κελευσάντων,ὁποῖα πολλὰ καὶ τοιαῦτα παρὰ τῷ ποιητῇ, ἢ ὅτι ἐξῆν οἴκοθεν ποιεῖν τινατοιαῦτα καὶ τοὺς κήρυκας. οὕτω δὲ καὶ ἐν ἡρωϊκῇ μονομαχίᾳ κήρυκες ὁμοίῳλόγῳ τοὺς μονομάχους συμβιβάσαντες παύσουσιν. (ῃ. 252) Ὅτι ἠνεμόεσσαν ὁποιητὴς πολλαχοῦ τὴν Ἴλιον λέγων ὡς ἐφ' ὑψηλοῦ ἱδρυμένην διὰ τοῦτο ἐςπεδίον ἔφιππον ἐκεῖθεν καταβῆναι τὸν Πρίαμον ἄρτι φησίν, ὅ ἐστιν εἰς τὴνπεδιάδα, ὃν τρόπον καὶ τὸ κλίσιον κλισιάδα Ἡρόδοτός φησι. πίστις δ' ἐνταῦθαπροκαταβέβληται τῆς μετὰ ταῦτα διφρείας τοῦ γέροντος, ἣν καὶ ἐν τῷ τέλει τῆς 1.648 Ἰλιάδος ἀναγκαίως ποιήσεται λυσόμενος Ἕκτορα. (ῃ. 248-50) Ἰδαίου δὲ τοῦκήρυκος καλέσαντος κατέβη ὁ Πρίαμος ἀκούσας τὸ «ὄρσεο καλέουσιν ἄριστοι»καὶ ἑξῆς. (ῃ. 259) Ὅτι ῥιγῶ μὲν ῥιγώσω ἐπὶ τοῦ κατὰ σῶμα πάθους ἐκκρύους, ῥιγῶ δὲ ῥιγήσω ἐπὶ τοῦ κατὰ ψυχὴν δέους καὶ τῆς ἐντεῦθεν φρίκης. ὁγοῦν γέρων Πρίαμος οὕτως ἐνταῦθα ἐρρίγησεν ἀκούσας μέλλειν μονομαχήσειντὸν υἱόν. ἔπαθε γὰρ τὴν ψυχὴν οἷα πατήρ. διφοροῦνται δέ, ὡς προεγράφη ἐντῇ αʹ ῥαψῳδίᾳ, καὶ ἕτερα ὁμοίως ῥήματα. δηλῶ γοῦν δηλώσω, τὸ δείξω,δηλῶ δὲ δηλήσω, τὸ βλάψω, κυκλῶ κυκλώσω κοινῶς, κυκλῶ δὲ κυκλήσω παρ'Ὁμήρῳ, τὸ ἐφ' ἁμάξης ἄξω, δινῶ δινήσω, τὸ συστρέψω, δινώσω δὲ ἀντὶ τοῦτορεύσω, ὅθεν καὶ δινωτόν τὸ τορευτόν, ζηλῶ ζηλώσω, τὸ μιμήσομαι, ζηλῶ δὲζηλήσω, τὸ φθονήσω, ἐξ οὗ οἱ παρὰ τῷ ποιητῇ ζηλήμονες θεοί καὶ ἕτερα. ἐκδὲ τοῦ Ὁμηρικοῦ ῥιγήσω καὶ ῥιγεδανὴ Ἑλένη καὶ ῥιγηλόν τὸ φρικτόν, ᾧ ἴσον τὸ ῥίγιον. (ῃ. 261 ς.) Ὅτι ἀναβῆναι μὲν εἰς δίφρον ἐλέγετο ὁ ἡνίοχος, ὡςἐνταῦθα ὁ Πρίαμος ἀνέβη, κατὰ δ' ἡνία τεῖνεν ὀπίσσω. παραβῆναι δὲ καὶπαραιβάτης, ὡς μυριαχοῦ φανήσεται, ὁ σὺν ἐκείνῳ εἴτε ὅπλα φορῶν, ὡς ἐπὶμάχῃ, εἴτε καὶ ἄλλως διὰ συνοδίαν, ὡς ἐνταῦθα ὁ ἀγχίνους Ἀντήνωρ, καθὰ δηλοῖτὸ «πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσατο δίφρον», ὃν δὴ Ἀντήνορα καὶ ὡς πεπνυμένον συμπαραλαμβάνει ὁ Πρίαμος καὶ ὡς φίλον δὲ τοῖς Ἕλλησι, καθὰπρογέγραπται, ἵνα ἔχῃ δι' αὐτοῦ ἀσφάλειαν, εἴ που καὶ παραπέσοι τι κακόν,ἅμα δὲ καὶ ὡς λόγιον, ἐὰν δημηγορίας τύχοι καιρός. ὅτι δὲ Θεόκριτος τὴν παρ'αὑτῷ ἐριθακίδα ἤτοι μισθώτριαν παραιβάτιν λέγει καὶ διὰ τί, ζητητέον ἐκεῖ.