401
κελεύσματος. οὐ γὰρ ἠγανάκτει, ει τι καὶ παρὰ γνώμην αὐτοῦ πρός τινος ἐγίνετο, τὸ δ' ἀφώρα πρὸς τὴν αὐτοῦ λυσιτέλειαν. παριόντος δ' αὐτοῦ ποτε γυνή τις ἐδέετο, καὶ εἰπόντος ὡς "οὐ σχολάζω," ἀνέκραξεν ἡ γυνή "καὶ μὴ βασίλευε." ὁ δὲ αὐτίκα τε ἐπεστράφη καὶ προσέσχε τῇ δεομένῃ. καὶ πάντα δὲ τὰ μεγάλα καὶ ἀναγκαῖα οὐκ ἰδίᾳ, ἀλλὰ μετὰ τῶν βουλευτῶν επραττε, καὶ μετὰ τῶν πρώτων ἐδίκαζεν ἀπὸ βήματος, ωστε δημοσιεύεσθαι τὰ γινόμενα, καὶ τοῖς ὑπάτοις συνδικάζουσι παρεγίνετο· ἀεί τε περὶ αὐτὸν τοὺς ἀρίστους ειχε καὶ μετὰ τῶν πρώτων καὶ τῶν ἀρίστων συνεδείπνει, καὶ ην αὐτῷ πλῆρες λόγων παντοδαπῶν τὸ συσσίτιον· τούς τε πάνυ νοσοῦντας τῶν φίλων ἐπε3.73 σκέπτετο καὶ συνδιῃτᾶτο τῶν συνήθων τοῖς ἑορτάζουσιν. ̓Επεὶ δ' ἐς τὴν ̔Ρώμην ηκε, χρεοκοπίαν ἐκήρυξε τοῖς οφλουσι τῷ βασιλικῷ ταμείῳ καὶ τῷ δημοσίῳ τῷ τῶν ̔Ρωμαίων. ειτα εἰς αλλην ἐξ αλλης φοιτῶν ἐπαρχίαν, καὶ τὰς χώρας ἐπεσκέπτετο καὶ τὰς πόλεις, καὶ μετεσκεύαζεν εκαστον πρὸς τὸ βέλτιον. καὶ οὐ τὰ κοινὰ τῶν στρατοπέδων μόνον ἐφώρα δι' ἑαυτοῦ καὶ ἐξήταζε, ἀλλὰ καὶ τὰ τοῦ καθ' εκαστον. καὶ οσους πρὸς τὸ ἁβρότερον ευρισκεν ἐκδεδιῃτημένους, πρὸς τὸ στρατιωτικώτερον μετῆγε καὶ μετερρύθμιζε, καὶ πρὸς παντοίαν μάχην τοὺς στρατιώτας ἐγύμναζε καὶ ἐδίδασκεν απερ εδει ποιεῖν. καὶ τοὺς μὲν ἐτίμα, τοὺς δὲ ἐνουθέτει, καὶ διῃτᾶτο σκληρότερον, ιν' ὁρῴη τὸ στρατιωτικὸν αὐτόν, καὶ ουτω διαιτᾶσθαι κἀκεῖνο ἐθίζοιτο. ἐντεῦθεν τοὺς στρατιώτας τοιούτους ἐποίησεν ὡς καὶ ἱπποτῶν ιλην σύν γε τοῖς οπλοις τὸν Ιστρον εὐμαρῶς διανήξασθαι, καὶ τοὺς βαρβάρους ταῦθ' ὁρῶντας ἐκπλήττεσθαι, ωστε καὶ χρᾶσθαι διαλλακτῇ τούτῳ τῷ αὐτοκράτορι ἐφ' οις ἀλλήλοις ἐκπεπολέμωντο. ἐσπούδαζε δὲ καὶ περὶ θήρας, ὡς ἐν ταύταις καί τινά οἱ μέλη κατεαγῆναι· καὶ ἐν Μυσίᾳ πόλιν ῳκισεν ̓Αδριανοῦ θήρας καλέσας αὐτήν. εἰς Αιγυπτον δὲ ἀπιὼν καὶ τῷ τάφῳ Πομπηίου Μάγνου διεφθαρμένῳ περιτυχών, καὶ ἐνήγισε τῷ κειμένῳ καὶ τοῦτ' ειπε τὸ επος τῷ ναοῖς βρίθοντι πόση σπάνις