εἰσὶ καὶ τῶν ἐπίορκον ὀμνυόντων τιμωροί. (ῃ. 277) Τὸνἥλιον δὲ ταμίαν τῶν ὅρκων ἐνταῦθα καλεῖ ὡς πάντα ἐφορῶντα. διὸ καὶ Βιθυνοί,ὡς Ἀρριανὸς ἱστορεῖ, δίκας ἐδίκαζον καθεζόμενοι ἀντίοι τοῦ ἡλίου, ὡς ἂν ὁθεὸς ἐποπτεύοι. τὰ μέντοι κρύφια ὑπὸ σκότῳ τε πράττεσθαι λέγεται καὶ τὸνσκότον ἔχειν ἐπιστάτην καὶ οὐκ ἂν Ἠέλιος αὐτὰ διαδράκοι καθ' Ὅμηρον ἤ, κοινότερον εἰπεῖν, ὄψεται Ἥλιος. (ῃ. 276) Τὸν δὲ ∆ία πολλῷ πρότερον, καὶμάλιστα τὸν Ἰδαῖον, μάρτυρα καλεῖ καὶ αὐτόν, ὡς τοῦ ζῆν αἴτιον. ζωογόνοςγὰρ ὁ Ζεὺς ἀήρ, οὗ στερηθῆναι θέλει τοὺς ἐπιορκήσοντας. ὅτι δὲ Ζεὺς καὶ ὁἀήρ, δεδήλωται πολλαχοῦ. ἐξ οὗ καὶ ἡ εὐδία, ὅ ἐστιν ἡ εὐαερία. ὡς δὲ καὶζωογόνος ὁ ἀλληγορικὸς Ζεύς, δηλοῖ Ἀριστοτέλης ἐν τῇ αὐτοῦ Ῥητορικῇ λέγων, ὅτι Ἀφροδίτη ὡς ἄρχουσα ἀφροσύνης καὶ Ζεὺς ὡς ζωῆς αἴτιος ὤν. (ῃ. 27880) Εὔχεται δὲ ὁ βασιλεὺς ἐκπολεμωθῆναι τοῖς ἐπιορκήσουσι καὶ τοὺς πο1.652 ταμοὺς καὶ τὴν γῆν, τοὺς μὲν ὡς τῆς ὑγρᾶς τροφῆς δοτῆρας, τὴν δὲ ὡς τῆςξηρᾶς. καὶ οὕτως αὐτοῖς ἐπανιστᾷ τὰ στοιχεῖα. πάντας οὖν ἐπικαλεῖται θεοὺςκαὶ τοὺς ἁπανταχοῦ, τούς τε ἐμφανεῖς καὶ τοὺς ἀφανεῖς, ἤγουν τοὺς αἰθερίους,τοὺς ἐν ὑγροῖς, τοὺς περὶ γῆν, τοὺς ὑπὸ γῆν, καὶ οὐ μόνον ∆ία καὶ Γῆν καὶἭλιον, οἷς οἱ ἄρνες ἐνταῦθα θύονται. καὶ τὸ πᾶν ἐπεγείρει τοῖς ἐπιόρκοις, οὓςοὐκ ἔσθ' ὅπως οὐκ ἐκτρίβει τὸ θεῖον, οὐ μόνον ἐπὶ μεγάλοις πταίσαντας, ἀλλὰκαὶ ἐπὶ σμικροῖς. Γλαῦκος γοῦν καθ' Ἡρόδοτον ὁ Λακεδαιμόνιος βουληθεὶςἐπιορκῆσαι πρόρριζος ἐξετρίβη ἐκ Σπάρτης, ὅτι διενοήθη ἀποστερῆσαι παραθήκης. καὶ χρησμὸς δὲ παρ' αὐτῷ, οὗ ἀρχή «τὸ μὲν αὐτίκα κέρδιον ὅρκῳ νικῆσαι»,λέγει, ὅτι ἀλλ' Ὅρκου παῖς ἐστιν ἀνώνυμος, οὐδ' ἔπι χεῖρες οὐδὲ πόδες,κραιπνὸς δὲ μετέρχεται, εἰς ὅ κε πᾶσαν συμμάρψας ὀλέσῃ γενεὴν καὶ οἶκονἅπαντα. ἔστι δὲ ἡ φράσις ἐνταῦθα τῷ ποιητῇ αὕτη· «Ζεῦ πάτερ, Ἴδηθενμεδέων, κύδιστε, μέγιστε, Ἠέλιός θ', ὃς πάντ' ἐφορᾷς καὶ πάντ' ἐπακούεις, καὶποταμοὶ καὶ γαῖα καὶ οἳ ὑπένερθε καμόντας ἀνθρώπους