399
προσηκούσης, ὅτι ὑπ' αὐτοῖς ἐγένετό ποτε, ἅμα δυοκαίδεκα τριήρεσιν, ἦλθον εἰς τὴν Σμύρνην, καὶ πρότερον ὑπὸ τῶν Λατίνων κατεχομένην. πατριάρχῃ δὲ ἐδόκει δεῖν εἰς τὸν κατὰ Σμύρναν ἐξελθόντα ναὸν, ἐν ᾧ πάλαι ἡ μητρόπολις ἦν, τὴν θείαν μυσταγωγίαν ἐκτελέσαι, καὶ ἐκέλευε τὴν στρατιὰν ὁπλισαμένην ἕπεσθαι. Μαρτῖνος δὲ ἐκώλυε καὶ οἱ ἄλλοι τῶν 2.583 ναυάρχων, διακεκινδυνευμένα τολμᾷν ἰσχυριζόμενοι. ἐπεὶ δὲ οὐκ ἐπείθετο, εἵποντο ἀνάγκῃ. καὶ γενομένῳ πρὸς τὸν ναὸν καὶ τὴν μυσταγωγίαν τὴν θείαν ἐκτελοῦντι ἐπῆλθεν Ἀμοὺρ μετὰ τῆς στρατιᾶς. καὶ τὸ μὲν ἄλλο στράτευμα τῶν Λατίνων διεσώθη ἀναχωρῆσαν πρὸς τὸ φρούριον, ὃ κατεῖχον, ἐπεὶ τοὺς Πέρσας εἶδον ἐπιόντας· πατριάρχης δὲ τὴν ἱερὰν στολὴν ἐνδεδυμένος ἀπεσφάγη ὑπὸ τῶν Περσῶν καὶ Μαρτῖνος καὶ ἄλλοι τῶν ἐπιφανῶν ὀλίγοι. ἐν δὲ τοῖς χρόνοις τούτοις καὶ τῶν ἐν Γεννούᾳ εὐγενῶν τινες δύο καὶ τριάκοντα πληρώσαντες οἰκείοις ἀναλώμασι τριήρεις ἐπέπλευσαν τῇ Χίῳ καὶ ἐπολιόρκησαν χρόνον οὐκ ὀλίγον, καὶ τειχομαχίας τε πολλὰς ἐποιήσαντο καὶ καρτερὰς καὶ μηχανήματα προσῆγον. ἤνυον δὲ ἀπὸ τῶν τοιούτων ὀλίγα ἢ οὐδέν. οἱ γὰρ Χῖοι ἠμύνοντο τοὺς Λατίνους καρτερῶς, ἐνδείᾳ δὲ πιεσθέντες καὶ λιμώξαντες, ἐπεὶ ἐπικουρίας οὐδεμιᾶς ἐτύγχανον παρὰ Ῥωμαίων, προσεχώρουν τοῖς Λατίνοις καὶ παρέδοσαν τὴν πόλιν ὑπ' ἀνάγκης. ἡ βασιλὶς δὲ ἠνιᾶτο μὲν δεινῶς, τῆς Χίου πολιορκουμένης, βοηθεῖν δὲ οὐκ εἶχε· χρημάτων τε γὰρ οὐκ εὐπόρει πρὸς τοσαύτην δύναμιν, ὥστε στόλον ἀντίῤῥοπον τῷ Λατίνων ἐξαρτύειν, καὶ τὸν διοικήσοντα καλῶς καὶ ὡς προσῆκε τὰ πράγματα οὐκ εἶχε· πάντες γὰρ, ὅσοι ἦσαν ἀξιόλογοι Ῥωμαίων, ἐν δεσμωτηρίοις κατεκλείοντο. ὅμως τινὰς ὀλίγους ἐφοπλίσαντες οἱ ἄρχοντες 2.584 τριήρεις, Φακεωλάτον ἔπεμψαν συνάρχοντα τότε τοῖς ἄλλοις, ἦν γὰρ Κιννάμου τοῦ μυστικοῦ συνοικῶν ἀδελφῇ τῆς γυναικὸς, οὐχ ὥστε ἀντιτάττεσθαι Λατίνοις· οὐκ ὀλίγου γὰρ ἀπέδει πρὸς τὴν ἐκείνων δύναμιν· ἀλλ' εἰ δύναιτο τρόπῳ δή τινι σῖτον εἰσάγειν εἰς τὴν