400
τῷ ˉα, ὡς ἐπὶ τοῦ σκιάεις, η τῷ ˉω, ὡς ἐπὶ τοῦ κητώεις. οθεν τὸ χαρόεις ἀναλογώτερόν ἐστι τοῦ χαρίεις. Χάρτησ. παρὰ τὸ γῶ, τὸ χωρῶ, γάρτης καὶ χάρτης, ὁ χωρητικὸς τῶν ἐγγεγραμμένων. Χαυλιόδους, καὶ χαυλιόδων. κεχαλασμένους εχων τοὺς ὀδόντας, ἐξέχοντας η διέχοντας. η κατὰ ἐναλλαγὴν τοῦ ˉρ εἰς ˉλ· ὁ κεχαραγμένους εχων τοὺς ὀδόντας, ὁ τραχύνων καὶ χαράσσων. Χαῦνοσ. ἀπὸ τοῦ χαίνω χᾶνος καὶ πλεονασμῷ τοῦ υ χαῦνος. chi.1842 Χαλεπόσ. δύσκολος. ἀπὸ τοῦ χαλέπτω. ὡς τό· Χρυσὲ κακῶν ἀρχηγὲ, βιοφθόρε, πάντα χαλέπτων. ἐκ τούτου χαλεπαίνω, κατὰ ἀποβολὴν τοῦ τ. (Θηλυκόν.) Χάλαζα. †ὁλοπαγὲς υδωρ ὑπὲρ γῆς πεπηγός. η† ἀθρόα ἐκ νεφῶν εἰς υδωρ μεταβολὴ καὶ πῆξις ἀπὸ τῆς ἐναποκειμένης ἐντὸς ψυχρότητος, διὰ τὴν ἐκτὸς θερμότητα. Χαλκὶς, Χαλκίδοσ. ονομα πόλεως. Χαλκίσ. καὶ ἡ γλαῦξ. Χαιρώνεια. πόλις. Χαιρώνη. τόπος. Χαιόσ. ἡ ῥάβδος. Χαίτη. ἡ θρίξ. παρὰ τὸ κρατῶ κράτη καὶ ἀποβολῇ τοῦ ρ, καὶ τροπῇ τοῦ ˉκ εἰς ˉχ, καὶ πλεονασμῷ τοῦ ˉι χαίτη. Χαμεύνα. ταπεινὴ καὶ εὐτελὴς κλίνη. καὶ χαμευνία, ἡ ξηροκοιτία. Χαμαιτυπίσ. ἡ πόρνη. Χάρισ. δωρεὰ, χάρισμα. †εὐμένεια· οἰκείωσις.† chi.1843 Χαράδραι. μικροὶ ῥύακες. η τοῦ υδατος ὑποῤῥοαί. η κρημνοί. Χαρά. διάθεσις ἡδονῶν ἐπιτυχοῦσα. η ευρησις ἡδονῶν. Χάρμη. ἡ μάχῃ. κατ' εὐφημισμόν. Χάρυβδισ. ἡ ἀναπινομένη θάλασσα περὶ τὰ Γάδειρα καὶ πάλιν ἐπαναστρέφουσα. παρὰ τὸ εἰς χάος κατάγειν καὶ ολεθρον. οἱονεὶ εἰς χάος βαίνειν. Χαρίεσσα καὶ χαριτόεσσα. Χάρισ. χαρά. παρὰ τῷ ̓Αποστόλῳ· ινα δευτέραν χάριν εχητε. Χαναναίαν. τὴν Παλαιστίνην, ηγουν τὴν ̔Ιερουσαλὴμ λέγει ὁ θεόλογος· διὰ τὸ κατοικεῖσθαι αὐτὴν πρότερον ὑπὸ τῶν Χαναναίων. (Οὐδέτερον.) Χαλκοῦν πινάκιον. τοιοῦτον ειχον οἱ δικασταὶ πρὸς τὰς κληρώσεις, εχον τὸ ονομα τοῦ δικαστοῦ πατρόθεν καὶ τοῦ δήμου καὶ τῆς φυλῆς. ̓Αρίσταρχος δὲ πύξινον ειπεν αὐτό. Χαλκοπράτιον. ..... Χαλκοβατὲς δῶ. πρὸς δῶμα χαλκοβατές. Χαλαστραῖον. τόπος. Χαμεύνιον. ἐπὶ τοῦ κραββάτου τάττεται. chi.1844 Χαμαιπετέσ. ταπεινόν. η τὸ εἰς