μοναρχοῦντος ̓Αττικὸς ὁ τοῦ σοφιστοῦ ̔Ηρώδου πατήρ, ὡς ὁ Φιλόστρατος ἐν τοῖς βίοις τῶν σοφιστῶν ἀνεγράψατο, θησαυροῦ τι ευρεν ἐπὶ τῆς οἰκίας χρῆμα ἀμύθητον. καὶ φοβηθεὶς εγραψε τῷ Νερούᾳ ὡς "θησαυρὸς ἐπὶ τῆς οἰκίας εὑρέθη μοι· τί ουν κελεύεις περὶ αὐτοῦ;" καὶ ος ἀντέγραψεν "χρῶ τῷ εὑρήματι." ὁ δ' ετι εὐλαβηθεὶς εγραψεν αυθις "ἀλλ' ὑπὲρ ἐμὲ τυγχάνει τὸ εὑρεθέν." καὶ ὁ αὐτοκράτωρ πρὸς τοῦτο "καὶ καταχρῶ" ἀντεπέστειλε. 3.64 Τούτου βασιλεύοντος ὁ δεύτερος ἐπίσκοπος ̓Αλεξανδρείας ̓Αβίλιος μετήλλαξε τὴν ζωήν, καὶ Κέρδων τῆς ἐκεῖ ἐκκλησίας προέστη. τῆς δ' ἐν ̓Αντιοχείᾳ ἐκκλησίας ̓Ιγνάτιος τότε ὁ θεοφόρος προίστατο, δεύτερος καὶ ουτος ἐπίσκοπος ἐκεῖ μετὰ Εὐόδιον γνωριζόμενος. ὁμοίως δὲ καὶ τῆς ἐν ̔Ιεροσολύμοις τῶν πιστῶν ἐκκλησίας Συμεὼν ἐξηγεῖτο, δεύτερος καὶ ουτος μετὰ τὸν συγγενῆ ̓Ιάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου λεγόμενον τὴν ἐπισκοπὴν λελογχώς. Παρὰ τούτου τοῦ αὐτοκράτορος αἱ μονομαχίαι καὶ ἡ τούτων θέα ἀπηγορεύθησαν. επραττε δὲ οὐδὲν γνώμης ατερ τῶν ἐξόχων τῶν τῆς βουλῆς. ουτος ἐνομοθέτησε καὶ τὸ μή τινα τὰ παιδογόνα μόρια παρὰ ̔Ρωμαίοις ἐκτέμνεσθαι μήτε μὴν αγεσθαι πρὸς γάμον ἀδελφιδῆν. φωράσας δὲ τὸν Καλπούρνιον Κράσσον καὶ αλλους ἐπιβουλεύοντάς οἱ, εν τινι θέᾳ πλησίον αὐτοῦ καθίσας αὐτοὺς μήπω γνόντας οτι πεφώρανται, ξίφη αὐτοῖς ἐνεχείρισεν, ινα τάχα ιδοιεν αὐτὰ εἰ ευ ἐξείργασταί τε καὶ τέθηκται· τῇ δ' ἀληθείᾳ, ινα γνοῖεν ὡς καταπεφρόνηταί οἱ ὁ