402
κιβώτιον. καὶ γίνεται ἐκ τοῦ χῶ, χήσω. Χήμη. ειδος ὀστρείου. chi.1852 Χηρεία. ἡ χήρευσις. καὶ χήρα γυνή. ἀπὸ τοῦ χηρῶ, τὸ χωρίζω καὶ πορθῶ. καὶ χηρώσω, τὸ ἀφανίσω καὶ πορθήσω. Χῆτισ. ἡ στέρησις. Χηρωνίσ. ονομα κύριον. (Οὐδέτερον.) Χήνιον. ορος. χήνειον δὲ ὠὸν, δίφθογγον. Χῆρον. ἐστερημένον. ( ̔Ρῆμα.) Χηρῶ. τὸ χωρίζω καὶ πορθῶ. καὶ χηρώσω. Τὸ Χ μετὰ τοῦ Θ. ( ̓Αρσενικόν.) Χθαμαλόσ. κοῖλος, ταπεινὸς, χαμηλός. Χθιζόσ. ὁ χθεσινός. καὶ χθιζινός. (Θηλυκόν.) Χθών. ἡ γῆ. καὶ κλίνεται χθονός. παρὰ τὸ διαχεῖσθαι καὶ χωννύεσθαι. η παρὰ τὸ γῶ, τὸ χωρῶ. Χθονία. ἡ ἐπίγειος. Τὸ Χ μετὰ τοῦ Ι. ( ̓Αρσενικόν.) Χιάρησ. κύριον. καὶ Χίλων. καὶ Χιλδίβερτος. Χίμαροσ. ὁ τράγος ὁ ἐν τῷ χειμῶνι τεχθείς. Χῖοσ. ὁ πολίτης Χίου. ὡς Σάμος Σάμιος, ουτω καὶ ἀπὸ τοῦ Χίος γίνεται Χίϊος, καὶ κράσει τῶν δύο ˉιˉι εἰς ˉι μακρὸν Χῖος, ὡς ∆ίϊος ∆ῖος, Θέτιϊ Θέτι. chi.1853 Χιτών. ἐσθὴς, ἱμάτιον. (Θηλυκόν.) Χίδρα. στάχυες, ητοι νέος καρπός. Χιλόσ. ὀξύτονον καὶ θηλυκῶς λέγεται, καὶ σημαίνει τὴν τροφὴν, καὶ γράφεται διὰ τοῦ ˉι. τινὲς δὲ διὰ τῆς ˉεˉι διφθόγγου, ἐπειδὴ ἀπὸ τοῦ χεῖλος ἐστὶν, ἡ ἐν τοῖς χείλεσι διδομένη. ἀλλὰ τὰ διὰ τοῦ ˉιˉλˉοˉς, μὴ οντα οὐδέτερα μήτε ἀρσενικὰ ὀξύτονα, μήτε σύνθετα ἀπὸ ὀνομάτων, εχοντα τὴν ˉεˉι δίφθογγον, διὰ τοῦ ι γράφεται. οιον Ζωΐλος, Τρωΐλος. ουτως ουν καὶ χιλός. χωρὶς τοῦ Νεῖλος. πρόσκειται μὴ οντα οὐδέτερα διὰ τὸ χεῖλος. πρόσκειται μὴ οντα ἀρσενικὰ ὀξύτονα διὰ τὸ δειλός. πρόσκειται μὴ οντα σύνθετα ἀπὸ ὀνομάτων εχοντα τὴν ˉεˉι δίφθογγον διὰ τὸ τρίχειλος, κροκόδειλος. Χιλωνὶς γῆ. Χίμαιρα. τρίμορφον θηρίον, οπερ ἐν τῇ Λυκίᾳ ην, ην ἐφόνευσεν ὁ Βελεροφόντης. Χιράδεσ. αἱ τῶν χειρῶν ῥαγάδες. καὶ πῶς διὰ τοῦ ι γράφεται; ωφειλε γὰρ διὰ τῆς ˉεˉι διφθόγγου, ἐπειδὴ ἀπὸ τοῦ χεὶρ γέγονεν. ἀλλ' ὡς ἀπὸ τοῦ νείφω γίνεται νιφεὺς διὰ τοῦ ˉι, ουτω καὶ ἐνταῦθα. η κρεῖττον εστιν εἰπεῖν, συνέπεσεν ἡ φωνὴ τῷ σημαινομένῳ, ἐπειδὴ τὸ χιρὰς ενδειαν τινὰ σημαίνει· ἡ γὰρ ῥαγὰς ενδειαν τινὰ εχει τοῦ ὁλοκλήρου· τὸ γὰρ εχον ῥαγάδας