398
διήρπαζον καὶ τὰ 2.580 τῶν ἐγχωρίων, αὐτοὶ δὲ περιμείναντες ἄχρι νυκτὸς, τοὺς μὲν στρατιώτας πάντας οἴκαδε ἀπέπεμπον καί τινας τῶν φίλων αὐτοὶ διέσωζον· Ἀπόκαυκον δὲ καὶ τῶν πολιτῶν ὀλίγῳ ἐλάσσους ἑκατὸν κατέκλεισαν ἐν δεσμωτηρίῳ πρὸς τῇ ἀκροπόλει καὶ φρουρὰν ἐπέστησαν αὐτοῖς. ἅμα δὲ ἕω εἰς τὴν ἐπιοῦσαν καὶ ἡ ἐκ Βεῤῥοίας στρατιὰ παρῆν. ἐπεὶ δὲ ἐπύθοντο, ὡς ἁλοῖεν οἷς ἧκον συμμαχεῖν, καταδραμόντες ἐληΐσαντό τινα ὀλίγα, καὶ ἀνέστρεφον εἰς τὴν οἰκίαν. περὶ μέσην δὲ ἡμέραν φήμη τις προσέπιπτεν ἀθρόον πρὸς τὴν πόλιν, ὡς οἱ δεσμῶται πάλιν τὴν ἄκραν κατασχόντες τὴν ἐκ Βεῤῥοίας στρατιὰν εἰσδέχονται. ἐλέγετο δὲ, ὡς τῶν Ζηλωτῶν τινες τὰ τοιαῦτα καταψεύσαιντο ἐπὶ τῷ ἀποκτείνειν τοὺς δεσμώτας, καὶ ὁ δῆμος αὖθις τὰ ὅπλα ἀναλαβόντες ἐχώρουν πρὸς τὴν ἄκραν ὑπό τε θυμοῦ καὶ οἴνου στρατηγούμενοι. οἱ πρὸς τῇ ἄκρᾳ δὲ δείσαντες τὴν ἔφοδον τοῦ δήμου, μὴ τὰ ὄντα ἔνδον διαρπάσωσι γενόμενοι, ἀπέκλεισαν τὰς πύλας· ἀναβάντες δὲ ἐπὶ τῶν τειχῶν ἐδέοντο μὴ διαφθείρειν σφᾶς, ὡς πᾶν ποιήσοντας τὸ κελευόμενον. οἱ δ' ἐκέλευον τοὺς δεσμώτας ἄγειν καὶ κατακρημνίζειν πρὸς αὐτοὺς, καὶ αὐτίκα οἱ δεσμῶται ἤγοντο γυμνοί. καὶ πρῶτον μὲν Ἀπόκαυκος κατεκρημνίσθη· οὕτω δὲ συμβὰν ὀρθὸς ἔστη καὶ ἔμεινεν ἐπιπολὺ, μηδενὸς προσάπτεσθαι τολμῶντος. ἔπειτά τις προσελθὼν τῶν Ζηλωτῶν, καὶ μαλακίαν τῶν ἄλλων κατηγορήσας, ἀπέτεμεν αὐτὸς τὴν κεφαλὴν μαχαίρᾳ. εἶτα καὶ 2.581 οἱ ἄλλοι περιστάντες κατέτρωσαν τὸ σῶμα ὅλον. ἔπειτα καὶ τοὺς ἄλλους ἐῤῥίπτουν ἀπὸ τῶν τειχῶν, ἀπαιτούντων ὀνομαστὶ τῶν Ζηλωτῶν, οὐκ ἐφ' ἕνα τόπον, ἀλλ' ἐπὶ πλείους. καὶ ὁ δῆμος θηριωδῶς καὶ ἀπανθρώπως κατηκόντιζον περιϊστάμενοι· ἐνίων δὲ ἀπέτεμνον καὶ κεφαλὰς, καὶ πάντας οὕτως ὠμῶς ἀπέκτειναν πλὴν ὀλίγων λίαν, οἳ ὑπὸ τῶν τὴν ἄκραν οἰκούντων κατεκρύπτοντο. παρῆσαν δὲ καὶ Κωκαλᾶς καὶ Παλαιολόγος ἀποσφαττομένων, καὶ ἐδόκουν μὲν πρὸς τὰ πραττόμενα δυσχεραίνειν, ἀνακόπτειν μέντοι τὴν ὁρμὴν τοῦ δήμου ὑπεκρίνοντο μὴ δύνασθαι· ἔπειτα