403
Σηλυμβρίαν ἦσαν, ἡ στρατιὰ μὲν ἔξω κατελείπετο, λοχαγοὶ δὲ καὶ ἡγεμόνες καὶ στρατηγοὶ, οὐκ ὀλίγοι ὄντες, πρὸς βασιλέα ἦλθον. καὶ ὁ βασιλεὺς εἱστία φιλοτίμως ἐπ' αὐτοῦ. οὕτω δὲ ἦν ἡ οἰκία κατεσκευασμένη, ἐν ᾗ ηὐλίζετο ὁ βασιλεὺς, ὥστε καθημένους ὁρᾷν τε τὴν θάλασσαν καὶ ὁρᾶσθαι ὁμοίως ὑπὸ τῶν παριόντων. εἱστιῶντο μὲν οὖν οἱ Πέρσαι, καὶ αἱ ἐκ Βυζαντίου παρῆσαν αὐτίκα τριήρεις οὐκ ὀλίγαι καὶ πεντηκόντοροι λῃστρικαὶ, καὶ παραπλέοντες ᾔδεσαν γὰρ ἐκεῖ βασιλέα διατρίβοντα, τῶν ὕβρεων ἠφείδουν καὶ τῶν ἀπειλῶν. οἱ Πέρσαι δὲ αὐτίκα ἀναστάντες ἔβαλλον τοὺς τριηρίτας ἀπὸ τῆς οἰκίας συχνοῖς τοῖς βέλεσι, καὶ ἐτραυμάτισάν τινας. οἱ ναύαρχοι δὲ τοὺς Πέρσας ὁρῶντες μαχομένους, πρῶτα μὲν ἐθαύμαζον καὶ διηπόρουν, ὅ,τι εἴη· ἐπεὶ δὲ ἐπύθοντο τὸ Περσικὸν προσκεχωρηκότας βασι 2.595 λεῖ, ἀνέστρεφον αὐτίκα, πάσης αὐτοῖς ἐλπίδος περιαιρεθείσης, καὶ ὁ βασιλεὺς τοῖς ἄρχουσι τῆς στρατιᾶς δῶρα παρασχόμενος ἀπέπεμπε πρὸς τὴν οἰκείαν· οὐ γὰρ αὐτῶν ἐδεῖτο τότε. ἐκεῖνοι δὲ ζημίαν οὐ μικρὰν ἡγούμενοι τὸ κεναῖς ἀναχωρεῖν χερσὶν ἐπεστράτευσαν Μυσοῖς, καὶ ἀπέκτειναν πολλοὺς κατὰ τὴν ἔφοδον ἐκείνην καὶ ἠνδραποδίσαντο, καὶ βοσκημάτων ἐκράτησαν παμπόλλων, καὶ, εἴπερ ποτὲ, ἐκάκωσαν Μυσίαν. ἐλέγετο δὲ, ὡς βασιλεὺς αὐτοῖς ἐπιτρέψειε τὴν ἔφοδον ἀμειβόμενος τῆς συμμαχίας· ἐψεύδοντο δὲ ἀκράτως οἱ λογοποιοῦντες. οὐχ ὅτι τότε γὰρ ὁ βασιλεὺς, ἀλλ' οὐδὲ ἄλλοτέ ποτε ἑκὼν εἶναι τοὺς βαρβάρους ἐπήγαγε Μυσοῖς· ἀλλὰ πλείους ὄντες, ἢ ὥστε ἄγεσθαι ὑπὸ Ῥωμαίων, ἀφ' ἑαυτῶν αὐτοὶ ἐπῄεσαν κέρδους ἕνεκα. λαμβάνειν γὰρ παρὰ Ῥωμαίων οὐδὲν ἐξῆν, τῶν μὲν ἤδη διεφθαρμένων, τῶν ὑπολοίπων δὲ τελούντων ὑπὸ βασιλέα, ᾧ σύμμαχοι καὶ φίλοι εἶναι ἔλεγον. μᾶλλον μὲν οὖν καὶ πρόνοιαν ἐποιεῖτο πλείστην τοῖς Μυσοῖς τὴν τῶν βαρβάρων ἔφοδον ἀεὶ μηνύειν· καὶ πολλάκις ἀπὸ τούτου τοῦ τρόπου διεσώθησαν ἐπὶ τὰς πόλεις καὶ τὰς λόχμας καταδύντες. οὐ μὴν ἀλλὰ καὶ πρὸς τοὺς φίλους ἀεὶ πολύν τινα λόγον ἐποιεῖτο περὶ Ῥωμαίων τῶν ἐξανδραποδιζομένων ἀγανακτῶν, ὅτι ἃ μὴ βούλοιτο, ἀλλὰ καὶ ἄχθοιτο γινομένων οὐ μετρίως, ταῦτα ὑπὸ τῶν πολεμούντων πράττειν 2.596 ἀναγκάζοιτο· καὶ πρὸς μὲν ἐκείνους ἔφασκεν ἀμύνεσθαι δίκαιον ἡγεῖσθαι, οὐ μόνον διὰ τὸ μὴ καταδέχεσθαι τὴν εἰρήνην, ἀλλ' ὅτι, εἰ καὶ τρόπῳ δή τινι περιγένοιντο αὐτῶν, πάντας ὠμῶς ἀποκτενοῦσιν, ὡς ἐκ τῶν γεγενημένων εἰκάζειν ἔξεστι τὰ μέλλοντα. δι' ἃ καὶ τὴν τῶν βαρβάρων αἱρεῖσθαι συμμαχίαν, ἵνα μὴ αὐτοὶ χρησάμενοι, ὥσπερ πολλάκις ἐπεχείρησαν, διαφθείρωσιν αὐτὸν καὶ τοὺς συνόντας. πρὸς δὲ τοὺς κτεινομένους καὶ ἐξανδραποδιζομένους καὶ τὰ ἔσχατα ὑπομένοντας οὐδεμίαν εὐπρόσωπον ἀπολογίαν ἔχειν. τί γὰρ ἠδικήκασιν ἄνθρωποι γεωργοὶ καὶ γυναῖκες καὶ βρέφη νήπια, ἃ καθημέραν κατασφάττεται καὶ πρὸς δουλείαν ἀποδίδοται καὶ ἤθεσι καὶ νόμοις ἐντρέφεται βαρβαρικοῖς καὶ πρὸς τὸ ἀφίστασθαι ἐνάγεται θεοῦ τοῦ πλάσαντος; ἢ γυναῖκες αἰσχυνόμεναι παρθένοι, καὶ ναοὶ καταστρεφόμενοι, καὶ τὰ ἅγια συμπατούμενα καὶ περιυβριζόμενα καὶ ἀθέων χερσὶ παραδιδόμενα παρὰ πάντα τοῦ δικαίου καὶ εὐλόγου λόγον; ἐφ' οἷς καὶ ἐπεδάκρυε τὰς παρὰ τοῦ δικαίου κριτοῦ περὶ τούτων ἐννοῶν εὐθύνας καὶ τὸ ἀπαραλόγιστον ἐκεῖνο δικαστήριον καὶ φοβερόν. ὅμως τῶν αὐτῶν πάλιν ἀναγκαίως εἴχετο τῶν γινομένων, τὴν αἰτίαν εἰς τοὺς μὴ καταλύειν τὸν πόλεμον ἐθέλοντας ἀνατιθεὶς, ἀλλ' ἐπιβουλεύοντας ἀεὶ καὶ μηδένα τῶν κτεινομένων ἔλεον λαμβάνοντας, καὶ ταῦτα ὑπ' αὐτοῖς τελούντων. οἱ μὲν οὖν βάρβαροι πολλὴν αἰχμαλωσίαν ἄγοντες ἀπὸ Μυσῶν ἐπεραιώθησαν εἰς τὴν Ἀσίαν. 2.597 ζʹ. Οἱ ἐν Βυζαντίῳ δὲ ἐπεὶ φανερῶς ἀπέγνωσαν πολεμεῖν πρὸς βασιλέα, ἐπεβούλευον αὖθις ἀφανῶς, καὶ Μονομάχον τινὰ, ἀδελφιδοῦν ὄντα Τάγαρι τῷ μεγάλῳ στρατοπεδάρχῃ, δηλητήριον ἔχοντα αὐτομολεῖν ἐκέλευον πρὸς βασιλέα, εἶτα μηνύειν δῆθεν τὴν ἐπιβουλὴν καὶ τὰ φάρμακα φανεροῦν. ἐπειδὰν δὲ ἀδείας λάβηται καὶ παῤῥησίας διὰ τὴν δοκοῦσαν εὔνοιαν, τότ' ἤδη τῇ ἐπιβουλῇ χρῆσθαι ἀδεῶς καὶ φάρμακα ἕτερα