399
χώρα σφῶν ̔Ρωμαίοις ὑπήκοος γέγονε. καὶ τοὺς θησαυροὺς δ' ευρε τοὺς ∆εκεβάλου, καίτοι δυσχεροῦς ουσης τῆς τούτων εὑρέσεως. ποταμὸν γάρ, ος τοῖς βασιλείοις αὐτοῦ παρέρρει, μετοχετεύσας ὁ βάρβαρος, τὴν γῆν ἐφ' ης διῄει τὸ υδωρ ωρυξεν εἰς βάθος πολύ, καὶ πλεῖστον μὲν χρυσόν, πλείω δὲ αργυρον, καὶ αλλα τῶν τιμίων οσα μὴ πέφυκεν ἐξ ὑγρότητος φθείρεσθαι, καταθέμενος τῷ ὀρύγματι, πλαξί τε κατέστρωσε τὴν ἐκεῖ γῆν καὶ χοῦν ταύταις ἐπήνεγκε, καὶ ουτως αυθις τὸ υδωρ εἰς τὴν πρώτην μετέστρεψε δίοδον· καὶ ἐς σπήλαιον δὲ πολλὰ ἐναπέθετο. ταῦτα δ' ἐποίει μή τινος αλλου παρόντος η αἰχμαλώτων οι περὶ ταῦτα ἐπόνουν· καὶ μετὰ τὴν κατάκρυψιν τοὺς αἰχμαλώτους ἐκτίννυεν, ινα μὴ εκφορα τὰ παρ' αὐτῶν γεγονότα ποιήσωσιν. εις δέ τις ἑταῖρος τοῦ ∆εκεβάλου συνειδὼς τὰ τεθησαυρισμένα ὑπέδειξεν αὐτά. Τὸν δὲ Λικίνιον Σούραν πλούσιον ανδρα φιλῶν, καὶ ὑπ' ἐκείνου φιλούμενος, διαβαλόντων τινῶν τὸν 3.68 ανθρωπον ὡς ἐπιβουλεύοντα αὐτῷ, ακλητος πρὸς ἐκεῖνον ἐπὶ δεῖπνον ἀπῆλθε, καὶ τοὺς δορυφόρους ἀποπέμψας τὸν ἰατρὸν τοῦ Σούρα ἐκάλεσε, καὶ δι' ἐκείνου τοὺς ὀφθαλμούς, διὰ δὲ τοῦ κουρέως ἐκείνου τὴν ὑπήνην ἐξύρατο· ειτα καὶ ἐλούσατο καὶ ἐδείπνησε. καὶ τοῖς τὸν Σούραν διαβάλλουσιν εφη τῇ ὑστεραίᾳ "εἰ ηθελέ με Σούρας ἀποκτεῖναι, οὐδὲν ἐκώλυε τὸν ανδρα χθὲς τοῦτο ποιῆσαι." Επαρχον μέντοι τῶν δορυφόρων προχειριζόμενος, καὶ ὀρέγων αὐτῷ τὸ ξίφος ο παραζώννυσθαι αὐτὸν ἐχρῆν, "λάβε τοῦτο" εφη, "καὶ εἰ μὲν αρχω καλῶς, ὑπὲρ ἐμοῦ τούτῳ χρῆσαι, εἰ δὲ κακῶς, κατ' ἐμοῦ." ἐποίησε δὲ καὶ βιβλίων ἀποθήκας. καὶ μετὰ ταῦτα κατὰ Πάρθων καὶ ̓Αρμενίων ἐστράτευσεν, οτι τὸ διάδημα ὁ ̓Αρμένιος οὐχ ὑπ' αὐτοῦ ελαβεν, ἀλλὰ παρὰ τοῦ Πάρθων βασιλέως. ην δὲ σκῆψις τοῦτο, τὸ δ' ολον φιλοτιμία καὶ δόξης ερως. ἐχειρώσατο ουν τὴν ̓Αρμενίαν. καὶ αὐτῷ ἡ βουλὴ πολλὰ ἐψηφίσατο, πρὸς δὲ τοῖς αλλοις καὶ Οπτιμον ἐπωνόμασεν, αριστον δὲ τοῦτο δηλοῖ ἐξελληνιζόμενον, ειτα καὶ Παρθικὸν αὐτῷ ἐπίκλησιν εθετο. ὁ δὲ μᾶλλον τῶν αλλων τῇ τοῦ ̓Οπτίμου προσηγορίᾳ ην σεμνυνόμενος, οτι τοὺς τρόπους ὑπεδήλου αὐτοῦ. Σεισμοῦ δὲ ἐπὶ τῆς αὐταρχίας αὐτοῦ σφοδροτάτου συμβάντος, καὶ αλλαι μὲν επαθον πόλεις, μᾶλλον δὲ τῶν αλλων ἡ πρὸς τῷ ̓Ορόντῃ πέπονθεν ̓Αντιόχεια. οτε καὶ αὐτὸς ὁ Τραιανὸς ἐκεῖ διατρίβων μικροῦ κεκινδύνευκεν αν· ἐπλήγη δὲ τέως ἐκ τοῦ τῆς οἰκίας, ἐν ῃ διῆγε, συμπτώματος. ἀριθμοῦ δὲ κρεῖττον πλῆθος συγκέχωστο τοῖς συμπτώμασι. καὶ οἱ 3.69 μὲν συντριβόμενοι τῷ βάρει τῶν καταπιπτόντων ἀπώλλυντο, οἱ δὲ ἐν διακένοις τισὶ τυχαίως συμβαίνουσιν, ουτω τῶν ὑλῶν συμπιπτουσῶν, διασωζόμενοι, ἐξελθεῖν δ' ἐκεῖθεν οὐκ ἰσχύοντες, λιμῷ διεφθείροντο· ἐπεκράτει γὰρ ὁ κλόνος τῆς γῆς ἐφ' ἡμέρας πολλάς. ηδη δὲ παυσαμένης τῆς συμφορᾶς ἐπέβη τις ἀναθαρσήσας τῶν ἐρειπίων, καὶ ηκουσε βοώσης κάτωθεν γυναικός. ἀνορύξαντες ουν τὴν ανθρωπον ἀνεσώσαντο, καὶ παιδίον φέρουσαν ὑπομάζιον, ο τῷ γάλακτι ετρεφεν, ἀλλὰ μέντοι καὶ ἑαυτήν. ἐκ τούτου καὶ τὰ λοιπὰ ἀνεχώννυον· ἀλλ' οὐχ ευρον ζῶντάς τινας πλὴν παιδίου ἑνός, τῷ λιμῷ δὲ φθαρέντας πολλούς. Εαρος δ' ἐπιστάντος κατὰ τῶν Πάρθων αυθις ἐχώρησεν ὁ Τραιανός· καὶ τῆς τε ̓Αδιαβηνῆς ἁπάσης ἐκράτησεν, η μέρος ἐστὶ τῆς ̓Ασσυρίας τῆς περὶ Νίνον, καὶ τῶν Γαυγαμήλων καὶ τῶν ̓Αρβήλων, παρ' οις ̓Αλέξανδρος τὸν ∆αρεῖον ἐνίκησε· καὶ μέχρι τῆς Βαβυλῶνος προῆλθεν αὐτῆς. ἐπεραιώθη δὲ καὶ τὸν Τίγριν καὶ εἰς τὴν Κτησιφῶντα εἰσῆλθεν. ἱμείρετο μέντοι καὶ τὴν Ἐρυθρὰν εἰσπλεῦσαι θάλασσαν, η μοῖρα μὲν τοῦ ̓Ωκεανοῦ λέγεται, κέκληται δ' ουτως ἀπό τινος ἐν αὐτῇ δυναστεύσαντος. ἐνενόει δὲ καὶ ̓Ινδούς, καὶ ελεγεν ὡς "εἰ νέος ετι ην, καὶ ἐπ' αὐτοὺς αν ἐπεραιώθην." ἐν ῳ δὲ χρόνῳ ἐπὶ τὸν ̓Ωκεανὸν κατέπλει καὶ αυθις ἀνήγετο, οσα ἑάλωσαν πρότερον ἀποστασίαν ἐνόσησαν. ὁ δὲ δείσας μὴ καὶ οἱ Πάρθοι τὸ αὐτὸ δράσωσιν, ὁμογενῆ σφίσι βασιλέα προεχειρίσατο, αὐτὸς αὐτῷ τὸ διάδημα ἐπιθέμενος. ειτα καὶ τῶν ̓Αράβων ἀφεστηκότων ωρμησε κατ' αὐτῶν· καὶ μηδὲν ἀνύσας ὀλίγου δεῖν ἐτρώθη αν·