Χίον. Φακεωλάτος δὲ ἐπεὶ καταπλέων ἐπύθετο τὴν Χίον ἑαλωκυῖαν, ἀνέστρεφεν εὐθύς· καὶ ὁλκάδι ἐκ Γεννούας περιτυχὼν μεγάλῃ ἐκράτησε μάχῃ καὶ ἀπέκτεινεν οὐκ ὀλίγους τῶν Λατίνων μαχομένους καὶ διήρπασε τὰ χρήματα. πυθόμενοι δὲ οἱ ἐν Γαλατᾷ ὁμόφυλοι ψήφισμα ἔγραψαν ἀποκτιννύναι Φακεωλάτον, οἷ ἄν τις συντύχοι, καὶ μηδένα κρίνειν φόνου, καὶ διέμεινεν αὐτοῖς ἡ πρὸς ἐκεῖνον ἔχθρα ἄχρι τελευτῆς. βασιλὶς δὲ ἐπεὶ ἑώρα μόνην τὴν Κωνσταντίνου πόλιν αὐτῇ περιλειπομένην, αἱ γὰρ ἄλλαι σχεδὸν πᾶσαι προσεχώρησαν βασιλεῖ τῷ Καντακουζηνῷ, πρὸς Μπαλίκαν τινὰ τοῦ Καρβωνᾶ ἄρχοντα πέμψασα πρεσβείαν ἐδεῖτο βοηθεῖν. ὁ δὲ ἀσμένως τε ἐδέξατο τὴν πρεσβείαν καὶ Θεόδωρον καὶ Τομπροτίτζαν τοὺς ἀδελφοὺς, χιλίους στρατιώτας ἄγοντας ἐπιλέκτους, κατὰ συμμαχίαν ἔπεμπε τῇ βασιλίδι, οἳ καὶ τὰς κατὰ τὸν Πόντον παραθαλασσίους πόλεις διιόντες ἔπεισαν ἀποστῆναι βασιλέως καὶ τῇ βασιλίδι προσχωρεῖν· ἤλπισαν γὰρ αὐτούς τι μέγα κατορθώσειν. καὶ ἡ βασιλὶς ἐδέξατο τοὺς ἄνδρας μετὰ πολλῆς τῆς εὐμενείας καὶ τιμῆς, καὶ τήν τε Ἀποκαύκου τοῦ μεγάλου δουκὸς θυγατέρα συνῴκισε τῷ Τομπροτίτζᾳ, καὶ στρατηγὸν ἀπέδειξε 2.585 τῆς Ῥωμαίων στρατιᾶς. ὁ δὲ τήν τε οἰκείαν ἔχων καὶ τὴν Ῥωμαίων ἐπεστράτευσε Σηλυμβριανοῖς, βασιλέως ∆ιδυμοτείχῳ ἐνδιατρίβοντος. Φακρασὴς δὲ ὁ πρωτοστράτωρ ὑπὸ βασιλέως ἐν Σηλυμβρίᾳ καταλελειμμένος μετὰ στρατιᾶς, ἔχων καὶ τοὺς Σηλυμβριανοὺς, συνεπλέκετο τοῖς περὶ Τομπροτίτζαν ἐξελθὼν καὶ ἐνίκα κατὰ κράτος. ἄπειρος γὰρ ὢν ὁ Τομπροτίτζας τῶν χωρίων ἐστρατήγησε κακῶς, εἰς τάφρους καὶ στενοχωρίας καὶ ἀμπέλους τοὺς ἱππέας ἐμβαλών· ὅθεν ἡττηθέντες ὀλίγοι μὲν ἀπέθανον κατὰ τὴν μάχην, ἑάλωσαν δὲ πολλοὶ ὀλίγων, διαδρᾶναι δυνηθέντων. ὧν τοὺς ἐπιφανεστέρους δήσαντες εἶχον ἐν φρουραῖς· τοὺς δ' ἄλλους ἀποδύσαντες ἀπέλυον. ἦλθε δὲ καὶ ὁ Τομπροτίτζας ἐγγὺς ἁλῶναι, ὅμως διαδρᾶναι δυνηθεὶς ἀνέστρεφε κατῃσχυμμένος. μετὰ τὴν ἧτταν δὲ ἐκείνην Τομπροτίτζας μὲν ὑπελείπετο ἐν Βυζαντίῳ ἤδη γυναῖκα