Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
λύτρωσιν τῆς ὑπ' οὐρανόν. Οἵ γε μὴν ἄπιστοί τε καὶ ἀμαθεῖς ὡς ἀνθρώπῳ προσ- ῄεσαν κοινῷ, ὥστε καὶ ἐπιπηδῶντάς τε καὶ λέγοντας· "6Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασ- φημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν."6 Τούτοις ἂν πρέποι καὶ τὸ οἴεσθαί τε, καὶ λέγειν, ὡς κἂν ἰσχύσειεν ἡ αὐτοῦ χεὶρ ἐπαμῦναι τοῖς ἐπὶ τῆς γῆς, καὶ ῥύσασθαι τοὺς κεκρατημένους ὑπό τε τοῦ διαβόλου, καὶ τῆς ἁμαρτίας. Ἀλλ' ὅταν ταῦτα λογι- σθήσεσθε, φησὶ, προσενθυμήθητέ τι τῶν ἀμεινόνων· οὐ γάρ εἰμι καθ' ὑμᾶς ἄνθρωπος ἁπλῶς, Θεὸς δὲ μᾶλλον ἐν εἴδει τῷ καθ' ὑμᾶς γεγονὼς οἰκονομικῶς, ἵνα ὑμᾶς ἐξέλωμαι, καὶ θανάτου, καὶ ἁμαρτίας. Αὐτὸς γὰρ ὁ λαλῶν, πάρειμι ὁ πάλαι θαυματουργήσας διὰ Μωσέως, καὶ ἀφράστῳ δυνάμει διελὼν τὴν θάλασσαν, δῆλον δὲ ὅτι τὴν Ἐρυθράν. Ἐπάγη γὰρ ὡς τοῖχος τὰ ὕδατα, καὶ διέβησαν οἱ λελυτρωμένοι, καὶ τῆς ἐν Αἰγύπτῳ θητείας ἀποδυσάμενοι τὸν ζυγόν. Τὸ ἐξερη- μώσω τὴν θάλασσαν, ἐνθάδε φησὶν, ἀντὶ τοῦ ξηρὰν αὐτὴν ἀπέφηνα. Θήσω δὲ καὶ ποταμοὺς ἐρήμους. Τὸ δέ γε Θήσω πάλιν ἀντὶ τοῦ Τέθεικα νοητέον. Ἔστησε γὰρ τὸν Ἰορδάνην, καὶ ὑδάτων ἔρημον ἀπέφηνεν αὐτὸν διαβιβάζοντος τοῦ Ἰησοῦ τὸν Ἰσραὴλ, καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσκομίζοντος. Εἰ δὲ δή φησιν ἀποξηρανθήσεσθαι ἐν τοῖς ὕδασιν ὄντας ἰχθύας, σύνες, ὅτι πρὸς δήλωσιν τοῦ εἰσάπαν κατεξηράνθαι τὸν Ἰορδάνην, παρελήφθη καὶ τοῦτο, τῆς οὕτω λαμπρᾶς, καὶ μεγάλης θαυματουργίας διαμνημονεύει λέγων καὶ ὁ θεσπέσιος ∆αβὶδ ποτὲ μέν· "6Τί ἐστί σοι, θά- λασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;"6 ποτὲ δὲ πάλιν· "6Εἴδοσάν σε ὕδατα ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν. Ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχου ὑδάτων."6 Περὶ δὲ τοῦ Ἰορδάνου πάλιν ὧδέ φησι· Σὺ ἐξήρανας ποταμοὺς Ἡθὰμ, τοῦτ' ἔστι, τοὺς ἐν τῷ νότῳ. ∆ιαμέμνηται καὶ ἑτέρας θαυ- ματουργίας, καί φησιν, ὅτι Ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ· καὶ τὸ Ἐνδύσω πάλιν ἀντὶ τοῦ, ἐνέδυσα, νοητέον. ∆ιαμεμνήμεθα γὰρ γεγραφότος τοῦ Μωσέως τοῦ πανσόφου, ὅτι τριήμερος, καὶ βαθὺς τῆς Αἰγυ- πτίων χώρας κατεσκεδάσθη σκότος, ἠδίκησε δὲ παντελῶς οὐδὲν τοὺς ἐξ Ἰσραήλ. Ἦν γὰρ αὐτοῖς, καὶ ἡμέρα, καὶ φῶς. Παράδοξον δὲ καὶ τοῦτο, καὶ πέρα λόγου παντός. Ὅτε τοίνυν αὐτὸς, φησὶν, ἐκεῖνός εἰμι, καὶ ἐν σαρκὶ πεφηνὼς, ὁ πάλαι τὴν θάλασσαν ἐρημώσας, ἤτοι ξηρὰν ἀποφήνας, ἐργασάμενος δὲ τοῦτο καὶ εἰς ποταμοὺς, καὶ σκότῳ περιβαλὼν τὸν παμμεγέθη τοῦτον οὐρανὸν, καὶ διὰ πείρας αὐτῆς καταστήσας ἐμφανὲς ὅτι τῶν ὅλων εἰμὶ ∆εσπότης, ἀνήνυτον δὲ ταῖς δυνάμεσι ταῖς ἐμαῖς παντελῶς οὐδέν, 70.1089 πῶς οὐκ ἂν ὀφείλει γέλωτα, μᾶλλον δὲ δυσσεβείας ὑπομεῖναι γραφὴν, εἴπερ τις ἕλοιτο φρονεῖν τε καὶ λέγειν, οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; 9Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον. Ἔθηκέ με πρωΐ· προσέθηκέ μοι ὠτίον ἀκούειν, καὶ ἡ παιδεία Κυ- ρίου ἀνοίγει μου τὰ ὦτα.9 Οὐκ ἀπίθανον εἴη ἂν, μᾶλλον δὲ τοῖς τῆς ὀρθότη- τος λόγοις οὐκ ἀπεοικὸς, τὸ ἐφαρμῶσαι τῷ χορῷ τῶν ἁγίων ἀποστόλων τὰς προκειμένας φωνὰς, ἤγουν ἄπασι τοῖς πιστεύσασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ σεσοφισμένοις διὰ τοῦ πνεύματος, καὶ τὸν παρ' αὐτοῦ φωτισμὸν εἰς νοῦν, καὶ διάνοιαν ἐσχηκόσιν ἀμφιλαφῶς, οἳ καὶ ἐν μεθέξει γεγόνασι θείων χαρισμάτων, καὶ τῆς θεοπνεύστου Γραφῆς τὸ βάθος, καθαροῖς διανοίας ὄμμασιν ἴσχυσαν κατιδεῖν, εἴσω τε γεγόνασιν εὐζωΐας εὐαγγελικῆς εὐτεχνίας, καὶ συνέσεως ἁγιοπρεποῦς. Οὗτοι δὴ οὖν χαριστη- ρίους ᾠδὰς ἀνατείνοντες δεδόσθαι φασὶν ἐν ἑαυτοῖς γλῶσσαν παιδείας, τοῦτ' ἔστι, τὸ εὐπαιδεύτως δύνα- σθαι λαλεῖν, καὶ ἀνεπιπλήκτως τὰ θεῖα διατρανοῦν μυστήρια, πηνίκα τε καὶ ὅπως προσήκει κεχρῆσθαι τοῖς τῆς παρακλήσεως λόγοις. Ὃ δὴ καὶ ἔπραττον οἱ θεσπέσιοι μαθηταὶ κατασωρεύσαντες μὲν εἰς νοῦν, καὶ καρδίαν, ὑγιᾶ καὶ ἀμώμητον τὴν τῆς εἰς Χριστὸν πίστεως γνῶσιν, ἑκάστῳ γε μὴν τῶν προσιόντων τοῖς θείοις κηρύγμασι τὸν αὐτῷ πρέποντα καὶ κατάλληλον προϊσχόμενοι λόγον.