401
ἑνικῶς χέδροψ. οἱονεὶ χερίδροψ καὶ συγκοπῇ χέδροψ. Χειμών. ἡ τοῦ κρύους ἀκμή. ἀπὸ τοῦ χέω, χεύσω, ῥῆμα ονομα χεῦμα, καὶ τροπῇ τοῦ ˉυ εἰς ˉι χειμών. τὰ γὰρ ἀπὸ τῶν εἰς ˉμˉα οὐδέτερα παραγόμενα ὀνόματα κοινὰ εἰσὶ τῷ γένει, καὶ τρέπουσι τὸ ˉω εἰς ˉο ἐπὶ τῆς γενικῆς. οιον μνήμη, ἀμνήμων, ἀμνήμονος, ειμα, λευχείμων, λευχείμονος. τὸ γοῦν χειμὼν καὶ ὀξυνόμενον καὶ ἁπλοῦν καὶ περιεκτικὸν ον περὶ τὴν γραφὴν διήλλαξε, καὶ φυλάττει τὸ ˉω, χειμὼν, χειμῶνος, καὶ ει τι παρ' αὐτὸ, βαρυχείμων, βαρυχείμωνος. chi.1847 Χείμαῤῥοι ποταμοί. κατὰ τὸν χειμῶνα ῥέοντες. χίμαῤῥοι δὲ, οἱ τράγοι, ˉι. Χειροδίκαι. οἱ ἑαυτοῖς πεποιθότες τῇ τῶν χειρῶν δυνάμει καὶ δι' ἑαυτῶν ποιοῦντες τὴν ἐκδίκησιν καὶ τύπτοντες, τουτέστιν ἐν τῇ ἰσχύϊ τὸ δίκαιον εχοντες. Χείρων. κύριον. Χειρώνακτεσ. οἱ διὰ τῶν χειρῶν κοπιῶντες καὶ ἐργαζόμενοι, καὶ οἱ τεχνῖται. Χείρων. ὁ χειρότερος. χείρων κυρίως ὁ κατὰ χεῖρα ηττων, οις ὁ ανθρωπος τῶν αλλων ζώων διαφέρει, τεχνάσασθαι. Χειρωνάκτης καὶ χειρώναξ. τεχνίτης διὰ τῶν χειρῶν ἐργαζόμενος. Χέρησ. κύριον. καὶ κλίνεται Χέρητος. Χέρηϊ. τῷ χείρονι. Χέρεωσ. ονομα φρουρίου. Χετταῖοι. εθνος. chi.1848 (Θηλυκόν.) Χειά. ἡ τῶν οφεων κατάδυσις. ενθεν καὶ τό· οὐδὸς δ' ἀμφοτέρους οδε χείσεται-. ἀντὶ τοῦ χωρήσει. ἀπὸ τοῦ χεῖσθαι, ο ἐστι χωρεῖσθαι. αὐτὸ γὰρ μόνον μηχανᾶται ὁ οφις τὸ χωρῆσαι τὸ σῶμα ωσπερ ελυτρον. λέγονται δὲ οἱ τοιοῦτοι τόποι καὶ εἰλυοὶ καὶ τρόχμαλα. καὶ αἱμασιαί. παρὰ τὸ γῶ, τὸ χωρῶ, τροπῇ τοῦ ˉγ εἰς ˉχ γίνεται χέα καὶ πλεονασμῷ τοῦ ˉι χειά. χειὰ καὶ ἡ φωλεά. Χελιδών. παρὰ τὸ τὰ χείλη δονεῖν. η παρὰ τὸ τὰ χείλη οἰδαίνειν. η παρὰ τὸ τοῖς χείλεσι ᾳδειν. Χέλυσ. ἡ κιθάρα. παρὰ τὸ χέω, τὸ λέγω. η οτι ἀπὸ δερμάτων χελώνης κατεσκευάζετο. Χελωνίδοσ. τῆς βαθμίδος. Χεράδεσ. τὰ παραθαλάσσια σκύβαλα. η ἡ ἰλύς. παρὰ τὸ χεῖσθαι ῥᾳδίως. Χερμάσ. λίθος πληρῶν τὴν χεῖρα. καὶ χερμάδιον. chi.1849 Χέρσοσ. ἡ ξηρὰ γῆ. ἐξ ου ἐστι χειρὶ προσάψασθαι. Χεῤῥόνησοσ. χεῤῥονησεία γῆ ἡ εἰς θάλασσαν ἐκνεύουσα, ἡ μήτε