(ῃ. 262) ∆ίφρος δὲ τόπος τοῦ ἅρματος ὁ τοὺς ῥηθέντας φέρων, διὸ καὶ δίφροςλέγεται ὡς οἱονεὶ δύφορος καὶ τροπῇ καὶ συγκοπῇ δίφρος. ἀπ' αὐτοῦ δὲ ὡςκαιριωτέρου μέρους καὶ τὸ ὅλον ἅρμα δίφρος ἐλέγετο, ὡς καὶ ἀπὸ τοῦ βωμοῦ,καθὰ προεδηλώθη, ὁ ναὸς καὶ ἀπὸ τῆς ἑστίας ὁ πᾶς οἶκος καὶ ἐκ τοῦ ὅρμου 1.649 ὅλος ὁ λιμήν. παρὰ μέντοι τοῖς ὕστερον καὶ ἐπὶ τῆς κοινότερον λεγομένηςσέλλας ἡ λέξις κειμένη εὕρηται. Ὅμηρος δὲ τῷ Εὐμαίῳ δίφρον ἀεικέλιον,ἤγουν θρόνον, παρατίθησι καθεσθῆναι, καὶ ἡ Ἑλένη δὲ τῇ Ἀφροδίτῃ ἐν τῷ τέλει τοῦ γράμματος τούτου, ὥστε πολυσήμαντον καὶ ὁ δίφρος. οὐκ ἄδηλον δέ, ὅτικαὶ ἐπ' ἄλλων τροπὴ διχρόνου ὡς ἐν τῷ δίφρῳ γίνεται. τὸ γοῦν μῖσος ἐκ τοῦμύειν παρῆκται, ἀφ' οὗ καὶ τὸ μῦσος· μύει γὰρ ἐπὶ τοῖς ἐχθροῖς ὁ μισῶν,ἤγουν ἀλλὰ ὄσσε πάλιν κλίνει μηδὲ εἰσορᾶν ἐθέλων. οὕτω καὶ τὸ στρυφνός, εἰκαὶ ὁ λόγος κατὰ Ἡρωδιανὸν διὰ τοῦ ˉυ αὐτὸ ἀπαιτεῖ, -ὡς γὰρ τέρπω τερπνός,στέγω στεγνός, οὕτω καὶ στύφω στυφνός. καὶ καθάπερ κέντον, κέντρον, οὕτωπλεονασμῷ τοῦ ˉρ καὶ στυφνός στρυφνός-ὅμως εὕρηται καὶ διὰ τοῦ ˉιπροφερόμενον. στριφνός γάρ φησιν. ὁμοίως καὶ ἐκ τοῦ Μοῦσα κοινῶς ἡ Αἰολικὴ Μοῖσα καὶ πάντα τὰ κατ' αὐτήν, ἃ καὶ παρὰ Πινδάρῳ κεῖνται. καὶ ἐκ τοῦ ὕδωρὁ ἱδρώς, διὸ καὶ δασύνεται. καὶ ἐκ τοῦ ἶφι καὶ θυμός ὁ ἴφθιμος, ὡς προγέγραπται·καὶ ἐκ τοῦ δύο τὸ δίς ἐπίρρημα· καὶ ἡ Ἀφροδίτη δὲ ὡς ἐξ ἀφροῦ ἀναδῦσατροπὴν ὁμοίαν ἔχει· καὶ ὁ χιτών δὲ ὡσαύτως ἐκ τοῦ χύω γίνεται καὶ ὁ φῖτυςἐπὶ πατρὸς καὶ ὁ φιτρός, ὁ ἔστι κορμός, ἐκ τοῦ φύω· καὶ ἐκ τοῦ δεύω δεύσωδεῖσσα, ἡ ὑγρασία, καὶ ἐκ τοῦ χεύματος ὁ χειμών. (ῃ. 261) Ἰστέον δὲ καί, ὅτιαὐτοδιάκονοι τὰ