401
σύριγγες καὶ ὅσα πρὸς τέρψιν ἐξεύρηται ἀνθρώποις. παυσαμένων δὲ ἐκείνων, ἐγκώμια ᾖδον οἱ μελῳδοὶ ὑπό τινων λογίων πρὸς τὴν νύμφην πεποιημένα. ἐπεὶ δὲ πάντα ἐτελεῖτο τὰ βασιλέως προσήκοντα θυγατράσιν νυμφευομέναις, τήν τε στρατιὰν καὶ τοὺς ἐν τέλει πάντας καὶ Ῥωμαίων καὶ βαρβάρων ὁ βασιλεὺς εἱστία ἐφ' ἡμέρας οὐκ ὀλίγας. ἔπειτα ἐξέπεμπε τὴν θυγατέρα πρὸς τὸν ἄνδρα μετὰ πολλῆς ὑποδεξάμενον τῆς ἡδονῆς, ἣ καὶ τῷ βαρβάρῳ συνοικοῦσα τῆς εὐκλείας τῶν πατέρων ἀξίαν ἑαυτὴν ἐν τῷ πολιτεύεσθαι παρείχετο. οὐ μόνον γὰρ ἐκ τῆς συνδιατριβῆς ἐκείνων παρεβλάβη κατὰ τὴν πίστιν οὐδὲν, καίτοι γε πολλὰ πολλάκις ἐπιχειρούντων μεταπείθειν, ἀλλὰ καὶ πολλοὺς τῶν πρὸς τὴν ἀσέβειαν ὑπαχθέντων ἀνεκαλέσατο λό 2.589 γοις πείθουσα πρὸς τὴν αἵρεσιν τῆς ἀληθείας. οὕτω δὲ περὶ τὴν πίστιν ἀσφαλῶς πολιτευσαμένη καὶ τόγε εἰς αὐτὴν ἧκον ὑπὲρ αὐτῆς προκινδυνεύσασα πολλάκις, οὐδὲ τῶν ἄλλων ἀγαθῶν ἠμέλει, ἀλλὰ πάσῃ τρυφῇ καὶ πολυτελείᾳ χαίρειν εἰποῦσα, τὰ ὄντα τοῖς πένησι διεδίδου, καὶ πολλοὺς τῶν ἐπὶ δουλείᾳ παρὰ τῶν βαρβάρων ἀποδιδομένων ἐῤῥύετο, χρυσίον αὐτὴ παρέχουσα, καὶ πᾶσι σωτηρίας ἦν λιμὴν τοῖς δυστυχοῦσι Ῥωμαίων καὶ δεδουλωμένοις ὑπὸ τῶν βαρβάρων κατὰ συγχώρησιν θεοῦ. ἐκείνη μὲν οὖν οὕτω πρὸς ἅπασαν ἰδέαν ἐναρέτου βίου παρ' ὅσον συνδιῆγε τοῖς βαρβάροις χρόνον ἐῤῥύθμησεν ἑαυτήν. ʹ. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ ἐκ τῶν κατὰ Πόντον πόλεων Ῥωμαίοις ὑπηκόων Ἡρακλείας καὶ Ἀμάστριδοςκατάσκοποι ἐπέμφθησαν ἱερεύς τις καὶ μοναχὸς, τὴν βασιλέως δύναμιν κατασκεψόμενοι, ὁπόση τις οὖσα, οὕτως ἀκριβέστατα Βυζάντιον δύναται πολιορκεῖν. οἱ δὲ, ἐπεὶ εἰς Σηλυμβρίαν ἧκον, Κοντοφραὶ ἐξενίζοντο τῷ πρωτοσεβαστῷ ὄντι ἐπιτηδείῳ. ὁ δὲ αὐτοὺς προσῆγε βασιλεῖ καὶ τὴν αἰτίαν ἀπήγγελλον, δι' ἣν τοῖς σφετέροις ἐπέμφθησαν πολίταις. βασιλέως δὲ ἡμέρως χρηματίσαντος αὐτοῖς καὶ εὐηργετηκότος, ἐπεὶ ἀναχωρεῖν πρὸς τὴν οἰκίαν ἔμελλον, τῶν βασιλείων ἐξιόντες, ὁρῶσί τινα ἐν βασιλείοις