403
πρῶτος ην ̓Ιάκωβος ὁ τοῦ κυρίου λεγόμενος ἀδελφός, καὶ δεύτερος Συμεών, τρίτος ̓Ιοῦστος, Ζακχαῖος τέταρτος, Τωβίας πέμπτος, εκτος Βενιαμίν, εβδομος ̓Ιωάννης, ογδοος Ματθίας, ενατος Φίλιππος, δέκατος Σενεκᾶς, ̓Ιοῦστος αλλος ἑνδέκατος, Λευῒς δωδέκατος, ̓Εφρῆς τρισκαιδέκατος, τεσσαρεσκαιδέκατος ̓Ιωσήφ, καὶ ̓Ιούδας πεντεκαιδέκατος. Ξύστον δὲ μετὰ χρόνον δεκαέτη τελευτήσαντα εβδομος ἐν ̔Ρώμῃ διεδέξατο Τελεσφόρος. τῆς δὲ τῶν ̓Αλεξανδρέων ἐκκλησίας τὴν προστασίαν εκτος Εὐμένης ἐκληρώσατο, ̓Ιούστου μετὰ ἑνδέκατον θανόντος ἐνιαυτόν. 3.78 Ουτος ὁ αὐτοκράτωρ διὰ τὰς ηδη ῥηθείσας στάσεις μετὰ τὸν πολὺν τῶν ̓Ιουδαίων ολεθρον καὶ δόγμα ἐξέθετο κωλῦον τὸ εθνος αὐτῶν ἐπιβαίνειν τῶν ̓Ιεροσολύμων καὶ τῆς χώρας αὐτῶν ἁπάσης. καὶ λοιπὸν ἐξ ἐθνῶν τῆς πόλεως οἰκισθείσης καὶ Αἰλίας κληθείσης, ὡς ὁ ̓Αδριανὸς ἐχρημάτιζε, πρῶτος ταύτης ἀρχιερεὺς μετὰ τοὺς ἐκ περιτομῆς κατέστη Μάρκος. τότε καὶ Σατορνῖνος ̓Αντιοχεὺς καὶ Βασιλείδης ̓Αλεξανδρεὺς καὶ Καρποκράτης αἱρέσεων διαφόρων πατέρες καὶ ἀρχηγοὶ ἐγνωρίζοντο. καὶ ̔Ηγήσιππος δὲ τότε τὴν τοῦ ἀποστολικοῦ κηρύγματος παράδοσιν ἐν πέντε λόγοις συγγράψασθαι ἀναγράφεται. καὶ ̓Ιουστῖνος ὁ φιλόσοφος, ος μετέπειτα καὶ μάρτυς ἐγένετο, τότε πρὸς θεοσέβειαν ἐξ ̔Ελληνικῶν σπουδασμάτων μετέθετο. ος ἱστορεῖ ̔Ερέννιον Γρανιανὸν τῆς ̓Ασίας ἀνθυπατεύοντα ἐπιστεῖλαι ̓Αδριανῷ, μὴ δίκαιον ειναι ἐπ' ἐγκλήματι μηδενὶ κολάζεσθαι τοὺς χριστιανούς· καὶ τὸν θεσπίσαι μηδένα, εἰ μὴ ἐπ' ἐγκλήματι ἐκ κατηγορίας ἁλῷ, κτείνεσθαι. Αὐταρχήσαντος δὲ ̓Αντωνίνου, ος εἰσποιηθεὶς παρὰ τοῦ ̓Αδριανοῦ Καῖσάρ τε καὶ αὐτοκράτωρ ἐγένετο, ἡ γερουσία οὐκ ηθελε τὰς ἡρωικὰς τιμὰς ψηφίσασθαι τῷ ̓Αδριανῷ, διὰ φόνους ἀνδρῶν ἐπιφανεστάτων ους ἐκεῖνος εἰργάσατο. διὸ καὶ διειλέχθη αὐτοῖς ὁ ̓Αντωνῖνος αλλα τε πλείω σὺν δάκρυσι καὶ οτι "οὐδὲ ἐγὼ αρα αρξω ὑμῶν· πάντα γὰρ τὰ ὑπ' 3.79 ἐκείνου γενόμενα, ων εν καὶ ἡ ἀνάρρησις ἡ ἐμή, ὡς ἐχθίστου ὑμῖν καὶ κακίστου ἀθετηθήσεται." ταῦτα δ' ἡ γερουσία αἰδεσθεῖσα, οὐ μεῖον μέντοι καὶ τοὺς στρατιώτας εὐλαβηθεῖσα, τῷ κειμένῳ τὰς τιμὰς ἐψηφίσατο. Εὐσεβὴς δ' ἐπεκλήθη, οτι αρτι τῆς αὐταρχίας ἡμμένου πολλοὶ γεγόνασιν ὑπ' αἰτίασιν, καί τινες ἐξ ὀνόματος εἰς σφαγὰς ἐξῃτήθησαν, ὁ δὲ οὐδένα ἐκόλασε, φάμενος ὡς "οὐ δεῖ με ἐκ τοιούτων εργων τῆς προστασίας ὑμῶν αρξασθαι." γέγονε δὲ καὶ δι' ολης αὐτοῦ τῆς ἀρχῆς δίκαιός τε καὶ χρηστὸς καὶ πᾶσι τοῖς ὑπηκόοις ἀνεπαχθής, καὶ αὐτοῖς δὲ χριστιανοῖς. οὐ μόνον γὰρ οὐκ ἐκάκου αὐτούς, ἀλλὰ μέντοι καὶ αἰδοῦς ἠξίου. λέγεται δὲ ζητητικὸς γενέσθαι καὶ περὶ μικρῶν ἀκριβολογούμενος· οθεν αὐτὸν κυμινοπρίστην ἐκάλουν οἱ σκώπτοντες. οὐ μὴν διὰ τοῦτο ἐκ τῶν ὑπηκόων ἐχρηματίζετο, ἀλλ' ἐν ἀπορίᾳ ποτὲ γεγονὼς ἀργυρίων, πολέμων ἐπικειμένων ουτε τέλος καινὸν ἐπενόησεν ουτ' αἰτῆσαι παρά του ἠνέσχετο χρήματα, ἀλλ' ἐν τῇ ἀγορᾷ πάντα τὰ ἐν τοῖς βασιλείοις κειμήλια θέμενος, καὶ ει τι πρὸς κόσμον ην τῇ αὐτοῦ γαμετῇ, ὠνεῖσθαι ταῦτα τὸν βουλόμενον προετρέπετο· οθεν ἀθροίσας ἀργύρια τοῖς στρατιώταις διέδωκε. καὶ νικήσας τὸν πόλεμον ἐκτήσατο πολυπλάσια. καὶ κήρυγμα εθετο τὸν βουλόμενον ἐκ τῶν ὠνησαμένων τὰ κτήματα τὰ βασιλικὰ ἀναδιδόναι τὸ ὠνηθὲν καὶ λαμβάνειν τὸ τίμημα. καί τινες μὲν τοῦτο ἐποίησαν, οἱ δὲ πλείους ἀνένευσαν· καὶ οὐδένα ἀναδοῦναι τὸ κτηθὲν αὐτῷ ἐβιάσατο. Τούτου λέγεται νομοθέτημα ειναι καὶ τὸ τῶν τέκνων ἀδιαθέτων τελευτώντων κληρονόμους ἀναφαίνεσθαι τοὺς γονεῖς, καὶ διατιθεμένοις τοῖς παισὶν 3.80 ἐν ἀπαιδίᾳ ἀνάγκην ειναι τὸ νόμιμον μέρος τοῖς γονεῦσι καταλιμπάνειν. ̓Επὶ τούτου κλόνος τῆς γῆς συνέβη φρικώδης περὶ τὴν Βιθυνίαν καὶ τὸν ̔Ελλήσποντον, ἐξ ουπερ πλείους πόλεις κατέπεσον, μάλιστα δ' ἡ Κύζικος επαθεν. οτε καὶ ὁ ἐν αὐτῇ περιβόητος κατεπτώθη ναός, ου λέγονται τετράοργοι τὸ πάχος ειναι οἱ κίονες, τὸ δ' υψος αιρεσθαι μέχρι πεντήκοντα πήχεων, ἐκ λίθου συνεστῶτες ἑνός, ει τῳ ταῦτα μὴ απιστα δόξαιεν, καὶ ταλλα δὲ τοῦ εργου ἐκείνου θαυμάσια ξύμπαντα. Περὶ τούτου τοῦ αὐτοκράτορος