χέρσος μήτε θάλασσα, ἀλλὰ περικλυζομένη, καὶ μίαν εχουσα εἰσοδοέξοδον. Χερνῆτισ. ἡ ἐκ τῶν ἰδίων χειρῶν τρεφομένη καὶ ζῶσα γυνή. σημαίνει δὲ τὴν ταπεινὴν καὶ απορον γυναῖκα. Χέῤῥισ. πόλις. Χεττοῦρα. κύριον. ταύτην μετὰ θάνατον τῆς Σάῤῥας ὁ ̓Αβραὰμ ἠγάγετο. Χελώνη. τὸ ζῶον. καὶ τὸ οργανον. Χελιδωνίσ. λέγει ὁ Ψελλός· χελιδωνὶς τὸ πάτημα τὸ κάτω τῆς εἰσόδου. (Οὐδέτερον.) Χειρόηθεσ. πρᾷον· ημερον. Χειρόμακτρον. μανδύλιον. παρὰ τὸ ἐκμάσσειν τὰς χεῖρας. chi.1850 Χειρόγραφον. συμβόλαιον, γραμματεῖον, χρέους ὁμολογία. Χειρόκμητα. ὑπὸ χειρῶν γεγραμμένα η περιεξεσμένα. Χειρώνειον. φάρμακον τὸ τοῦ Χείρωνος. Χέλειον. τὸ τῆς νεώς. Χελιδόνιον μέλοσ. τὸ τῆς χελιδόνος. χελιδόνειον δὲ κρέας, δίφθογγον. Χελώνειον δέρμα. τὸ τῆς χελώνης. Χερμάδιον. ὁ χειροπλήθης λίθος. παρὰ τὸ τὴν χεῖρα πληροῦν. χεράδιον, καὶ πλεονασμῷ τοῦ ˉμ χερμάδιον. Χερνίβειον. σκεῦος, ἐν ῳ τὰς χεῖρας νίπτομεν. Χερουβείμ. καὶ δίφθογγον καὶ ˉι. καὶ ἐπὶ ἑνικοῦ δίφθογγον, ἐπὶ δὲ πληθυντικοῦ ˉι. ὁμοίως καὶ ἐπὶ σεραφείμ. Χεῦμα. ῥεῦμα, προχοή. Χειμάδιον. ...... ( ̔Ρῆμα.) Χειραπτήσασ. ἁψάμενος τῇ χειρί. chi.1851 Χειρονομεῖν. κυρίως ἐστὶ νωμᾷν ἀντὶ τοῦ διαφέρειν. οθεν καὶ ἐν τῇ συνηθείᾳ μέμνηται καὶ τοῦ χειρονομεῖν. ποιητικῶς δὲ διὰ τοῦ ˉω, τῷ λόγῳ τοῦ στρωφῶ. Χειρώσασθαι. ὑποτάξαι, κρατῆσαι. Χέεισ. ἐπὶ ἐνεστῶτος δίφθογγον· ἐπὶ δὲ μέλλοντος ˉη. Χελύσειν. δήσειν. τοῦ Ψελλοῦ· φλεγμός ἐστιν ἡ φλεγμονὴ, χελύσειν δὲ τὸ δήσειν. Τὸ Χ μετὰ τοῦ Η. ( ̓Αρσενικόν.) Χὴν καὶ ἡ χὴν, κοινόν ἐστι τῷ γένει. λαμβάνεται δὲ καὶ ἐπὶ θηλυκοῦ. παρὰ τὴν ἠχὴν, ο σημαίνει τὴν κραυγήν· κρακτικὸν γάρ ἐστι τὸ ζῶον. Χηνέασ. κύριον. Χηραμοί. οἱ φωλεοί. η καταδύσεις τῶν θηρίων καὶ τῶν οφεων, οιον χωραμοὶ, εἰς ους χωρεῖ τι. †Χηρίων. ὁ χωρὶς γυναικός.† Χηρωστήσ. ὁ ἐπίτροπος. Χηλή. ἡ ονυξ. κυρίως χηλὴ λέγεται ἐπὶ τῶν δυονύχων ζώων, σχιλή τις ουσα, παρὰ τὸ διεσχίσθαι, ωσπερ ἐπὶ τῶν μονωνύχων ὁπλή τις ουσα. λέγεται χηλὴ, τροπῇ τοῦ ˉι εἰς ˉη καὶ ἀποβολῇ τοῦ ς, †χηλή.† Χηλόσ. τὸ