400
ἔχων ἐκ Ῥωμαίων καὶ τιμῆς ἀπέλαυε παρὰ βασιλίδος τῆς ἀξίας· Θεόδωρος δὲ ὁ ἀδελφὸς ἀνέστρεφεν εἰς τὴν οἰκείαν, τὴν ὑπολελειμμένην ἔχων στρατιάν. μετὰ τοῦτο δὲ Ὀρχάνης πρὸς Καντακουζηνὸν τὸν βασιλέα πρεσβείαν πέμψας ἠξίου ἐκδοῦναί οἱ πρὸς γάμον τὴν θυγατέρα· ἐπηγγέλλετό τε, εἰ παράσχοιτο, προθύμως συμμαχήσειν κατὰ παντὸς πολεμίου τοῖς Ῥωμαίοις· οὐκέτι γὰρ ἔσεσθαι σύμμαχον καὶ φίλον, ἀλλὰ υἱὸν, καὶ προθύμως δουλεύσειν αὐτόν τε καὶ τὴν σύμπασαν στρατιὰν, οἷ ἂν κελεύοι. βασιλεὺς δὲ οὔτε ἀπείπατο τὴν πρεσβείαν, οὔτ' εὐθὺς συνέθετο πρὸς τὴν ἐπιγαμίαν, ἀλλὰ προσηνῶς τε καὶ ἡμέρως τοῖς πρέ 2.586 σβεσι χρηματίσας καὶ δῶρα παρασχόμενος, νῦν μὲν ἔλεγε μηδὲν ἀποκρινεῖσθαι, ὕστερον δὲ ὀλίγῳ πέμψας πρεσβείαν τὴν ἀπόκρισιν ποιήσεσθαι. οἱ μὲν οὖν Ὀρχάνη πρέσβεις ἀνέστρεφον εἰς τὴν οἰκείαν. βασιλεὺς δὲ μετὰ τῶν οἰκείων καὶ τῶν ἐν τέλει ἐβουλεύετο περὶ τοῦ γάμου, εἰ χρὴ τὴν θυγατέρα τῷ Ὀρχάνῃ ἐκδιδόναι, καὶ πάντες ὥσπερ ἐκ συνθήματος κράτιστον εἶναι ἔλεγον Ὀρχάνην ἔχειν σύμμαχον καὶ φίλον βέβαιον. βασιλεὺς δὲ καὶ πρὸς Ἀμοὺρ πρεσβείαν πέμψας, εἰ δοκοίη βέλτιον εἶναι καὶ αὐτῷ τὴν θυγατέρα συνοικίζειν ἐπυνθάνετο Ὀρχάνῃ. ὁ δὲ ἄριστον ἡγεῖτο καὶ συνεβούλευε δέχεσθαι τὸ κῆδος. μάλιστα γὰρ αὐτῷ λυσιτελεῖν τὴν φιλίαν καὶ τὴν οἰκειότητα τοῦ βαρβάρου μεγάλα δυναμένου ὠφελεῖν κατὰ τῶν Ῥωμαίοις πολεμίων. εἰ γὰρ καὶ μὴ δέοιτο νυνὶ βαρβάρων πρὸς τὸν τῶν ὁμοφύλων πόλεμον, τεταπεινωμένων ἤδη καὶ μὴ δυναμένων ἀντικαθίστασθαι αὐτῷ, ἀλλ' οὖν εἰ πᾶσα ἡ Ῥωμαίων ὑπ' αὐτὸν γένοιτο ἡγεμονία, πρὸς τοὺς ὁμόρους δυνάστας δεήσεσθαι τῆς Περσικῆς δυνάμεως, πολλὰ ἠδικηκότας καὶ πολλὰς πόλεις καὶ χώρας τῆς Ῥωμαίων παρασπασαμένους. εἰδέναι μὲν οὖν ἔφασκεν, ὡς οὐδ' ἂν εἴτι γένοιτο, τοσαύτην Ὀρχάνης εὔνοιαν ἐπιδείξεσθαι δύναιτο, ὅσην αὐτὸς πρὸς βασιλέα. ἀλλ' οὖν εὐχερῶς ἐκεῖνον ἔχειν βοηθεῖν. αὐτὸν δὲ πολλῆς δεῖσθαι πραγματείας διὰ ἀλλοτρίας πρὸς αὐτὸν ἰόντα γῆς· Ὀρχάνῃ δὲ τὴν ἀντι 2.587 πέραν