402
συμμαχεῖν αὐτοῖς. καὶ πέμψαντες Τάγαριν Γεώργιον τὸν μέγαν στραδοπεδάρχην πρὸς Σαρχάνην τὸν Λυδίας σατράπην, ἦν γὰρ αὐτῷ καὶ συνήθης πρότερον ἐπὶ Φιλαδέλφειαν πολὺν χρόνον τῷ πατρὶ συνδιατρίψαντι, ἐδέοντο σφίσι βοηθεῖν καὶ πέμπειν κατὰ βασιλέως στρατιάν. ὁ δὲ αὐτίκα τε ἐπείθετο καὶ συνεξέπεμπε τῷ Τάγαρι τὴν δύναμιν. Ἀμοὺρ δὲ, ὡς ἐπύθετο τὴν Σαρχάνη στρατιὰν χωροῦσαν κατὰ βασιλέως, δεινὰ ἐποιεῖτο καὶ ἐπίνοιάν τινα ἐσκέπτετο, δι' ἧς ἐξέσται τῷ φίλῳ βοηθεῖν. καὶ ἀπολεξάμενος δύο τῶν παρ' αὐτῷ ἐπιφανῶν, οὓς ᾔδει μάλιστα τὰ κατὰ γνώμην πράξοντας, ἐξέπεμπε καὶ δισχιλίους στρατιώτας παρασχόμενος, ὡς ἅμα τῇ Σαρχάνη στρατιᾷ περαιωθησομένους πρὸς τὴν Θρᾴκην. ἔθος γὰρ τούτοις τοῖς βαρβάροις, ὅταν ἐπὶ λεηλασίαν ἴωσιν, ἄν τινες ἐξ ἑτέρας σατραπείας ἐθέλωσι συνέπεσθαι, μὴ κωλύειν, ἀλλὰ καὶ εἰδέναι χάριν, ὡς φίλοις καὶ συμμάχοις. ἐκέλευε δὲ Ἀμοὺρ τοῖς παρ' ἑαυτοῦ πεμ 2.592 φθεῖσιν ἄρχουσιν, ὡς ἂν μὲν διαλλάττοιτο πρὸς βασιλέα ἡ Σαρχάνη στρατιὰ, οἴεσθαι γὰρ αὐτοὺς βασιλέα πείσειν κατατίθεσθαι τὸν πρὸς ἐκεῖνον πόλεμον καὶ συμμαχεῖν, μηδ' αὐτοὺς ἀποκαλύπτειν τὸ ἀπόῤῥητον, ἀλλὰ μετὰ τῶν ἄλλων πρὸς τὸν βασιλέα ἥκειν. ἂν δ' ἐθέλωσιν ἐκεῖνοι πολεμεῖν ὡς ἀληθῶς, κρύφα πέμψαντας πρὸς βασιλέα παραινεῖν αὐτῷ ἀντικαθίστασθαι πρὸς μάχην τοῖς βαρβάροις. ἐπειδὰν δὲ ὦσι παρατεταγμένοι καὶ ἤδη μέλλωσι συμπλέκεσθαι, μεθίστασθαι πρὸς βασιλέα καὶ χωρεῖν κατὰ τῶν βαρβάρων μετὰ τῆς ἐκείνου στρατιᾶς. τοῖς μὲν οὖν ἄρχουσι τῆς στρατιᾶς οὕτω προσέταττεν Ἀμοὺρ, μηδενὸς αὐτοῖς ἑτέρου συνειδότος τὸ ἀπόῤῥητον. τοῖς στρατιώταις δὲ ἐκέλευε πάντα πείθεσθαι τοῖς ἄρχουσι καὶ μηδένα πολυπραγμονεῖν, ὡς, εἴ τις μὴ πείθοιτο, αὐτοῦ καὶ γένους διαφθαρησομένου. τοιαῦτα μὲν ὁ Ἀμοὺρ συσκευάσας, μετὰ τῶν ἄλλων συνεξέπεμπε τὴν στρατιάν. Τάγαρις δὲ ὁ μέγας στρατοπεδάρχης πάν2.593 κατ' αὐτοῦ. ὅμως δέ τινας καὶ χρηστοτέρας παρείχοντο ἐλπίδας. οἱ τῆς Ἀμοὺρ δὲ στρατιᾶς ἡγούμενοι ἐμήνυον