397
τοίνυν κατὰ τὸ φρόνημα τῆς ἐκκλησίας ἀληθὴς πραγμάτων υπαρξις. κατὰ ̓Αριστοτέλην καὶ τοὺς λοιποὺς Ελληνας πολυτρόπως ἡ φύσις ὁρίζεται· ουστινας ορους οἱ ἀπὸ Σεβήρου κρατοῦντες, ἀπεπλανήθησαν. Φύσισ ἐστὶ κατὰ τὸν ̓Απόστολον πᾶν τὸ ἐν ἀληθείᾳ ον καὶ οὐκ ἐν φαντασίᾳ λεγόμενον. φύσιν γὰρ λέγει ἡ ἐκκλησία τὴν τῶν ὑπαρχόντων ἀλήθειαν, ηγουν τὸ τούτων ἐνούσιον. φύσις δὲ ειρηται διὰ τὸ πεφυκέναι καὶ ειναι, ωσπερ καὶ οὐσία, ὡς ουσα ἐν ἀληθείᾳ καὶ γνωριζομένη. φύσις δὲ καὶ οὐσία καὶ γένος καὶ μορφὴ εν καὶ τὸ αὐτό ἐστιν ἐν τοῖς ἐκκλησιαστικοῖς δόγμασιν. ωσπερ ὁ αρτος, τὸ ψωμίον καὶ τὸ βουκίν. διὸ καὶ τὸ εμφυτον καὶ τὸ ἐνούσιον ταυτό ἐστι. τετραχῶς δὲ ειρηται ἡ φύσις, ὡς εφην· οὐσία καὶ φύσις καὶ γένος καὶ μορφή. φύσις ἁπλῆ πολυσήμαντόν ἐστι. δηλοῖ γὰρ καὶ θεὸν καὶ αγγελον καὶ ψυχὴν καὶ νοῦν· ὁμοίως phi.1830 καὶ τὸ αληπτον. ἀλλὰ καὶ τὸ ληπτὸν, ὁμοίως καὶ κρατητὸν, σημαίνει πολλὰ, πάντα γὰρ τὰ ὁρώμενα. Φύσις θεοῦ απειρος καὶ ἀόριστοσ. καὶ απειρος μὲν, καθὸ πέρατι οὐχ ὑπόκειται· ἀόριστος δὲ, ἐπείπερ ὁρογραφίᾳ οὐχ ὑπογράφεται. καὶ τοῦτο ἀποδεικτέον ουτως. πάντα τὰ ὑπὸ χρόνον καὶ ἀρχῇ ὑπόκειται καὶ πέρατι· ἀρξάμενα γὰρ τοῦ ειναι φθάνουσι καὶ εἰς τὴν τοῦ μὴ ειναι κατάπαυσιν. ταῦτα δὲ δημιουργήματα οντα εἰκότως καὶ περιγράφονται· ο γὰρ τῷ χρόνῳ περινοεῖται, τοῦτο δὴ καὶ πεπόσωται· ποσούμενον δὲ καὶ πεποίωται· ὑπὸ δὲ τὴν ποιότητα γινόμενον καὶ εἰς ορον χωρεῖ. ορον τὸν ἐπὶ τῶν σωμάτων, λέγω δὴ τῆς περιγραφῆς. καθὼς δηλοῦσι καὶ τὰ ὁροθέσια. ἀλλὰ μὴν καὶ αὐτὰ τὰ ἀσώματα, αγγελοι φημὶ καὶ ψυχαί. καὶ εἰς τόπον διαφεύγουσι καὶ υλην καὶ παχύτητα σώματος. ἀλλ' ουν ομως ὑπὸ περιγραφήν εἰσι καὶ ορῳ τινὶ περιέχονται. καὶ ἀρχὴν ουν εχουσι τῆς ὑπάρξεως, οὐ χωροῦσι δὲ εἰς τὸ τέλος. Φύσισ καὶ οὐσία καὶ μορφὴ καὶ γένος εν κατὰ τοὺς ἁγίους πατέρας καὶ τὸν ἀληθῆ λόγον ταυτόν ἐστιν, ἡ τῶν οντων ουσα ποιότης. τάττονται δὲ καὶ κατὰ τοῦ ειδους. Φύσισ ἐστὶν ἡ ἀρχὴ καὶ αἰτία τοῦ κινεῖσθαι καὶ ἠρεμεῖ, ἐν