διατρίβοντα, ᾧ ἐν Βυζαντίῳ μυστικὸν ἑώρων τὸν Κίνναμον, ἄρχοντα τότε τῶν πραγμά 2.590 των, διαλεγόμενον ἐν ἀποῤῥήτῳ. καὶ αὐτίκα Κοντοφραὶ ἐδήλουν περὶ τοῦ ἀνθρώπου, παρῄνουν τε ἀνακρίνειν τὴν αἰτίαν τῆς ἀφίξεως αὐτοῦ. Κοντοφραὶ δὲ τὸν ἄνθρωπον ἐκπλήττειν βουλομένου εὐθὺς καὶ θρασύτερον τῶν ἱματίων ἁπτομένου καὶ περιέλκοντος, μάχαιρα εὕρητο ὑπὸ θοιμάτιον κρυπτομένη, ὀξύτητος μὲν καὶ ἀκμῆς οὐδεμίαν ἀπολείπουσα ὑπερβολὴν, κοιλότητας δέ τινας καὶ ἀντιλαβὰς ἔχουσα κατὰ τὰ πλάγια, αἷς φάρμακα ἐνέκειτο τάχιστα διαφθείρειν τὸν προσομιλήσοντα δυνάμενα. ἀνακρινόμενος δὲ ὁ ἄνθρωπος, ὅ,τι βούλοιτο αὐτῷ ἡ μάχαιρα, ἐκ τῶν ἐν Βυζαντίῳ ἔφασκεν ἀρχόντων ἐπὶ τῷ βασιλέα ταύτῃ τιτρώσκειν τῇ μαχαίρᾳ πεπεισμένον ἥκειν. πέντε δὲ ἡμέρας ἐπὶ δέκα ἔχειν ἀφιγμένον, ἐν αἷς ἅπαξ εὐπορήσαντα ἐπιτηδείου πρὸς τὸ ἔργον χρόνου, αὖθις ἀποσχέσθαι δείσαντα τὴν βασιλέως ἀπειλήν. μέσης γὰρ ἔφασκε νυκτὸς, βασιλέως ἐπιδεδημηκότος βασιλείοις, καὶ τῶν φώτων ὑπ' ἀνέμων ἐν χειμῶνος ὥρᾳ ἐσβεσμένων, τοὺς ἄλλους μὲν περὶ φώτων ἠσχολῆσθαι κομιδὴν καὶ θορυβεῖν, αὐτὸν δὲ καιρὸν νομίσαντα διὰ τὸ σκότος καὶ προσιόντα, βασιλέα μηδένα προσεγγίζειν προσειπεῖν, ὡς καὶ αὐτὸν τὴν μάχαιραν κατέχοντα. ὃ πυθόμενον αὐτὸν καὶ δείσαντα ἀποσχέσθαι τῆς ἐπιβουλῆς. ἐρωτωμένου δὲ βασιλέως, εἴ τι τότε περὶ τῆς ἐπιβουλῆς ὑπώπτευκεν, οὐδὲν εἶπεν, ἀλλὰ τῶν ἄλλων θορυβούντων καὶ ὥσπερ δεδοικότων περὶ αὐτοῦ, ἐν εὐτραπελίας εἴδει θαῤῥεῖν πρὸς αὐτοὺς εἰπεῖν καὶ μὴ δεδοικέναι. μάχαιραν γὰρ κατέχειν καὶ αὐτόν. ἡ 2.591 μὲν οὖν ἐπιβουλὴ οὕτως ἐμηνύθη. ὁ βασιλεύς τε αὐτὸς καὶ οἱ περὶ αὐτὸν πολλὰς ὡμολόγουν χάριτας θεῷ, οὕτως ἐκ χαλεπῶν κινδύνων ῥυομένῳ βασιλέα. βασιλὶς δὲ ἡ Ἄννα καὶ οἱ περὶ αὐτὴν τῶν πραγμάτων ἄρχοντες, ἐπεὶ παρά τε τῆς Μυσῶν συμμαχίας καὶ τῶν ἄλλων ὤνηντο οὐδὲν, Ὀρχάνην τε ἀδύνατον ἑώρων μεταπείθειν πρὸς Καντακουζηνὸν τὸν βασιλέα πολεμεῖν διὰ τὸ κῆδος, ἐτράποντο ἐπὶ τὸ πείθειν ἕτερόν τινα τῶν βαρβάρων