οὖν ἐκ πρώτης ἐπιβολῆς προαγαγόντας εἰς μέσον ἡμᾶς αὐτὴν τοῦ σωτῆρος τὴν ῥῆσιν, ἣν τοῖς ἀποστόλοις εἰρήκει, μηδενὸς τὸ παράπαν ἑτέρου δεήσεσθαι πρὸς πειθὼ τῶν ἀκροωμένων, λέγω δὴ τὴν, "1πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος."2 οὐ πληθυντικῶς γὰρ ἐνταῦθα πνεύματα δέδωκε λέγειν· ἢ πῶς ἂν τὸ τρισυπόστατον τῇ θείᾳ φυλάττοιτο φύσει, πολλῶν καὶ οὐχ ἑνὸς τοῦ πνεύματος ὄντος; ἀλλ' ἐπειδὴ τὸ πάνυ βραχυλογεῖν ὁ πολὺς τοῖς Λάκωσιν ἐκλήρωσε χρόνος ὡς τὰ πολλὰ, τοῖς δὲ φιλολογωτέροις δεῖ πλειόνων ἐνταῦθα μαρτυριῶν εἰς ἀκριβεστέραν τῶν ἐναντίων καθαίρεσιν, φέρε καὶ ἡμεῖς τὰ τοῦ πόθου τοῖς φίλοις ἀποδῶμεν ἀκροαταῖς, ὄκνων ἐκλαθόμενοι πάντων. Μάξιμος τοίνυν ὁ θεῖος τάδε περὶ τῶν ἑπτὰ διέξεισι πνευμάτων, ταὐτὸν δ' εἰπεῖν, ἀρετῶν. "1καὶ ἐπαναπαύσεται,"2 φησὶν, "1ἐπ' αὐτὸν ἑπτὰ πνεύματα· πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα γνώσεως, πνεῦμα ἐπιστήμης, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα φό 2.1122 βου θεοῦ. ἔστι δὲ ἴδιον τῶν πνευματικῶν τούτων χαρισμάτων· φόβου μὲν, ἡ ἀποχὴ τῶν κακῶν· ἰσχύος δὲ, ἡ πρᾶξις τῶν ἀγαθῶν· βουλῆς δὲ, ἡ τῶν ἀντικειμένων διάκρισις· ἐπιστήμης δὲ, ἡ τῶν καθηκόντων ἀνόθευτος εἴδησις· γνώσεως δὲ, ἡ κατὰ ἐνέργειαν τῶν ἐν ταῖς ἀρεταῖς θείων λόγων περίληψις· συνέσεως δὲ, ἡ πρὸς τὰ γνωσθέντα διόλου τῆς ψυχῆς συνδιάθεσις· σοφίας δὲ, ἡ πρὸς τὸν θεὸν ἀδιάγνωστος ἕνωσις· καθ' ἣν τοῖς ἀξίοις ἡ ἔφεσις, ἀπόλαυσις γίνεται, μεθέξει ποιοῦσα θεὸν τὸν μετέχοντα, καὶ τῆς θείας αὐτὸν ὑποφήτην καθιστῶσα μακαριότητος, κατὰ τὴν ἀένναον πρὸς τοὺς δεομένους τῶν θείων μυστηρίων ἀνεκπόμπευτον προβολὴν καὶ διέξοδον."2 ἐξηγούμενος δ' αὐτὸς τὰ αὐτά φησι· "1τὸ πρὸς ἡμᾶς κατ' ἐνέργειαν πρῶτον ἀγαθὸν, ὅπερ ἐστὶν ὁ φόβος, τελευταῖον ἀπηριθμήσατο τῆς γραφῆς ὁ λόγος, καὶ σοφίας ἀρχήν· ἀφ' οὗ κινούμενοι πρὸς τὸ τῆς σοφίας τέλος, τὴν σύνεσιν, ἀναβαίνομεν· μεθ' ἣν προσεχεῖς αὐτῷ γινόμενοι τῷ θεῷ, μόνην τὴν