400
κἀκεῖθεν ἀπῆλθε νοσῶν. 3.70 Καὶ οἱ κατὰ Κυρήνην δὲ ̓Ιουδαῖοι ἀπέστησαν καὶ εκτεινον καὶ ̔Ρωμαίους καὶ Ελληνας, καὶ οἱ ἐν Αἰγύπτῳ καὶ οἱ ἐν Κύπρῳ οὐχ ηττους ὁμοίως διέφθειραν. κατεστρέψατο δὲ τούτους Τραιανός, στράτευμα κατ' αὐτῶν πεπομφώς. μέμνηται τῆς τῶν ̓Ιουδαίων ταύτης ἀποστασίας καὶ ὁ Εὐσέβιος ἐν τῷ τετάρτῳ λόγῳ τῆς ̓Εκκλησιαστικῆς ἱστορίας. ἐκείνῳ δ' ην πρὸς Μεσοποταμίαν τὸ ορμημα, τῇ δὲ νόσῳ καταπονούμενος ηρξατο τοῦ πρὸς ̓Ιταλίαν πλοός, Πόπλιον Αιλιον ̓Αδριανὸν αρχειν ἐπιστήσας τῶν στρατευμάτων ἐν τῇ Συρίᾳ. ἐλθὼν δ' εἰς Σελινοῦντα τῆς Κιλικίας, η καὶ Τραιανούπολις κέκληται, τὸν βίον κατέλυσεν, ὡς μὲν ἐκεῖνος ᾠήθη, φαρμάκῳ διαφθαρείς, ὡς δέ τινες λέγουσι, δι' ἐπίσχεσιν αιματος ἐτησίως αὐτῷ ἐκκρινομένου διὰ γαστρός. συνέβη δέ οἱ καὶ ἀποπληξία, ῃ πάρεσις τοῦ σώματος ἐκ μέρους ἐπηκολούθησεν. υδερος δ' ην ὡς ἐπίπαν αὐτῷ τοῦ θανάτου τὸ αιτιον. ηρξε δ' ετη ἐννεακαίδεκα πρὸς μησὶν εξ. Τούτου κρατοῦντος Συμεὼν ὁ τοῦ Κλοπᾶ, δεύτερος ἀρχιερεὺς γεγονὼς ̔Ιεροσολύμων μετὰ τὸν θεῖον ̓Ιάκωβον, ἐμαρτύρησεν, αἰκισθεὶς μὲν πρότερον ἐπὶ πλείσταις ἡμέραις, ειτα σταυρὸν καταδικασθείς, ἐτῶν ων ἑκατόν τε καὶ εικοσι. μεθ' ον τρίτος ̔Ιεροσολύμων ἀρχιερεὺς ̓Ιοῦστος ἐκ περιτομῆς καὶ αὐτὸς ἐχρημάτισε. καὶ αλλους δὲ τότε πολλοὺς ἐν τόποις πλείοσι μαρτυρικοῦ τέλους ἀξιωθῆναι ἱστόρησεν ὁ Εὐσέβιος· ειτα τὸ πλῆθος τῶν κτεινομένων μαθόντα τὸν αὐτοκράτορα, καὶ ὡς οὐδὲν ἀνόσιον πράττουσιν ἀλλ' η 3.71 πρωίθεν ἐξεγειρόμενοι τὸν Χριστὸν ὑμνοῦσιν ισα θεῷ, μόνον δ' εἰδώλοις θύειν οὐ πείθονται, θεσπίσαι μὴ ἐκζητεῖσθαι τοὺς κεκλημένους ἐκ τοῦ Χριστοῦ, ἐμπεσόντας δέ γε κολάζεσθαι· καὶ ουτως γενέσθαι τὸν διωγμὸν μετριώτερον. τότε καὶ ὁ θεοφόρος ̓Ιγνάτιος, δεύτερος τῆς κατὰ Κοίλην Συρίαν ̓Αντιοχείας τυγχάνων ἀρχιερεύς, συλληφθεὶς εἰς ̔Ρώμην ἐπέμφθη δέσμιος, ενθα θηριομαχήσας διήνυσε τὸ μαρτύριον. καὶ μετ' αὐτὸν τὴν ἱεραρχίαν διεδέξατο Ηρως. τῷ τρίτῳ δ' ετει τῆς αὐταρχίας Τραιανοῦ Κλήμεντος ἐκλελοιπότος, ος τρίτος ην ἐν ̔Ρώμῃ ἀρχιερεὺς καὶ ετεσιν ἐννέα τὴν ἐκκλησίαν ιθυνε τῶν πιστῶν, τέταρτος ἀντεισήχθη Εὐάρεστος· ος ογδοον ἀρχιερατεύσας ἐνιαυτὸν μετέθετο τὴν ζωήν, ὑπ' ̓Αλεξάνδρου διαδεχθεὶς πέμπτου γεγονότος τῆς ̔Ρωμαίων ἀρχιερέως. καὶ ὁ τῆς ̓Αλεξανδρέων κατὰ τρίτην τάξιν ἐπίσκοπος γεγονὼς Κέρδων μεταστὰς τῶν ἐνθένδε διάδοχον εσχε Πρῖμον. Απαιδος δὲ Τραιανοῦ τελευτήσαντος Καίσαρά τε καὶ αὐτοκράτορα τὸν ̓Αδριανὸν η τε τοῦ Τραιανοῦ σύζυγος Πλωτῖνα ἐξ ἐρωτικῆς φιλίας καὶ ὁ Τατιανὸς ἐπίτροπος αὐτοῦ γεγονὼς ἀπέδειξαν, ἐν ̓Αντιοχείᾳ τῆς Συρίας διάγοντα, ἐπεὶ καὶ ηρχεν αὐτῆς, προσγενῆ τε οντα Τραιανοῦ καὶ συνοικοῦντα ἐκείνου ἀδελφιδῇ. ην δ' ουτος υἱὸς Αφρου ̓Αδριανοῦ, φιλόλογος ἀνήρ, ος καὶ ποιήματά τινα πεζά τε καὶ ἐν επεσι καταλέλοιπεν· ἀπλήστως δέ γε πρὸς φιλοτιμίαν εχων πάντα τε ἐπετήδευε καὶ ηυχει μηδὲν ἀγνοεῖν. οθεν καὶ τῶν εν τισιν εὐδοκιμούντων καθεῖλε συχνοὺς καὶ οὐ μείους ἀπώλεσεν, ιν' αὐτὸς κρατεῖν ἐν πᾶσι δοκῇ. 3.72 ἐκακίζετο μὲν ουν διά τε ταῦτα καὶ τὸ πάνυ ἀκριβὲς καὶ τὸ περίεργον καὶ πολύτροπον, ἀνελάμβανε δὲ ταῦτα καὶ ἐθεράπευε τό τε προνοητικὸν αὐτοῦ καὶ ἡ ἐπιμέλεια καὶ τὸ μεγαλοπρεπὲς καὶ ἡ δεξιότης, καὶ τὸ μήτ' αρξαι πολέμου καὶ τοὺς ἠργμένους καταπαῦσαι, καὶ οτι οὐδενὸς ἀδίκως ἀφείλετο χρήματα, ἀλλὰ καὶ πολλοῖς παρέσχετο μάλιστα αὐθορμήτως καὶ μηδ' αἰτούμενος, καὶ πόλεσι συμμαχίσι τε καὶ ὑποφόροις πάσαις ὡς εἰπεῖν ἐπεκούρησε, ταῖς μὲν υδωρ καταγαγών, ταῖς δὲ λιμένας οἰκοδομήσας, ταῖς δὲ σῖτον καὶ εργα καὶ χρήματα καὶ τιμὰς δούς. τῷ τε δήμῳ τῶν ̔Ρωμαίων οὐ θωπευτικῶς, ἀλλ' ἐμβριθῶς προσεφέρετο· καί ποτέ τι αἰτοῦντι θρασύτερον οὐκ ενειμεν, ἀλλ' εἰπεῖν ἐκέλευσε τῷ κήρυκι "σιωπήσατε·" ὡς δ' οὐδὲν εἰπόντος ἐκείνου, τὴν χεῖρα δὲ ἀνατείναντος, ἐσιώπησαν, οὐ μόνον κατὰ τοῦ κήρυκος οὐκ ἐξώργιστο ὡς μὴ πεποιηκότος τὸ κελευσθέν, ἀλλὰ καὶ τιμῆς τὸν ανδρα ἠξίωσεν οτι ο ην αὐτῷ βουλόμενον ηνυσε, μὴ ἐκφήνας τὸ τραχὺ τοῦ