398
ψευδαποστόλους οἱ Κορίνθιοι. (Οὐδέτερον.) Φύγελλα. τόπος. Φύκοσ. τὸ φυκάριον, καὶ τὸ χορτῶδες τῆς θαλάσσης. καὶ φύκια, τὰ βρύα, η θαλάσσης ζῶα. η ὁ ἀφρός. παρὰ τὸ φύω. Φυλακεῖον. τὰ δὲ σύνθετα διὰ τοῦ ι, οιον ὀπωροφυλάκιον, πλὴν τοῦ σιτοφυλακεῖον. Φῦλα. τὰ εθνη· τὰ γένη. ἡ ἐκ πολλῶν αθροισις. ἀπὸ μεταφορᾶς τῶν φύλλων. †Φυλλεῖον. τῶν λαχάνων τὸ εωλον καὶ φαῦλον.† Φῦμα. ἡ βλάστησις. Φυσικόν. τὸ ἐν τῇ φύσει κείμενον. η τὸ κατὰ κοινὴν καὶ καθολικὴν συνήθειαν λεγόμενον. η τὸ ἀψευδῶς γνωριζόμενον. Φύστα. τὰ ἀναπεφυρμένα μέλιτι αλφιτα. Φυτάλμια. τὰ βάντα. Φύτειον. τόπος. phi.1833 Φυτωρεῖον. ὁ κῆπος, η φυτουργεῖον. †Φυλιστιείμ. τόπος.† Φύστα καὶ φύστη ἐπὶ θηλυκοῦ. ἡ ὑδατώδης μάζα. καὶ ὁ Ψελλός· φύστη ειδος πέφυκε μάζης ὑδατουμένης. Φύλλον. παρὰ τὸ φύω. ( ̔Ρῆμα.) Φῦ. ἀντὶ τοῦ προσεπέλασε τῇ χειρὶ καὶ προσήγγισεν. ἀπὸ τοῦ φύω, φῦ. Φύει. βλαστάνει. Φυῆναι. γεννηθῆναι. Φυλοκρινῶ. φυλὰς καὶ γενεὰς διαχωρίζω. Φύρει. μιγνύει. Φυσιολογεῖ. φύσεως λόγους ἐξαγγέλλει. Φυσιοῦται. ἐπαίρεται. Φυσόμενον. τὸ μέλλον φῦναι. φυσώμενον δὲ, τὸ ἐπαιρόμενον, μέγα. Φύσασ. γεννήσας. Φυταλίζει. πλησιάζει. Φυτεύει. κηπεύει. Φυτεύω. παρὰ τὸ φύω. η τὸ φυτὸν, φυτεύω. τὸ δὲ φυτὸν παρὰ τὸ φύω. phi.1834 Φυλάσσου. ἀντὶ τοῦ παραιτοῦ. ον καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις. ( ̓Επίῤῥημα.) Φύρδην. συγκεχυμένως. ἀναμίξ. Τὸ Φ μετὰ τοῦ Ω. ( ̓Αρσενικόν.) Φωλεόσ. ὁ σκοτεινὸς τόπος. παρὰ τὸ ἀπολωλέναι τὸ φῶς ἐκεῖσε. φωλεὸς καὶ τὸ παιδευτήριον, ως φασιν οἱ Ιωνες. οθεν καὶ ἀποφώλιοι, οἱ ἀπαίδευτοι καὶ οἱ ξένοι. †Φῶνοσ. ὁ μεγαλόφωνος.† Φώρ. ὁ κλέπτης. καὶ κλίνεται φωρός. παρὰ τὸ φὲρ καὶ φὼρ μεταθέσει τοῦ ˉε εἰς ˉω. ὁ τὰ ἀλλότρια φέρων. Φώριοι. οἱ ελεγχοι. Φωριαμόσ. τὸ κιβώτιον. παρὰ τὸ φάρη. ἡ τῶν φαρῶν δεκτική. ὁ δὲ ̔Ηρωδιανὸς παρὰ τοὺς φῶρας· ἐπειδὴ πρὸς φυλακὴν τούτων παρεσκεύασται. φαραμὸς καὶ τροπῇ τοῦ ˉα εἰς ˉω φωραμὸς, ὡς θάκος θῶκος καὶ κράζω κρώζω, καὶ πλεονασμῷ τοῦ ι φωριαμός. phi.1835 