τὸ ἀπόῤῥητον τῷ βασιλεῖ καὶ παρῄνουν τε θαῤῥεῖν καὶ παρασκευάζεσθαι πρὸς μάχην, ἂν ἐπίωσιν. οἱ μὲν οὖν πρέσβεις τάχιστα ἐπανελθόντες ἀπήγγελλον βασιλεῖ τὰ παρὰ τῶν Περσῶν. καὶ παρεσκευάζετο καὶ αὐτὸς ὡς μαχούμενος, ἢν δέῃ. οὐδένα γὰρ ἤδη τῶν ἄλλων ἐποιεῖτο λόγον, μελλόντων ἐκείνων πρὸς αὐτὸν μεθίστασθαι ἐπὶ τῆς παρατάξεως. μετὰ μικρὸν δὲ καὶ οἱ ἄλλοι συμφωνήσαντες κοινὴν ἐποιήσαντο πρεσβείαν πρὸς τὸν βασιλέα, φάσκοντες θαῤῥεῖν, ὡς ἔσονται σύμμαχοι καὶ φίλοι. ἐδέοντο δὲ αὐτοῦ μὴ τὸ νῦν ἔχον ἀναγκάζειν ἥκειν πρὸς αὐτόν· ἀλλ' ἀπελθόντας εἰς Βυζάντιον πρὸς βασιλίδα καὶ δῶρα δεξαμένους καὶ τὰ ἐπηγγελμένα χρήματα τῷ σφῶν σατράπῃ ἐπανήκειν πρὸς αὐτὸν, καὶ πάντα τὰ κελευόμενα ποιεῖν. οἱ μὲν οὖν βάρβαροι γνώμην ἔχοντες τοιαύτην ἧκον εἰς Βυζάντιον. καὶ οἱ στρατηγοὶ πρὸς βασιλίδα εἰσελθόντες προσεκύνουν τε καὶ ἐδέχοντο δῶρα παρ' ἐκείνης φιλοτίμως, συνέβαινόν τε οἱ τῶν Βυζαντίων ἄρχοντες τοῖς Πέρσαις, ἵν' αὐτοὶ μὲν ἐκ θαλάσσης τριήρεις πέμψαντες κωλύσωσιν Ὀρχάνην βασιλεῖ μὴ βοηθεῖν, αὐτοὶ δὲ ἐκ τῆς ἠπείρου περιστρατοπεδευσάμενοι Σηλυμβρίαν πολεμῶσιν, ἄχρις ἂν ἐκπολιορκήσωσιν αὐτὴν καὶ τοὺς συνόντας. ἤλπιζον γὰρ καὶ Σηλυμβριανοὺς, ἂν μεγάλην δύναμιν ἐκ γῆς καὶ θαλάττης ἴδωσι, διαστασιάσειν πρὸς βασιλέα καὶ τὴν πόλιν ἐκείνοις παραδώσειν. καὶ ὡπλίζοντο αὐτίκα αἱ τριήρεις. 2.594 τὸ Περσικὸν δὲ διενοοῦντο, εἰ καὶ Ῥωμαίων ἱππικὴ στρατιὰ συνέποιτο αὐτοῖς, πάντας ἐξανδραποδίζειν. ἐμήνυόν τε βασιτεῖ τῷ Καντακουζηνῷ, εἰ καθ' ἡδονὴν τὸ τοιοῦτον εἴη πράττειν. ὁ δ' ἐκώλυεν, αὐτὸς ἰσχυριζόμενος ἀδικεῖσθαι, ἂν τοιαῦτα τολμῶσιν. ὀλίγῳ γὰρ ὕστερον αὐτοῦ τοὺς στρατιώτας ἔσεσθαι ἐκείνους. ἐκείνου μὲν οὖν ἀπέσχοντο, καὶ οὐδὲ ἐνέμειναν παρασκευασαμένους σὺν αὐτοῖς ἐλθεῖν. ἀναστρέφοντες δὲ ἐκ Βυζαντίου πρὸς Σηλυμβρίαν, πάντας ἠνδραπόδιζον τοὺς προστυχόντας καὶ ἐζημίωσαν οὐκ ὀλίγα διὰ τὸ θαῤῥεῖν αὐτοῖς τοὺς περὶ τὸ Βυζάντιον, ὡς φίλοις καὶ συμμάχοις. ἐπεὶ δὲ εἰς