ῳ ὑπάρχει πρώτως κατ' αὐτὸ καὶ μὴ κατὰ συμβεβηκός. Φύσισ ἐστὶν ονομα δηλωτικὸν τῆς ἁπλῆς τῶν οντων κινήσεως. πάντα γὰρ ἐν κινήσει οντα ὁρᾶται. φύσις ἡ πρώτη ἑκάστῳ ὑποκειμένη υλη. Φύσισ ἐστὶν, ἐν ῳ τὸ ειναι τῆς οὐσίας λαμβάνεται. φύσις λόγου, καὶ φύσις χρόνου, καὶ φύσις ψεύδους κατὰ τὸν μέγαν Βασίλειον. Φύσισ ἐστὶ ἡ μορφὴ καὶ τὸ ειδος κατὰ τὸν θεολόγον Γρηγόριον. Φύσισ θυμοῦ τὸ τοῖς δαίμοσι μάχεσθαι καὶ ὑπὲρ ἡστινοσοῦν ἡδονῆς ἀγωνίζεσθαι. phi.1831 Φύσισ ἐστὶν ἡγεμὼν καὶ αἰτία αὐξητικὴ διὰ τροφῆς, τηρητικὴ τοῦ καθ' ἑαυτὴν συστήματος. Φύσισ ἐστὶν ἡ φύουσα καὶ συνέχουσα ἐν τῷ γενικωτάτῳ τὸ ζῇν. Φύσισ ἐστὶν αὐθυπόστατος υπαρξις ἀνελλιπῶς σώζουσα τὰ οἰκεῖα γνωρίσματα. φύσις ἐστὶν ὁλότης ἀνενδεὴς πάντων τῶν ἐν οις πέφυκεν ἐνθεωρεῖσθαι. Φύσισ ἐστὶν ἡ ἀεὶ ὡσαύτως εχουσα καὶ μὴ ἐξισταμένη τῆς οἰκείας ἀμετρίας, κᾳν ἐν ἀτόμοις διακρίνηται. Φύσισ ἐστὶν ἀναλλοίωτος, ἀντεχομένη τῶν οἰκείων ἰδιωμάτων, καὶ οια τίς ἐστι παραδεικνύουσα. Φύσισ ἐστὶ κατὰ τοὺς εξω φιλοσόφους δύναμίς τις θεία ἐνδεδυκυῖα τῇ υλῃ, ἀρχὴ ἠρεμίας καὶ κινήσεως. ἡ γὰρ ἀληθῶς φύσις τοῦτό ἐστι. Φύσιν πολλάκις καλοῦμεν τὸ τοιῶσδε πεφυκέναι, καὶ οὐκ αὐτὴν πάντως τὴν οὐσίαν. φύσιν δὲ πάλιν ὡς τὰ πολλὰ τὴν οὐσίαν καλεῖν σύνηθες, καὶ μάλιστα τοῖς ἡμετέροις διδασκάλοις. φέρεραι δὲ πολλάκις τὸ τῆς φύσεως ονομα καὶ κατὰ ἀνυπάρκτων. ταῦτα φύσεις εχοντα οὐσίαι εἰσί. Φύσιν καλοῦσιν αὐτὴν τὴν ἁπλῶς τῶν οντων κίνησιν. αυτη δὲ πεντάτροπος· η γὰρ νοερὰ τυγχάνει, η λογικὴ, η αἰσθητικὴ, η φυτικὴ, η αψυχος. καὶ νοερὰ μὲν, ὡς ἐπὶ τῶν ἀγγέλων, ἐξ αὐτῶν τῶν νοημάτων ἀλλήλοις συγγινομένων. phi.1832 λογικὴ δὲ ἐπὶ τῶν ἀνθρώπων, δι' ὀνομάτων καὶ ῥημάτων τὰ ἀφανῆ τῆς ψυχῆς κινήματα. Φύσει. ἀντὶ τοῦ ἀληθῶς καὶ γνησίως. ὁ ̓Απόστολος· τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί. †Φυταή. γένεσις.† Φυταλιῆσ. ἀμπελοφύτου γῆς. παρὰ τὸ φυτεύειν. Φύτλη. ἡ συγγένεια. *οὐσία.* Φυσιώσεισ. ὀφρυώσεις. ὠφρυῶντο γὰρ κατὰ Παύλου τιμῶντες τοὺς