Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
Τοῖς μὲν γὰρ ἔτι νηπίοις οἷον ἐν τάξει γάλακτος τὸν τῆς ἁπλῆς κατηχήσεως εὖ μάλα προσάγονται λόγον, τοῖς γε μὴν εἰς ἄνδρα τέλειον καταντήσασιν, ἀφιγμένοις δὲ καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ τὸν στερεὸν καὶ τροφι- μώτατον. Γλῶσσα δὴ οὖν αὕτη παιδείας, καὶ χάρι- σμα τοῦ γνῶναι, ἡνίκα δεῖ εἰπεῖν λόγον. Τεθεῖσθαι δὲ αὐτούς φασιν καὶ πρωΐ, τοῦτ' ἔστιν, εἰς νοῦν, καὶ καρδίαν ἡμέρας διαύγασμα, ἔλλαμψιν θείου καὶ νοητοῦ φωτὸς ἀνατολὴν ἑωσφόρου. Καὶ τοῦτο πάλιν εἰσόμεθα τοῦ μακαρίου Παύλου γεγραφότος ὡδί· "6Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ, ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ ἐν τῷ φωτί."6 Ο μὲν γὰρ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ διαυγάσαι τὸν φωτι- σμὸν ἐν αὐτοῖς τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ. Ἡμῖν δὲ ὁ τῆς δικαιοσύνης ἀνέσχεν ἥλιος, φωτὶ τῷ θείῳ περιαστράπτων τὸ νοῦν, ὥστε καὶ υἱοὺς ἡμᾶς φωτὸς καὶ ἡμέρας εἶναί τε καὶ ὀνομάζεσθαι. Εἶτά φησι, Προσ- έθηκέ μοι ὠτίον τοῦ ἀκούειν, καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα. Προσηκάμενοι γὰρ τὴν πίστιν τὴν εἰς Χριστὸν, καὶ τὸν παρ' αὐτοῦ πλουτήσαντες φωτι- σμὸν, ἐσχήκαμεν ὠτίου προσθήκην, τοῦτ' ἔστιν, ἀκοῆς δύναμιν ἀσυνήθους, ἢ πάλαι. Ἰουδαῖοι μὲν γὰρ τὸν νόμον ἀναγινώσκοντες, οὐχ ὑπερτρέχουσι τὴν σκιὰν, ἀλλ' ἐνιζάνουσι τοῖς τύποις ψιλοῖς τε καὶ μό- νοις. Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύ- ματος τοῦ Θεοῦ, καθὰ γέγραπται. Ἡμεῖς γὰρ τὸν νόμον παιδαγωγὸν εἶναι πιστεύοντες, ἡνίκα ἂν τὰ διὰ Μωσέως εἰς οὖς δεξώμεθα, συνίεμεν ἑτέραις 70.1092 ἀκοαῖς αὐτὰ, μεθιστάντες τοὺς τύπους εἰς ἀλήθειαν, καὶ πνευματικῆς θεωρίας πρόφασιν ποιούμενοι τὴν σκιάν. Ἐσχήκαμεν οὖν ὠτίων προσθήκην. Ἡ γὰρ διὰ Χριστοῦ παιδεία, τοῦτ' ἔστι, τὸ κήρυγμα τὸ εὐ- αγγελικὸν, καὶ ἡ δι' αὐτοῦ μυσταγωγία, πνευματι- κῶς ἀναπείθει νοεῖν τὸν νόμον. Ἀνευρύνει ὥσπερ τὰ ὦτα τῶν πιστευσάντων εἰς αὐτὸν, οὐκ ἐχόντων τοῦτο τῶν ἐξ Ἰσραήλ. Ἔφη γοῦν ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πρὸς αὐτούς· "6Ἐρευνᾶτε τὰς Γρα-φὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ὑμεῖς ζωὴν αἰώνιον ἔχειν, καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε."6 Γράφει δὲ περὶ αὐτῶν ὁ πάνσοφός τε καὶ θεσπέσιος Παῦλος, ὅτι "6Ἡνίκα ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρ- δίαν αὐτῶν κεῖται, μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ Ἰησοῦ Κυρίῳ ἡμῶν καὶ Λυτρωτῇ καταργεῖται."6
{1ΛΟΓΟΣ Εʹ.}1 9Ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδ' ἀντιλέγω. Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶ ὁ Κύριος ἐγε- νήθη βοηθός μου. ∆ιὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ
αἰσχυνθῶ, ὅτι ἐγγίζει ὁ δικαιώ- σας με.9 ∆ιὰ τῶν ἤδη προανεγνωσμένων, ἤτουν προεξητα- σμένων, πλείστην ὅσην πεποίηται τῆς Ἰουδαίων ἀπειθείας τὴν καταβοήν. Ἔφη γὰρ ὅτι Ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων, παρεισβεβληκότος δὲ μεταξὺ τοῦ προσώπου τῶν προσ- ηκαμένων τὴν πίστιν, καὶ λέγοντος· Κύριος δίδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον, καὶ τὰ τούτοις ἐπενηνεγμένα, καὶ χαριστη- ρίους ἀνατεινάντων φωνάς. Εἰστρέχει πάλιν τὸ αὐτοῦ πρόσωπον τοῦ Χριστοῦ, τὴν ἰδίαν ὑπακοὴν ταῖς Ἰου- δαίων ἀπονοίαις ἀντιπαρατιθέναι σπουδάζοντος, ἵν' ὁλοτρόπως αὐτοὺς θεομισεῖς ὄντας ἐλέγξῃ, γαῦρόν τε καὶ ἀπηνῆ τῷ καλοῦντι πρὸς σωτηρίαν ὑψοῦντας αὐ χένα. Ἐγὼ μὲν γὰρ κέκληκα, φησὶ, καὶ οὐκ ἦν ὁ ὑπακούων. Ὀκνηροὶ γεγόνασι πρὸς εὐπείθειαν, βρα- δεῖς καὶ ἀσύνετοι παντελῶς εἴς γε τὸ χρῆναι νοεῖν τὸ τελοῦν εἰς ὄνησιν αὐτοῖς, καὶ τὰ δι' ὧν ἦν εἰκὸς