τίνυσθον, ὅστις κ'ἐπίορκον ὀμόσσει· ὑμεῖς μάρτυροί ἐστε, φυλάσσετε δ' ὅρκια πιστά». (ῃ. 277)Ἰστέον δέ, ὡς τὸ «Ἠέλιος, ὃς πάντ' ἐφορᾷς» Ἀττικῶς εἴρηται ἀντὶ τοῦ «ὦἭλιε», [ὁποῖον σὺν ἄλλοις καὶ τὸ «τράγος γένειον ἄρα πενθήσεις σύ γε»,ἀντὶ τοῦ «ὦ τράγε, πάνυ στερήσῃ γενείου, εἰ τὴν φλόγα φιλήσεις».] καὶ ὅτισύνηθες Ὁμήρῳ σχῆμα τὸ ἐκ πληθυντικῆς καταβαίνειν εἰς ἑνικόν, οἷον καὶ τὸἀνθρώπους τίνυσθε, ὃς ἐπίορκον ὀμόσει. ἐκ γὰρ τοῦ ἀνθρώπους εἰς τὸ ὅστιςμετέβη, διότι οὐ πάντες οἱ καμόντες ἤτοι θανόντες κολάζονται, ἀλλ' ὁ κακός.τοιοῦτον σὺν ἄλλοις μυρίοις καὶ παρ' Εὐριπίδῃ τὸ «δεσποτῶν ὠμῶν τύχοιμι,ὅστις μ' ὠνήσεται» καὶ τὸ «δίκη γὰρ οὐκ ἔστιν ἐν ὀφθαλμοῖς βροτῶν, ὅστις, πρὶνἀνδρὸς σπλάγχνον ἐκμάθῃ σαφῶς, στυγεῖ». καὶ παρὰ Σοφοκλεῖ τὸ «τὰ περισσὰκἀνόνητα σώματα» πάσχει τόδε τι «ὅστις ἀνθρώπου φύσιν γεγώς, ἔπειτα μὴ κατ'ἄνθρωπον φρονεῖ». τοιοῦτον δέ τι καὶ τὸ «λέξω τὰ πάντα, ἅσσα μ' ἱστορεῖς»καὶ τὸ «ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην». καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳ τὸ «πάντες ὅσοιθεοί εἰσιν ἐν' Ὀλύμπῳ» καὶ ἐν τῇ δʹ τὸ «ταῦτα δ' ἀρεσόμεθα, εἴ τι κακὸνεἴρηται». Σημείωσαι δὲ καί, ὅτι τὸ πάντ' ἐφορᾶν διαφέρειν δοκεῖ ποτε τοῦπάντα ὁρᾶν. Ἠέλιος μὲν γὰρ ἀψόγως πάντ' ἐφορᾷ καί, ὡς οἱ ὕστερόν φασιν,ἐφορεύει, παρ' οἷς καὶ θηλυκὸν ἡ ἐφορεία. ὁ δὲ παρὰ Σοφοκλεῖ Ὀδυσσεύς, ὡςπάντων ἀεὶ κακὸν ὄργανον, ἐπιψόγως πάνθ' ὁρᾶν λέγεται, καὶ εἴη ἂν οὕτωςἀλάστωρ, ἐπείπερ οὐκ ἄν τι διαλάθοι τὸν οὕτω περιέργως πάνθ' ὁρῶντα. [(ῃ. 279) 1.653 Τὸ δὲ τίνυσθον δηλοῖ μὲν τὸ τιμωρεῖτε, ἐπεκρίθη δὲ εἰς φράσιν ὡς ποιητικώτερον.ἄλλως γὰρ τὴν αὐτὴν ἀναπληροῖ χρείαν καὶ τοῦτο καὶ τὸ τίνυσθε στιχηρᾶςλαγαρότητος ποιουμένης καὶ ἐν ἀμφοῖν.] (ῃ. 281-7) Ὅτι Ἀλέξανδρος μὲν πρὸ ὀλίγου συνέθετο, ἐὰν τὸν Μενέλαον νικήσῃ, τὰ καὶ τὰ γενέσθαι, ἐὰν δὲἡττηθῇ, τάδε καὶ τάδε, καὶ ἤρεσε τότε ὁ λόγος καὶ ἐπὶ τούτοις ἀποδυσάμενοιτὰ ὅπλα ὁ στρατὸς κάθηνται.