399
αὐτοὺς εἰς ἡμέρας καὶ εἰς καιροὺς καὶ εἰς ἐνιαυτούς· καὶ γὰρ διὰ μὲν τοῦ ἡλίου αἱ τέσσαρες τροπαὶ συνίστανται. Φώταυγοσ. *ὁ ηλιος. σημαίνει καὶ ἀπαύγασμα τοῦ φωτὸς ειναι τὸν Χριστὸν τοῦ πατρός.* (Θηλυκόν.) Φῷδεσ. εχει τὸ ι προσγεγραμμένον. καὶ τῆς φῳδὸς ὀξυτόνως, ὡς δᾳδός. ειρηται παρὰ τὸ φῶς, οπερ ταυτόν ἐστι τῷ πυρί. καὶ σημαίνει τὰ ἐν τοῖς σκεύεσι γινόμενα ἐκκαύματα ἀπὸ τοῦ πυρός. εχει δὲ τὸ ι. ευρηται δὲ κατὰ διάστασιν φωΐδες. δισύλλαβον δὲ λέγει Γεώργιος ὁ Χοιροβοσκός. καὶ ̓Αριστοφάνης ἐν Πλούτῳ· -πλὴν φῴδων ἐκ βαλανείου. η φῷδες αἱ τοῦ πυρὸς θάλψεις. καὶ φῶδον, τὸ καῦμα. Φώκεα. πόλις. καὶ Φώκεια. Φώκη. ειδος ἰχθύος. Φωλάσ. ειδος νόσου. καὶ φωλεία, τὸ τῆς αρκτου πάθος. Φωνή. ἡ λαλιά. παρὰ τὸ φῶ καὶ τὸ νοῦς. ἡ τὰ ἐν τῷ νῷ φωτίζουσα. Φωταυγία. ..... phi.1837 Φωψίσ. πόλις. Φωνή. οὐ πᾶς λόγος, ἀλλὰ πᾶν ο ψόφον δι' ἀκοῆς ἐμποιεῖ. Φωΐδεσ. τὰ φλογίσματα. τοῦ Ψελλοῦ· φωΐδας τὰ φλογίσματα· καταφορὰν δὲ κῶμα. (Οὐδέτερον.) Φώριον. τὸ κλέμμα. Φῶσ. τὸ λάμπον. ητοι παρουσία πυρώδης ἐν τῷ διαφανεῖ. η χρῶμα τοῦ διαφανοῦς κατὰ συμβεβηκός. κατὰ συμβεβηκὸς δὲ ειπεν, οτι μὴ παθητικῶς ἀναδέχεται τὸ διαφανὲς τὴν πρὸς αὐτὸν ποιὰν τοῦ φωτίζειν πεφυκότος ἐστὶν, ὡς ποτὲ μὲν πεφωτίσθαι, ποτὲ δὲ ου. διὸ οὐκ οἰκεῖον αὐτὸ χρῶμα, ἀλλὰ κατὰ σχέσιν, τὸ φῶς, ωσπερ τῶν αλλων κεχρωσμένων. ἐν ἐκείνοις γὰρ μένει τὸ χρῶμα ὡς οἰκεῖον ον. ἐπὶ δὲ τοῦ φωτὸς οὐχ ουτως. καὶ αλλως· ἐντελέχεια τοῦ διαφανοῦς ῃ διαφανές. *ειρηται δὲ φῶς παρὰ τὸ φῶ, τὸ λάμπω. ἐξ ου γίνεται φάος, καθ' ὑπερβιβασμὸν τοῦ ˉο φόας, καὶ συναιρέσει φῶς, ωσπερ κρείττοα κρείττω. φῶς καὶ ἡ γνῶσις τῆς δικαιοσύνης.* phi.1838 Φωτίγγιον. ορνεον. Φῶσ. παρὰ τὸ φῶ, τὸ φαίνω, φάος, καὶ κράσει τοῦ ˉαˉο εἰς ˉω μέγα φῶς. ( ̔Ρῆμα.) Φῶ. τὸ λέγω. καὶ τὸ λάμπω. Φωγύνω. τὸ φρύγω. Φῴζω. τὸ καίω, σὺν τῷ ˉι. Στράττις· ἀλλ' εἰ μέλλεις ἀνδρείως φῴζειν. Φωλεύειν. τὸ ἐν τοῖς παιδευτηρίοις διατρίβειν. φωλεοὶ γὰρ τὰ παιδευτήρια. Φωνεῖν. βοᾷν. φονᾷν δὲ, τὸ φονικῶς