γῆν πετόμενον. Χαμαιτυπεῖον. καπηλεῖον, η οικημα ἐν ῳ εἰσὶν αἱ πόρναι. Χαμαιμηλέλαιον. ..... Χαριστήρια. εὐχαὶ, η υμνοι ἐπινίκιοι. Χαράκωμα. περίφραγμα. τειχίον. παρὰ τὸ χαρακῶ, χαρακώσω, χαράκωμα. τοῦτο παρὰ τὸ χάραξ. Χάσμα. τὸ χάος. Χαλεπόν. δύο σημαίνει. ηγουν τὸ ἀδύνατον, ὡς τό· -χαλεπὸν δέ κεν ὀρύσσειν ἀνδράσι θνητοῖσι- καὶ τὸ δεινόν. χαλεπὸς δὲ ∆ιὸς μεγάλοιο κεραυνός. ( ̔Ρῆμα.) Χάζω. τὸ ὑποχωρῶ καὶ ἀναχωρῶ. καὶ χάζεο. ἀπὸ τοῦ χῶ, τὸ χωρῶ, παράγωγον χάζω. Χαίρειν φράσαντεσ. ἀποταξάμενοι, καταγνόντες. Χαίρειν ἐάσαντεσ. ἐπὶ τῶν καταφρονουμένων καὶ μισουμένων. τὸ γὰρ χαίρειν μόνον προσεπιλέγοντες τούτοις παρέτρεχον. καὶ χαίρειν ἀντὶ τοῦ οἰμώζειν καὶ στενάζειν. ὡς τό· χαιρέτω ληρῶν, ἐρυθριάτω φλυαρῶν. chi.1845 Χαίρω. παρὰ τὸ χῶ, τὸ διαχέω. Χαίρομαι. ὁ λέγων χαίρομαι βαρβαρίζει. καὶ λέγεται δατισμός· ∆άτις γὰρ ὁ Πέρσης εφη χαίρομαι. ἐνεστῶτα γὰρ η παρατατικὸν οὐκ εχει. Χαλιμάζειν. τὸ περὶ τὰς συνουσίας ὁρμᾷν. ἀπὸ τοῦ χαλᾷν τὰς φρένας πρὸς τὸ πάθος. Χαλεπαίνει. ὀργίζεται. Χαλεπῄνασ. ἀγανακτήσας. καὶ χαλεπῄνῃ. Χαλέπτει. κακίζει. Χάνῃς, χάνωμεν. Χαρακτηρίζει. δεικνύει. Χαράσσω. παρὰ τὸ χαίρω, τὸ τραχύνω. ἐξ ου καὶ κάρχαρος κύων. η ωσπερ αλλος ἀλλάσσω, ουτως αρης ἀράσσω καὶ πλεονασμῷ τοῦ χ χαράσσω. Χαρήσομαι. εὐφρανθήσομαι. καὶ ἐὰν χαρήσομαι, εὐφρανθήσομαι. χαρίσομαι δὲ ἀντὶ τοῦ δωρήσομαι ι. ἐὰν χαρίσωμαι δὲ, ἰῶτα καὶ μέγα. Χαριεντιζόμενοι. εὐτραπελιζόμενοι. σκώπτοντες. ̓Αριστοφάνης· χαριεντίζεις καὶ κατασκώπτεις ἡμῶν καὶ βωμολοχεύεις. Χατίζεισ. χρῄζεις. οιμαι, παρὰ τὸ α μὴ εχειν αἰτεῖν γίνεται χατῶ, χατίζω. ὁ γὰρ χρῄζων chi.1846 α μὴ εχει αἰτεῖ. καὶ χατέουσιν. η ἀπὸ τοῦ αἰτῶ αἰτίζω. ἐξ ου καὶ τό· αἰτίζων ἀκόλους, παρ' ̔Ομήρῳ. Χαριζόμενοι. συγγνωμονικοὶ γίνεσθε. ουτως ὁ ̓Απόστολος· χαριζόμενοι ἑαυτοῖς. ( ̓Επίῤῥημα.) Χαμόθεν. ἐκ τῆς γῆς. Χαμάδισ. χαμάζε καὶ χαμαί. Χανδόν. ἀπλήστως. Τὸ Χ μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) Χέδροπασ. οσπρια. καὶ