398
θάνατος. ελεγε δὲ οτι "ουτως ηρξα ωστε δύνασθαι καὶ τὴν ἀρχὴν ἀποθέσθαι καὶ ἀσφαλῶς ἰδιωτεῦσαι." διὰ δὲ τρόπων χρηστότητα καὶ γῆρας βαθὺ καταφρονούμενος, ἀναβὰς εἰς τὸ Καπιτώλιον ἐξεβόησεν "ἀγαθῇ τύχῃ τῆς τε βουλῆς καὶ τοῦ δήμου, Μάρκον Ουλπιον Νερούαν Τραιανὸν εἰσποιοῦμαι." ειτα καὶ Καίσαρα ἀνεῖπεν αὐτόν, καὶ αὐτοχείρως ἐπέστειλε τῷ ἀνδρὶ τῆς Γερμανίας αρχοντι τότε "τίσειαν ∆αναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν." αρξας ουν ὁ Νερούας ἐφ' ενα ἐνιαυτὸν καὶ μηνῶν 3.65 τετρακτύν, μετήλλαξε τὴν ζωὴν νοσήσας καὶ αὐτοκράτορα τὸν Τραιανὸν προβαλόμενος. Τραιανὸς δὲ τὸ γένος ειλκεν ἐξ ̓Ιβηρίας, δεύτερον ἐπὶ τεσσαρακοστῷ ετος αγων ἀπὸ γενέσεως οτε τῆς αὐταρχίας τετύχηκεν, ωστ' ἐν ἀκμῇ αὐτὸν ειναι καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ μήτε θράσους ὑπὸ νεότητος πίμπλασθαι μήθ' ὑπὸ γήρους ἀμβλύνεσθαι. ἐτίμα δὲ τοὺς ἀγαθούς, καὶ ευ πρὸς πάντας διατιθέμενος ουτ' ἐδεδοίκει τινὰς ουτε μὴν ἀπηχθάνετο ουτε προσεῖχε τοῖς διαβάλλουσιν ουτ' ην ὀξύρροπος πρὸς ὀργήν, τῶν τε χρημάτων τῶν ἀλλοτρίων ισα καὶ φόνων τῶν ἀδίκων ἀπείχετο. καίτοι μεγαλόφρων καὶ μεγαλογνώμων γενόμενος καὶ ἐν ὁδοῖς καὶ ἐν λιμέσι καὶ ἐν δημοσίοις οἰκοδομήμασιν ἐδαπάνα πολλά. καὶ ἐπειδὴ τὸν ἐν τῇ ̔Ρώμῃ ἱππόδρομον φθαρέντα ἀνήγειρε μείζω τε καὶ περικαλλέστερον, ἐπέγραψεν αὐτῷ οτι ἐξαρκοῦντα τῷ τῶν ̔Ρωμαίων δήμῳ ἐποίησε. καὶ μᾶλλον εχαιρε φιλούμενος η τιμώμενος, καὶ ἀγαπητὸς ηθελεν ειναι τοῖς ὑπηκόοις, τοῖς πολεμίοις δὲ φοβερός. τῆς μὲν ουν ἐν λόγοις παιδείας οὐ μετέσχηκε, τὸ δ' εργον αὐτῆς καὶ ἠπίστατο καὶ εἰργάζετο. οινου δ' ἡττώμενος νήφων ην, καὶ ἐπτοημένος περὶ μειράκια οὐδένα ἐλύπησε. φιλοπόλεμος δὲ γεγονὼς καὶ πλεῖστα κατωρθωκὼς οὐκ εια τοὺς στρατιώτας ὑπερφρονεῖν, ουτως ἐγκρατῶς αὐτῶν ηρχεν. ην δ' αὐτῷ γυνὴ Πλωτῖνα. ̓Εστράτευσε μέντοι ἐπὶ ∆ᾶκας, η ∆ακοὺς κατὰ 3.66 Ιωνας, ὡς ὁ ̓Αππιανὸς ἐν τῷ εἰκοστῷ τρίτῳ λόγῳ τῆς ̔Ρωμαϊκῆς ἱστορίας φησί, μήτε χρήματα α ἐπετείως ἐλάμβανον