Φώσ. ὁ ἀνήρ· ὁ ανθρωπος, ὁ μόνος τὰ τῆς διανοίας φωτίζων τῷ λόγῳ. η παρὰ τῷ φῶ, τὸ λέγω. λογικὸν γὰρ ζῶον ὁ ανθρωπος. καὶ κλίνεται φὼς φωτός. Φώσσων, φώσσωνοσ. τοῦ ἀρμένου. καὶ φωσσώνιον, τὸ αρμενον. η λινοῦν τὶ σινδόνιον. η τὸ πεφυσημένον ἱστίον τῆς νηός. φώσσωνας ὀργυιωμένους. Φωκυλίδησ. κύριον. Φωστήρ. ὁ ηλιος. τῇ τετάρτῃ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν φωστῆρα τὸν μέγαν, ητοι τὸν ηλιον, εἰς ἀρχὴν καὶ ἐξουσίαν τῆς ἡμέρας· δι' αὐτοῦ γὰρ ἡ ἡμέρα συνίσταται. ἡμέρα γάρ ἐστιν ἐν τῷ τὸν ηλιον ὑπὲρ γῆν ειναι· καὶ διάστημα ἡμέρας ἐστὶν ὁ ἀπὸ ἀνατολῆς μέχρι δύσεως ὑπὲρ γῆν τοῦ ἡλίου δρόμος. καὶ τὸν φωστῆρα τὸν ἐλάσσω ἡ γραφὴ λέγει τὴν σελήνην καὶ τοὺς ἀστέρας, οιτινες εἰς ἀρχὰς καὶ ἐξουσίας τῆς νυκτὸς ἐτάχθησαν τοῦ φωτίζειν αὐτήν· νὺξ δέ ἐστιν ἐν τῷ τὸν ηλιον ὑπὸ γῆν ειναι. διάστημα δὲ νυκτὸς ὁ ἀπὸ δύσεως μέχρι ἀνατολῆς ὑπὸ γῆν τοῦ ἡλίου δρόμος. εἰσὶ δὲ καὶ ἐν ἡμέρᾳ ἀστέρες ἐν τῷ οὐρανῷ ὑπὲρ γῆν· ἀλλ' ὁ ηλιος τούτους αμα καὶ τὴν σελήνην τῇ σφοδροτέρᾳ αιγλῃ ἀποκρύπτων, οὐκ ἐᾷ φαίνεσθαι. τοῖς φωστῆρσι τούτοις τὸ πρωτόκτιστον φῶς ὁ δημιουργὸς ἐναπέθετο, οὐχ ὡς ἀπορῶν αλλου φωτὸς, ἀλλ' ινα μὴ ἀργὸν ἐκεῖνο μείνῃ τὸ φῶς· φωστὴρ γάρ ἐστιν οὐκ αὐτὸ τὸ φῶς, ἀλλὰ φωτὸς δοχεῖον. ἐκ τούτων τῶν φωστήρων ἑπτὰ πλανήτας φασὶν ἐναντίαν τοῦ οὐρανοῦ κινεῖσθαι αὐτοὺς κίνησιν. τὸν μὲν γὰρ οὐρανόν φασιν ἐξ ἀνατολῶν ἐπὶ δυσμὰς κινεῖσθαι, τοὺς δὲ πλανήτας ἐκ δυσμῶν ἐπὶ ἀνατολάς. συμπεριphi.1836 φέρειν δὲ τὸν οὐρανὸν τῇ ἑαυτοῦ κινήσει ὡς ὀξυτέρᾳ τοὺς ἑπτὰ πλανήτας, ων τὰ ὀνόματα ταῦτα· Ζεύς· Αρης· Ηλιος· ̔Ερμῆς· Σελήνη· ̓Αφροδίτη καὶ ὁ Κρόνος. ειναι δὲ καθ' ἑκάστην ζώνην τοῦ οὐρανοῦ ενα τῶν ἑπτὰ πλανήτων. τρέχουσι δὲ δρόμον αληκτον, ον ὁ δημιουργήσας εταξεν αὐτοῖς· καὶ ἐθεμελίωσεν αὐτὰ, ως φησιν ὁ ∆αβίδ· σελήνην καὶ ἀστέρας, α σὺ ἐθεμελίωσας. ἐν γὰρ τῷ εἰπεῖν ἐθεμελίωσας ἐδήλωσε τὸ πάγιον καὶ ἀμετάβλητον τοῦ εἱρμοῦ καὶ τῆς τάξεως τῆς ὑπὸ θεοῦ δοθείσης αὐτοῖς. εταξε δὲ