σοφίαν τῆς πρὸς αὐτὸν ἑνώσεως μεσιτεύουσαν ἔχοντες· οὐ γάρ ἐστι δυνατὸν ἐπιλαβέσθαι σοφίας, τὸν μὴ πρότερον διὰ τοῦ φόβου καὶ τῶν διὰ μέσου λοιπῶν χαρισμάτων τήν τε λήμην τῆς ἀγνοίας καὶ τὸν τῆς κακίας κονιορτὸν ἑαυτῷ παντελῶς ἀποσεισάμενον. διὰ τοῦτο θεῷ μὲν προσεχῆ 2.1123 τὴν σοφίαν, ἡμῖν δὲ τὸν φόβον, ἡ γραφικὴ τάξις διέθηκεν, ἵν' ἡμεῖς εὐταξίας μάθωμεν ὅρον καὶ νόμον."2 ὁρᾷς ὡς ἀρετὰς καὶ οὐχ ἅγια ταῦτα τίθησι πνεύματα. (Γ.) Περὶ δὴ τῶν τοιούτων ὁμοίως καὶ ὁ μέγας ἔφησε πάλαι Χρυσόστομος τά τ' ἄλλα καί· "1ὅταν τις ἔχῃ χάρισμα ἀγάπης, λέγεται ὅτι πνεῦμα ἀγάπης ἔχει· ὅταν λάβῃ χάρισμα μαρτυρίου, λέγεται πνεῦμα δυνάμεως ἔχειν, τουτέστι χάρισμα. ἐπεὶ γὰρ τὸ δωρούμενον τὸ πνεῦμα τὸ ἅγιόν ἐστι, καλεῖται δὲ καὶ τὸ δῶρον ὁμωνύμως τῷ διδόντι, ἐὰν ᾖ τις πρᾶος καὶ ταπεινὸς τὴν καρδίαν, δῶρον ἔλαβε τῆς πραότητος, καί ἐστι θεοῦ χάρισμα."2 καὶ πάλιν· "1ὅπου δεῖ μαθεῖν τὰ βάθη, καλεῖται πνεῦμα ἀποκαλύψεως. ὅπου δεῖ ἀγάπην ἔχειν, καλεῖται πνεῦμα ἀγάπης. ὅπου δεῖ σαφῆ λαλῆσαι τὸν διδάσκαλον, καλεῖται πνεῦμα σοφίας. ὅπου δεῖ λαλῆσαι τὸν ἀκροατὴν συνετῶς, καλεῖται πνεῦμα συνέσεως."2 καὶ τί δεῖ πάντα καταλέγειν, τοῦ παντὸς λόγου τὰ ἴσα διεξιόντος τοῖς βουλομένοις ὁρᾷν; λεγέτω γάρ τις ἐμοὶ πρὸς θεοῦ παρελθὼν, εἰ πλείονος τῷ σκέμματι δεῖ σαφηνείας, ὥστε μαθεῖν, τὸ μὲν πνεῦμα τὸ ἅγιον εἶναι ἓν, τὴν ἄκτιστον δηλαδὴ καὶ μίαν φύσιν τοῦ θεοῦ· ἃ δὲ τοῖς κτίσμασι χαρίσματα δίδοται, ἀρετὰς καὶ δῶρα διάφορα, καὶ ποιήματα αὐτοῦ, πνεύματα μὲν καλούμενα καὶ ταῦθ' ὁμωνύμως τῷ παρέχοντι πνεύματι, οὐχ ἅγια δέ· καθ' ἃ ὁ μέγας τούτοις συνᾴδει Βασίλειος, "1εἴρηταί τισι,"2 φάσκων, "1ὅτι αἱ ἑπτὰ γυναῖκες (αἱ τῷ 2.1124 προφήτῃ λεγόμεναι Ἡσαΐᾳ· ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς, λέγουσαι, τὸ ὄνομά σου κεκλήσθω ἐφ' ἡμᾶς) ἑπτὰ πνεύματά εἰσιν, ἃ μικρὸν ὕστερον ὁ αὐτὸς οὗτος προφήτης καταριθμεῖσθαι μέλλει, ὡς ἐπαναπαυόμενα ἐπὶ τὸν ἐκ ῥίζης Ἰεσσαὶ