διδόναι αὐτοῖς ἀνεχόμενος καὶ δίκας εἰσπράξασθαι τῶν πεπραγμένων αὐτοῖς ἱμειρόμενος. πυθόμενος ουν ὁ ∆εκέβαλος, ος ηρχε ∆ακῶν, τὴν τοῦ Τραιανοῦ κατὰ τοῦ εθνους ὁρμήν, εδεισεν, εἰδὼς τὸν ανδρα στρατηγικώτατον. καὶ πολέμου συρραγέντος σφίσι πολλοὺς μὲν τῶν πολεμίων ἀπέκτειναν οἱ ̔Ρωμαῖοι, οὐ μείους δὲ καὶ αὐτῶν ἐτραυματίσθησαν. τοσοῦτοι δ' ησαν οἱ τραυματίαι ὡς ἐπιλιπόντων τῶν ἐπιδέσμων μηδὲ τῆς ἑαυτοῦ ἐσθῆτος φείσασθαι τὸν Τραιανόν. ἐπεὶ δὲ τά τε ακρα, δυσχερῶς μέν, κατέλαβε δέ, καὶ πέλας τῶν βασιλείων ηλθεν αὐτῶν, πρέσβεις ὁ ∆εκέβαλος πέπομφε, συντιθέμενος τά τε οπλα καὶ τὰ μηχανήματα καὶ τοὺς μηχανοποιοὺς παραδοῦναι, καὶ απαν ετερον ο αν ἀπαιτοῖτο ποιῆσαι· καὶ πρὸς τὸν αὐτοκράτορα ἐλθὼν ἐς ουδας κατακλιθεὶς αὐτῷ προσεκύνησεν. ειτα εἰς τὴν ̓Ιταλίαν ὁ Τραιανὸς ἀναζεύξας καὶ τοὺς τοῦ ∆εκεβάλου πρέσβεις ἐπήγετο. οιπερ εἰσαχθέντες εἰς τὸ συνέδριον, καὶ τὰ οπλα τε ἀποθέμενοι καὶ τὰς χεῖρας συνάψαντες ἐν αἰχμαλώτων σχήματι πολλά τε ειπον καὶ ἱκέτευσαν· καὶ ουτω σπονδῶν τυχόντες αυθις τὰ οπλα ἀπέλαβον. Τραιανὸς δὲ καὶ ἐθριάμβευσε καὶ ∆ακικὸς ὠνομάσθη. οὐχ ὡς ἀρήιος δὲ τῶν αλλων ἠμέλει η ηττον ἐδίκαζεν, ἀλλὰ καὶ πολλαχοῦ καὶ πολλάκις ἐπὶ βήματος εκρινεν. ̔Ως δὲ ἀπηγγέλλετο αὐτῷ ὁ ∆εκέβαλος αυθις νεωτερίζων καὶ ταῖς συνθήκαις οὐκ ἐμμένων, αὐτὸς 3.67 καὶ πάλιν πρὸς ἐκεῖνον ἐστράτευσε. καὶ ὁ ∆εκέβαλος ἡττώμενος ἰσχύϊ, δόλῳ αὐτοῦ περιγενέσθαι διεμελέτησε. καὶ εἰδὼς εὐπρόσιτον οντα Τραιανὸν καὶ τὸν βουλόμενον εἰς ὁμιλίαν δεχόμενον, ψευδαυτομόλους ἀπέστειλεν, ιν', εἰ δυνηθεῖεν, αὐτὸν διαχρήσαιντο. εις δ' ἐκείνων ὑποπτευθεὶς συνελήφθη, καὶ ἐτασθεὶς ἐξέφηνε τὸ ἀπόρρητον. γεφυρώσας δὲ τὸν Ιστρον ὁ αὐτοκράτωρ, καὶ εργον τοῦτο διαπραξάμενος μήτε θαυμασθῆναι ἀξίως μήτ' ἐξηγηθῆναι δυνάμενον, διὰ τῆς γεφύρας τε ταύτης τὸν ποταμὸν περαιωθείς, μόλις μὲν καὶ κινδυνωδῶς ἐκράτησε τῶν ∆ακῶν, ἐκράτησε δ' ουν. καὶ ὁ ∆εκέβαλος ἀπογνοὺς διεχειρίσατο ἑαυτόν. κἀντεῦθεν τὸ εθνος τὸ τῶν ∆ακῶν καὶ ἡ