403
*Χοροστάτησ. ὁ αρχων τοῦ χοροῦ.* Χορίκιοσ. κύριον. Χοροί. πλῆθος ταγμάτων. Χοροιτύποσ. ὁ τύπους ποιῶν ἐν τῷ χορεύειν. η ὁ τύπτων τὸ εδαφος. καὶ Ομηρος· πέπληγον δὲ χορὸν θεῖον ποσί-. Χοσβαΐτησ. ὁ βεστιαρίτης. (Θηλυκόν.) Χοαί. ἐναγίσματα, θυσίαι. Χοιρίνη. συρφετώδης. †ἡ δικαστικὴ ψῆφος.† Χοιράδεσ. πετρῶν οχθοι. Χολάδεσ. τὰ εντερα. παρὰ τὴν χύσιν, η διὰ τὸ κατὰ φύσιν δέχεσθαι τὸ χολῶδες ἀπὸ τοῦ ηπατος, ἐπειδὴ εἰς αὐτὰ συῤῥεῖ ἡ ξανθὴ χολὴ, chi.1857 τοῦτο μηχανωμένης τῆς φύσεως πρὸς τὸ διαθερμαίνεσθαι, καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐτῆς πρὸς τὴν ἀπόκρισιν τῶν περιττῶν. εμελλε γὰρ τῇ κράσει ψυχρὰ οντα ἀργὰ μένειν καὶ μηδέποτε ποιεῖν τὴν ἀπόκρισιν. τοιαῦτα γὰρ τὰ νευρώδη. Χολέρα. νόσος διὰ χολῆς. η τὸ τῆς χολῆς πάθος. Χορδή. ἡ νευρὰ η τὸ εντερον. παρὰ τὸ δι' αὐτοῦ χωρεῖν τὴν ἐδωδήν. Χορεία. ἡ χόρευσις. Χοριάνη. τόπος. Χορηνὴ δὲ, ˉι. (Οὐδέτερον.) Χοάσπειον υδωρ. τὸ τοῦ Χοάσπου ποταμοῦ. Χοινίκιον. μέτρον τι. καὶ τὸ παχὺ εντερον. Χοληδόχον. ἀγγεῖον τὸ δεχόμενον τὴν χολήν. καὶ χολαῖον, ηπαρ. Χορεῖον. ὁ τόπος τοῦ χοροῦ. χορίον δὲ, τὸ παχὺ εντερον, ˉι. Χολωσέμεναι. ὀργισθῆναι. καὶ χολωσέμεν μέλλων ἀπαρέμφατος δωρικῶς. ἐκεῖνοι γὰρ τὰ ἀπαρέμφατα εἰς ˉεˉμˉεˉν μεταποιοῦσι. τὸ τύψειν τυψέμεν λέγουσιν. οἱ δὲ Αἰολεῖς εἰς ˉεˉμˉεˉνˉαˉι λέγουσιν, οιον· εἰωθότες εδμεναι αδδην. Χορτάσαι. παρὰ τὸν χόρτον τὸν περιβαλλόμενον τοῖς ὑποζυγίοις. Χορεύω. χοροβατῶ. chi.1858 Τὸ Χ μετὰ τοῦ Ρ. ( ̓Αρσενικόν.) Χρεμετισμόσ. ἡ τῶν ιππων βοή. Χρησμόσ. προφητεία· μαντεία. Χρήστησ. δανειστής. Χρηστήρ. ὁ παρέχων χρησμούς. παρὰ τὸ χρῶ, χρηστήρ. ουτω Γεώργιος ὁ Χοιροβοσκός. οιμαι δὲ, οτι παρὰ τὸ χρῄζω. τὸ δὲ χρῄζω, ἡνίκα σημαίνει τὸ ἐνδεοῦμαι, εχει τὸ ˉι προσγεγραμμένον. ἀπὸ τοῦ χρέος χρεΐζω, ἐκτάσει τοῦ ˉε εἰς ˉη καὶ ἐν συναιρέσει χρῄζω, μένοντος καὶ τοῦ ˉι προσγεγραμμένου. οτε δὲ σημαίνει τὸ χρησμῳδῶ, ανευ τοῦ ˉι, καίπερ τῆς ἐτυμολογίας ἀπαιτούσης σὺν τῷ ˉι γράφεσθαι, παρὰ γὰρ τὴν χρείαν ἐστί· τοῖς γὰρ εχουσι χρείαν χρησμῳδεῖ ὁ θεός. ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ σημαίνοντος τὸ ἐνδεοῦμαι οὐκ εχει τὸ ἰῶτα. Χρῆστοσ. κύριον. χρηστὸς δὲ, ὁ ἀγαθὸς, ὀξύνεται. Χρέμης, χρέμητοσ. ονομα ἰχθύος. Χρεωφειλέτησ. οσα παρὰ τὸ χρέος συντέθειται, μεγάλα, πλὴν τοῦ χρεοδότης, χρεοκόπος, καὶ χρεολύτης, καὶ τὰ θηλυκὰ αὐτῶν, οιον χρεοδοσία, καὶ τὰ ῥήματα, οιον χρεοδοτῶ, χρεολυτῶ. Χριστόσ. μεσίτης θεοῦ καὶ ἀνθρώπων. ἰστέον, οτι τὸ Χριστὸς σημαίνει τὸ συναμφότερον, θεὸς καὶ ανθρωπος. τὸ δὲ κύριος δηλωτικὸν τῆς θεόchi.1859 τητος. χριστοὶ γὰρ καὶ οἱ βασιλεῖς, οἱ τῷ ἐλαίῳ τοῦ κέρατος χριόμενοι. τὸ Χριστὸς καὶ Κύριος διὰ τὸ τῇ θεότητι χρίσαι τὴν ἀνθρωπότητα· καὶ ὡς βασιλεύς. δώσει γὰρ αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος. ἐλέγοντο χριστοὶ καὶ οἱ βασιλεῖς καὶ οἱ ἱερεῖς, ὡς ἐλαίῳ ἁγίῳ τῷ ὑπὸ τοῦ κέρατος βλυομένῳ χριόμενοι. Χριστιανισμόσ. πίστις ἀπερίεργος, η θεοῦ ὁμοίωσις κατὰ τὸ ἐνδεχόμενον ἀνθρώπου φύσει. η δόγμα τοῦ σωτῆρος ἡμῶν ̓Ιησοῦ Χριστοῦ ἐκ πνευματικῆς καὶ φυσικῆς καὶ θεολογικῆς συνεστός. Χριστιανόσ. ἀληθινὸς οικος Χριστοῦ θεοῦ δι' εργων ἀγαθῶν καὶ δογμάτων εὐσεβῶν συνιστάμενος. η ὁ κατὰ θεὸν ζῶν, καὶ εὐσεβῶς καὶ χρηστῶς πολιτευόμενος. η ὁ τὸ σῶμα διὰ τὸν Χριστὸν σταυρώσας σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Χρυσόσ. παρὰ τὸ ῥύω, ῥυσὸς, καὶ πλεονασμῷ τοῦ χ χρυσός· ὁ γὰρ χρυσὸς διδόμενος ῥύεται τὸν ανθρωπον ἐκ τοῦ θανάτου. Χρόμος· Χρόμιοσ. κύρια. Χρόμαδοσ. Ομηρος· δεινὸς δὲ χρόμαδος-. τὸν ἐν τοῖς γενύεσιν ὑπὸ τῶν πληγέντων γενόμενον ψόφον ὀνοματοποιήσας χρόμαδον ειπεν. chi.1860 Χρόνοσ. ἡλίου κίνησις καὶ πορεία μετὰ ἐμμέτρου φορᾶς. η τὸ παρεκτεινόμενον τῇ ὑποστάσει τοῦ κόσμου διάστημα, ἐν ῳ πᾶσα μετρεῖται κίνησις ειτε ἀστέρων, ειτε ζώων, ειτε οὑτινοσοῦν τῶν κινουμένων. †η μέτρον κινήσεως καὶ ἀριθμοῦ τοῦ ἐν κινήσει πρότερον καὶ υστερον.† Χρόνοσ. ποιὰ σημείωσις, τουτέστι φανερὰ τοῦ ἐν ἐκτάσει καὶ συστολῇ αδηλόν τι