οὐκ εστιν ὁλόκληρον. τούτου χάριν καὶ ενδειαν φωνήεντος ἐδέξατο. chi.1854 Χιών. καὶ κλίνεται χιόνος. ὡς ἀρήγω ἀρηγών. καὶ τροπῇ τοῦ ˉε εἰς ˉι χιών. (Οὐδέτερον.) Χῖ. τὸ στοιχεῖον. οτι χεομένην εχει τὴν ἐκφώνησιν. αλλοι δὲ αχι αὐτὸ ειπον, οτι εχει ὀξεῖαν καὶ βαρεῖαν ἀλλήλας κατὰ μέσον σχιζούσας. Χίμετλα. τὰ ἀποκαύματα τὰ γινόμενα ἐν τοῖς ποσὶν, οπερ συμβαίνει ἐν τῷ χειμῶνι γίνεσθαι. ειρηται παρὰ τὸ ἐν τῷ χειμῶνι τλεῖν. η χίμετλον τὸ ἐν τῷ δακτύλῳ γενόμενον ελκος. ( ̔Ρῆμα.) Χιονωθήσονται. λευκανθήσονται. λαμπρυνθήσονται. Τὸ Χ μετὰ τοῦ Λ. ( ̓Αρσενικόν.) Χλούνησ. ὁ ἀγριόχοιρος. ὁ ἐν τῇ χλόῃ εὐναζόμενος καὶ διατρίβων. Χλωδομάριοσ· Χλώθαρις· Χλωθαῖος· Χλωθόμηρος. ὀνόματα κύρια. Χλωρόσ. κακόχρους. καὶ χλωρότης. Ομηρος· ὑπὸ δέους χλωρὸς ηεν. παρὰ τὸ χαλῶ καὶ τὴν ωραν, ο σημαίνει τὴν μορφήν. χλαωρὸς καὶ χλωρὸς, ὁ κεχαλασμένην εχων τὴν ωραν. (Θηλυκόν.) Χλαμύσ. ἐσθὴς κοκκίνη. η ὁ κυκλοειδὴς μανδύας, ον φοροῦσιν αἱ γυναῖκες. Χλανίσ. τὸ θερινὸν καὶ λεπτότατον ἱμάτιον. chi.1855 Χλαῖνα. τὸ χειμερινὸν ἱμάτιον. παρὰ τὸ χλιαίνειν. Χλεύη. ἡ υβρις. χειλεύη τὶς ουσα, παρὰ τὸ ἠρέμα ἀνάγειν τὰ χείλη. Χλιδή. ἡ τρυφή. Χλιδῶνα. κόσμον περὶ τὸν βραχίονα. Χλιδώ. κύριον. Χλόη. παρὰ τὸ φλέω, τὸ ἀναπέμπω, φλόη καὶ χλόη, ἡ ἐκ τῆς γῆς ἀναπεμπομένη. Χλώρη. κύριον. *Χλωμένη.* ..... (Οὐδέτερον.) Χλιαρόν. τὸ θερμόν. Χλούνιον. τόπος. χλούνειον δὲ, τὸ χοίρειον, δίφθογγον. ( ̔Ρῆμα.) Χλιαίνω. τὸ θερμαίνω. Χλιδῶντεσ. τρυφῶντες· σπαταλῶντες. Χλοάζει. βλαστάνει. Τὸ Χ μετὰ τοῦ Ν. ( ̓Αρσενικόν.) Χνοῦσ. ὁ κονιορτός. παρὰ τὸ χοῦς, πλεονασμῷ τοῦ ν. τὸ δὲ χοῦς παρὰ τὸ χόος. τοῦτο δὲ παρὰ τὸ χέω. chi.1856 Τὸ Χ μετὰ τοῦ Ο. ( ̓Αρσενικόν.) Χοβάρ. τόπος. Χοϊκόσ. γηγενής· γήϊνος· βαρύς. καὶ ὁ ̓Απόστολος· πρῶτος ανθρωπος ἐκ γῆς χοϊκός. Χοῖνιξ. δεκάλιτρον. τέταρτον μοδίου σημαίνει. Χόλοσ. ἡ ὀργή. παρὰ τὸ χέω· συγκέχυται γὰρ ἡ ψυχὴ ἐν τῷ ὀργίζεσθαι. Χόνδροσ. πᾶν ὀστοῦν τρωγόμενον καὶ θραυόμενον ὑπὸ τῶν ἀνθρωπίνων ὀδόντων. Χοραύλησ. ὁ ἐν τῷ χορῷ αὐλῶν.