πνέειν, μικρόν. Φωρῶ. τὸ ὑπονοῶ. Φωραθῶσιν. ἐλεγχθῶσιν. καὶ φωραθεὶς ἀντὶ τοῦ ἐλεγχθεὶς η εὑρεθείς. ἀπὸ τῆς φὼρ εὐθείας, ο σημαίνει τὸν κλέπτην. οθεν καὶ φωρᾷν, τὸ ἐρευνᾷν καὶ ἐκζητεῖν, καὶ φωράσας ἀντὶ τοῦ διερευνήσας. Φωτίσαντοσ. φανερώσαντος. ὁ ̓Απόστολος· φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου. chi.1839 Χ. Τὸ Χ μετὰ τοῦ Α. ( ̓Αρσενικόν.) Χαλκόσ. κατὰ προσθήκην τοῦ χ, δωρικῶς, ἀλκὸς καὶ χαλκός· ἐπεὶ πρὸς ἀλκὴν ευθετός ἐστιν. η παρὰ τὸ εχειν ἀλκήν. Χαλίφρων. ἀνόητος. μωρός. παρὰ τὸ χαλᾷν τὴν φρένα. κυρίως δὲ ὁ ἐν μέθῃ εὐφραίνων. χάλις γὰρ ὁ ακρατος οινος, παρὰ τὸ χαλᾷν καὶ ἀνιέναι ἀραρυίας τὰς φρένας. Χαλινόσ. παρὰ τὸ χαίνειν, οτι δι' αὐτοῦ χαίνειν γίνεται. η παρὰ τὸ ις, ἰνὸς, καὶ τὸ χαλῶ γίνεται χαλινός. Χαλκώδοντοσ. Χαλκηδόνιοσ. τοπικόν. Χαιρέασ. ποταμός. Χαῖρισ. κύριον. Χαιρωνεύσ. ὁ ἀπὸ Χαιρωνείας πόλεως. Χαμαίζηλοι. ταπεινοί. chi.1840 Χαμέρ. ονομα κύριον. καὶ Χαμὼς, ειδωλον, βδέλυγμα. Χαναναῖοι. οἱ μὴ ετοιμοι διὰ τὴν ἀπείθειαν πρὸς ταπείνωσιν ἑρμηνευόμενοι. Χάονεσ. ἐθνικόν. καὶ χάονας, αρτους κριθίνους. Χαροπόσ. εὐόφθαλμος, περιχαρής. Χαρακηνόσ. τοπικόν. Χαμερπήσ. ταπεινός. μικρόφρων. τοῦ Θεολόγου· μηδὲ ἀλογίστως μηδὲ χαμερπῶς. Χάρησ. κύριον. καὶ κλίνεται Χάρητος. Χαραδριόσ. ορνις. παρὰ τὸ τὰς χαράδρας δεδιέναι. η τὸ ἐναντίον παρὰ τὸ ἐν αὐταῖς ἐνοικεῖν. ἐξ ου καὶ τὸ ονομα κέκτηται. Χάρακα. περίφραγμα τειχομαχίας, ἑλεπόλεις. καὶ χάραξ τὰ σιδήρια τὰ τεμνόμενα καὶ χαρασσόμενα, οθεν καὶ χάρακας καλοῦμεν τοὺς ὀξυνομένους καλάμους η τὰ ξύλα. διαφέρει δὲ ὁ χάραξ καὶ ἡ χάραξ. τὸ μὲν γὰρ ἀρσενικὸν chi.1841 δηλοῖ τὸ στρατόπεδον, η τείχισμά τι καὶ περίφραγμα. ὡς ∆ημοσθένης καὶ Μένανδρος· πολλοὶ γὰρ ἐκλελοιπότες τὸν χάρακα τὰς κώμας ἐπόρθουν-. θηλυκὸν δὲ τὸ τῆς ἀμπέλου. οιον. ἐξηπάτησεν ἡ χάραξ τὴν αμπελον. Χαρίεισ. τὰ εἰς ˉεˉιˉς ὀνόματα διὰ τοῦ ˉεˉνˉτˉοˉς κλινόμενα οὐ θέλουσι τῷ ˉι παραλήγειν, ἀλλ' η τῷ ˉη, ὡς ἐπὶ τοῦ τιμήεις, η τῷ ˉο, ὡς ἐπὶ τοῦ ἀνεμόεις, η