ἐκεῖθεν ὁ δῆμος ἐτράπετο πρὸς τὰς οἰκίας καὶ ἀπέκτειναν καὶ ἄλλους τινὰς τῶν πολιτῶν· ἐλθόντες δὲ καὶ πρὸς τὴν οἰκίαν Κωκαλᾶ, τῶν Ζηλωτῶν ἐναγόντων, τὸν Φαρμάκην ᾔτουν ἐκεῖ κατακρυπτόμενον ὑπ' ἐκείνου· ὃς Κωκαλᾶ τῆς γυναικὸς ἀδελφῇ συνῴκει, μέγα δὲ ἐδυνήθη παρὰ Ἀποκαύκῳ ἄρχοντι καὶ πλεῖστα ἐκάκωσε τοὺς Ζηλωτάς. δείσας δὲ ἐκεῖνος, μὴ ὑπὸ τοῦ δήμου διαφθαρῇ, παρέδωκε τὸν συγγενῆ, καὶ ἀνῃρέθη εὐθὺς ὑπὸ τοῦ δήμου. ἐλέγετο δὲ καὶ στέατος ἀνθρωπίνου ἅψασθαί τινας τῶν τοῦ δήμου τότε. ἀνατεμνομένων γὰρ τῶν ἀποκτεινομένων, τὰ ἔγκατα ἐξεχεῖτο. ὧν τις ὑπ' ἄκρας ἀναισθησίας καὶ ἀναλγησίας στέαρ συναγαγὼν οἴκαδε ἀπήγαγε· τὴν γυναῖκα δὲ μὴ εἰδυῖαν ὅθεν εἴη, νομίσασάν τινος ἑτέρου εἶναι ζώου, ἥδυσμα τῇ χύτρᾳ προσεμβαλεῖν, μετὰ δὲ τὸ φαγεῖν αἰσθέσθαι, τοῦ ἀνδρὸς ὡς εἴη ἀνθρώπινα εἰπόντος. οὕτω μὲν 2.582 ἡ Θεσσαλονίκη προσεχώρησε βασιλεῖ ἑκοῦσα, καὶ πάλιν εἰς τὸν πόλεμον ἐξετράπη ὑπὸ Παλαιολόγου καὶ Κωκαλᾶ, καὶ τοιαῦτα ἐτολμήθη πᾶσαν ὑπερβαίνοντα ὠμότητα, καὶ τὸ Καντακουζηνοῦ τοῦ βασιλέως σκάφος αὔτανδρον κατέδυ. ἐκεῖνος δὲ μετὰ τὴν ἐν Ἀδριανουπόλει τῆς ἰδίας στεφηφορίας ἑορτὴν Ματθαῖον μὲν τὸν υἱὸν κατέλιπεν ἐπὶ τῆς Θρᾴκης ἔχοντα στρατιὰν, τάς τε πόλεις πολιορκήσοντα τὰς Βατάτζῃ συναποστάσας, καὶ Ἱέρακι ἀντιστησόμενον· ἧκε γὰρ ἐκ Βυζαντίου στρατιώτας ὀλίγους ἔχων ἐπ' ἐκείνας τὰς πόλεις στρατηγός· ᾧ καὶ συμβαλὼν ὁ τοῦ βασιλέως ἐνίκησεν υἱὸς μόλις διαδράντα τὸ ἁλῶναι· οἱ γὰρ συνόντες πάντες οἱ μὲν ἔπεσον, οἱ δ' ἑάλωσαν παρὰ τὴν μάχην. ἔπειτα δὲ καὶ τὰς πόλεις παρεστήσατο καὶ ὑπήγαγε τῷ πατρὶ βιασάμενος τοῖς ὅπλοις. εʹ. Βασιλεὺς δὲ εἰς Σηλυμβρίαν ἐλθὼν τοῖς ἐν Βυζαντίῳ φίλοις κρύφα διελέγετο· ἐπεὶ δὲ οὐδὲν ἤνυεν ὧν ἐβούλετο, αὖθις ἀνέστρεφεν εἰς τὴν Ἀδριανοῦ. ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ Μαρτῖνος μετὰ τοῦ Κωνσταντινουπόλεως πατριάρχου, ὃν ὁ Πάπας εἴωθε χειροτονεῖν μετὰ τὴν διαίρεσιν τῆς ἐκκλησίας, οἷα δὴ τῆς πόλεως Λατίνοις