Θρᾴκης ἤπειρον ὑφ' ἑαυτὸν πεποιημένῳ ῥᾴδιον εἶναι, ὅτε βούλοιτο, ῥᾳδίαν ποιεῖσθαι τὴν ἐπικουρίαν. δι' ἃ συνεβούλευε τὸ κῆδος ἐκτελεῖν, ὡς τὰ κράτιστα λυσιτελῆσον τοῖς Ῥωμαίοις· κἂν μὴ καὶ πάνυ κατὰ γνώμην ᾖ, οὐδὲν δὲ ποιήσειν ἄξιον αἰτίας, εἰ καὶ τῶν πρὸ αὐτοῦ βεβασιλευκότων οὐκ ὀλίγοι Σκύθαις καὶ ἄλλοις τισὶ βαρβάροις τὰς θυγατέρας ἐξέδωκαν τὰς ἑαυτῶν πρὸς τὸ λυσιτελοῦν τοῖς ὑπηκόοις. τοιαῦτα μὲν ὁ Ἀμοὺρ παρῄνει. βασιλεὺς δὲ τό,τε μέτριον τοῦ φρονήματος ἐθαύμαζεν Ἀμοὺρ, ὅτι Ὀρχάνην αὐτοῦ μᾶλλον ὡμολόγει λυσιτελεῖν, καὶ τὸ ἄδολον καὶ καθαρὸν τῆς γνώμης, ὅτι ἃ ἐδόκει λυσιτελεῖν, οὐκ ἀπεκρύπτετο, καὶ ἐπείθετο πρὸς τὴν παραίνεσιν. πέμψας δὲ πρεσβείαν πρὸς Ὀρχάνην, τήν τε θυγατέρα κατηγγυᾶτο, καὶ στρατιὰν ἐκέλευε πέμπειν, ἥτις ἄξει τὴν γυναῖκα πρὸς αὐτόν. ὁ δ' ἔπεμπεν αὐτίκα ναῦς τε τριάκοντα καὶ ἱππέας οὐκ ὀλίγους καὶ τοὺς ἐπιφανεστέρους τῶν ὑπ' αὐτόν. βασιλεύς τε μετὰ τῆς στρατιᾶς Ῥωμαίων ὅση ἦν, ἧκεν εἰς Σηλυμβρίαν μετὰ γυναικὸς τῆς βασιλίδος καὶ τῶν θυγατέρων, καὶ ἐκέλευε πρὸ τῆς πόλεως ἐν τῷ πεδίῳ πρόκυψιν ποιεῖν ἐκ ξύλων, ἵν' ἐπ' αὐτὴν ἡ βασιλέως νυμφευομένη θυγάτηρ στᾶσα πᾶσι γένοιτο καταφανής· οὕτω γὰρ ἔθος εἶναι τοῖς βασιλεῦσι ποιεῖν ἐπὶ ταῖς θυγατράσι πρὸς γάμον ἀγομέναις. ἔπειτα ἐκέλευε καὶ τὴν βασιλικὴν σκηνὴν ἐγγὺς ἱστᾷν. ἐπεὶ δὲ ἦσαν παρεσκευασμένα, ἡ βασιλὶς μὲν μετὰ τῶν θυγατέρων ἐπὶ τῆς σκηνῆς ηὐλίσατο 2.588 τὴν νύκτα, καὶ ὁ βασιλεὺς μετὰ τῆς στρατιᾶς. εἰς τὴν ὑστεραίαν δὲ βασιλὶς μὲν ἔμεινεν ἐπὶ τῆς σκηνῆς μετὰ τῶν ἐπιλοίπων δύο θυγατέρων, Θεοδῶρα δὲ ἡ νυμφευομένη ἐπὶ τὴν πρόκυψιν ἀνῆλθε, βασιλεὺς δὲ εἱστήκει ἔφιππος μόνος· οἱ δὲ ἄλλοι ἅπαντες πεζοί. οὕτω δὲ τῶν παραπετασμάτων περιαιρεθέντων, περικεκάλυπτο γὰρ ἡ πρόκυψις πανταχόθεν ὑφάσμασι σηρικοῖς καὶ διαχρύσοις, ἀνεφαίνετο ἡ νύμφη. καὶ λαμπάδες ἦσαν περὶ αὐτὴν ἡμμέναι ἑκατέρωθεν, ἃς εὐνοῦχοι κατέχοντες ἐπὶ γόνυ κεκλιμένοι οὐκ ἐφαίνοντο. σάλπιγγες δὲ ἤχησαν ἐπιπλεῖστον καὶ αὐλοὶ καὶ