επλετο τύμβου καὶ τὸ μνῆμα ἀνῳκοδόμησεν. ̓Εν δὲ Παλαιστίνῃ πόλιν οἰκοδομήσας ἀντὶ τῆς κατασκαφείσης ̔Ιερουσαλὴμ Αἰλίαν Καπιτωλῖναν ὠνόμασε, καὶ ενθα πρῴην ὁ τοῦ θεοῦ νεὼς ιδρυτο, τῷ ∆ιὶ τέμενος ἀνθιδρύσατο ετερον. ̓Ιουδαῖοι δὲ μὴ 3.74 φέροντες τῆς σφῶν παραπολαύοντας μητροπόλεως αλλους ὁρᾶν, Ελληνες γὰρ ἐν αὐτῇ κατῳκίσθησαν, μηδὲ ξενικοὺς τιμᾶσθαι θεοὺς ἐν αὐτῇ ἀνεχόμενοι, εως μὲν ̓Αδριανὸς παρά τε τῇ Αἰγύπτῳ καὶ τῇ Συρίᾳ διέτριβεν, ἠρέμουν διευλαβούμενοι ἐπεὶ δ' ἐκεῖθεν ἀπῆλθε, τά τε τῆς χώρας ἐπίκαιρα κατελάμβανον, ιν' εχοιεν αὐτὰ ὁρμητήρια, καὶ πολλὰ τοὺς ̔Ρωμαίους ἐκάκωσαν λάθρᾳ τε καὶ ἀναφανδόν, τῶν τε ἁπανταχοῦ γῆς ̓Ιουδαίων συνιόντων ἐκεῖ καὶ πολλῶν ἀλλοφύλων ερωτι κέρδους συνεπικουρούντων αὐτοῖς. ὁ μέντοι ̓Αδριανὸς τοὺς ἐπιφανεστάτους τῶν στρατηγῶν τοῖς ̓Ιουδαίοις ἐπήγαγεν, ων ἐπῆρχε Σευῆρος ̓Ιούλιος. ος κατὰ συστάδην συμβαλεῖν τοῖς ἐναντίοις οὐκ εκρινε σύμφορον, τὸ πλῆθος αὐτῶν καὶ τὴν ἀπόγνωσιν εὐλαβούμενος, τροφῆς δὲ σφᾶς ἀπείργων καὶ κατακλείων, εστι δ' ου καὶ οπῃ παρήκοι τοὺς στρατιώτας μοίραις αὐτῶν ἐπάγων, χρονιώτερον μέν, ἀκινδυνότερον δὲ τὸ εθνος αὐτῶν ἐξέτριψέ τε καὶ ἐξετρύχωσεν, ὡς κομιδῇ βραχίστους περιγενέσθαι. φρούρια μὲν γὰρ αὐτῶν τὰ κρείττω πεντήκοντα κατεστράφησαν, κῶμαι δὲ πέντε καὶ ὀγδοήκοντα ἐπ' ἐνακοσίαις ὀνομαστόταται κατεσκάφησαν· ἀνδρῶν δὲ μυριάδες ὀκτὼ καὶ πεντήκοντα ἐν ταῖς καταδρομαῖς καὶ ταῖς μάχαις ἐσφάγησαν. τὸ δὲ πλῆθος τῶν λιμῷ καὶ νόσοις καὶ πυρὶ φθαρέντων ἀνεξερεύνητον τυγχάνον οὐκ εγνωσται, ωστε πᾶσαν σχεδὸν τὴν ̓Ιουδαίαν ἐρημωθῆναι. ο καὶ πρὸ τοῦ πολέμου αὐτοῖς συμβόλοις τισὶ τὸ θεῖον ἐνέφηνε. τό τε γὰρ μνημεῖον τοῦ Σολομῶντος ἐξ οὐδεμιᾶς δήλης αἰτίας διελύθη τε καὶ συνέπεσε, καὶ λύκοι καὶ υαιναι πλεῖσται εἰς τὰς πόλεις αὐτῶν εἰσέπιπτον ὠρυόμεναι. πολλοὶ μέντοι καὶ ̔Ρωμαῖοι τότε ἀπώλοντο, ωστε καὶ ̓Αδρια3.75 νὸς γράφων πρὸς τὴν βουλὴν οὐ τῷ συνήθει προοιμίῳ ἐχρήσατο. τὸ δ' ην "εἰ καὶ αὐτοὶ καὶ οἱ παῖδες ὑμῶν