404
ἔχοντα προσάγειν βασιλεῖ. ἡ μὲν οὖν ἐπιβουλὴ τοιαύτη ἦν. καὶ ὁ Μονομάχος ἐποίει κατὰ τὰ κεκελευσμένα, καὶ τήν τε ἐπιβουλὴν ἐμήνυε, τὴν ἀπανθρωπίαν καὶ μοχθηρίαν τῶν πεμψάντων φάσκων βδελύξασθαι οὐ ἀνεκτῶς καὶ μᾶλλον βούλεσθαι συνεῖναι βασιλεῖ διὰ τὴν ἡμερότητα καὶ χρηστότητα τῶν τρόπων, καὶ τὸ φάρμακον παρεῖχεν ἐν ἀγγείῳ ὑελίνῳ. τὸν μὲν οὖν Μονομάχον ὁ βασιλεὺς ἐπῄνει τῆς ἐπιεικείας, καὶ αὐτίκα ἠμείβετο δωρεαῖς διὰ τὴν μήνυσιν τῆς ἐπιβουλῆς καὶ ἔτι ἔμελλε μᾶλλον εὖ ποιήσειν. τὸ δὲ φάρμακον τὸν Ποταμιάτην ἐκέλευε λαβόντα κατορύττειν· καὶ κατώρυττε τῆς πόλεως ἐξελθών. ἀναστρέψας δὲ ἥπτετο τροφῆς μὴ νιψάμενος τὰς χεῖρας· οὐ γὰρ ὑπώπτευε τοσαύτην ἔχειν δύναμιν, ὥστε ἐν ὑελίνῳ κατακεκλεισμένον, καὶ ὑπὸ πολλῶν ἑτέρων περιεχόμενον ἐπιβλημάτων, ἀπὸ μόνης βλάπτειν δύνασθαι ἁφῆς. τὸ δὲ οὕτως ἄρα ἐνεργὸν καὶ δραστήριον ἦν, ὡς μόλις δυνηθῆναι Ποτα 2.598 μιάτην τὸν παρ' ἐκείνου κίνδυνον διαφυγεῖν. διάῤῥοιαί τε γὰρ κοιλίας κατέσχον συνεχεῖς καὶ περιωδυνίαι τοῦ στομάχου, καὶ ἅπαν τὸ στόμα φλυκτίδας ἦν ἐξηνθηκός. καὶ οἱ ὀδόντες ἐδόκουν καταπίπτειν, τῶν περιεχόντων ὑμένων νεκρωθέντων. θηριακαῖς δὲ χρησάμενος καὶ ἑτέροις ἀντιδότοις μόλις τὸ ἀποθανεῖν διέφυγεν. ἐνόσησε δὲ οὐκ ὀλίγον χρόνον· οὕτω δὲ νενάρκωτο τὰ περὶ τὸ στόμα πάντα, ὡς ἐπιπολὺ μηδεμιᾶς αἰσθάνεσθαι ποιότητος. τὸ μὲν οὖν δηλητήριον τοιαύτην εἶχε τὴν δύναμιν. οἱ φίλοι δὲ ἐκ Βυζαντίου βασιλεῖ μὴ θαῤῥεῖν παρῄνουν Μονομάχῳ, ἀλλὰ φυλάττεσθαι τὸν ἄνδρα· οὕτω γὰρ εἶναι συνεσκευασμένον παρὰ τῶν πεμψάντων, ὥστ' αὐτὸν μὲν πρότερον ἑκόντα παρασχεῖν τὸ φάρμακον, ὡς ἂν νομίζοιτο εὔνους εἶναι, ὕστερον μέντοι προσάγειν ἕτερον ἐκείνου χαλεπώτερον. ὃν αὐτίκα μεταπεμψάμενος ὁ βασιλεὺς, εἰ ἀληθῆ τὰ περὶ ἐκείνου γεγραμμένα ἐπυνθάνετο παρὰ τῶν φίλων εἴη. ὁ δ' ἠρνεῖτο μὲν, σαθρὰς δὲ παρείχετο ἀπολογίας καὶ οἵας ὑποπτεύεσθαι. βασιλεὺς δὲ κακῶς μὲν οὐδὲν ἐποίει, ἀναχωρεῖν δὲ μόνον ἐκέλευε καὶ μὴ αὐτῷ συνεῖναι καὶ αὐτίκα ἀνεχώρει. βασιλεὺς μὲν οὖν τὸν πλείω χρόνον διέτριβεν ἐν Σηλυμβρίᾳ, ἵν' ἐξῇ τοῖς ἐν Βυζαντίῳ φίλοις διαλέγεσθαι. Τζυράκης δέ τις τῶν βασιλίδος οἰκετῶν, δυσανασχετῶν πρὸς τὰ πραττόμενα καὶ τὴν τοσαύτην Ῥωμαίων οἰκτείρων κακοπραγίαν, συνορῶν τε, ὡς οἱ μὲν ἐν Βυζαντίῳ ἄρχοντες οὔτ' ἀντέχειν πρὸς βασιλέα οἷοίτε 2.599 εἰσὶν, οὔτε περὶ εἰρήνης οὐδένα ποιοῦνται λόγον, ἀλλ' αὐτὸ τοῦτο μόνον ἐγνώκασι τὸ τῶν πραγμάτων αὐτοὶ ἄρχειν, τῶν δ' ἄλλων οὐδενὸς πρόνοιαν ποιοῦνται, καὶ νομίσας, εἰ Καντακουζηνὸς ὁ βασιλεὺς τρόπῳ δή τινι τῶν πραγμάτων συμπάντων ἄρξειε, λυθήσεσθαι Ῥωμαίοις τὰς συμφορὰς, καὶ ἐπί τι βέλτιον χωρήσειν τὴν ἡγεμονίαν, ὑπὸ τῶν συνεχῶν πολέμων τοσούτῳ μεγέθει χρησαμένην συμφορῶν, καὶ ἄλλους οὐκ ὀλίγους προσεταιρισάμενος, ἔπραττεν, ὅπως ὑπὸ βασιλέα γένοιτο Βυζάντιον, καὶ πέμψας ἐδήλου βασιλεῖ κατὰ Σηλυμβρίαν διατρίβοντι. ὁ δὲ ἐδέχετό τε τὴν πρᾶξιν, καὶ πάντα, ὅσα ᾐτοῦντο, ἐπηγγέλλετο ποιήσειν. οἱ ἐν Γαλατᾷ δὲ, ὥσπερ ἔφημεν, Λατῖνοι ἀπεχθῶς ἄγαν πρὸς Φακεωλάτον διακείμενοι διὰ τὸ τοὺς ὁμοφύλους ἀνῃρῆσθαι, αὐτοί τε ἐσπούδαζον ἀποκτείνειν, καὶ πρὸς βασιλίδα συχνὰς ποιούμενοι πρεσβείας ἐκδοθῆναι σφίσι τὸν Φακεωλάτον ᾔτουν, εἰ μὴ βούλοιτο πολεμίους ἔχειν. βασιλὶς δὲ Φακεωλάτον τε προΐεσθαι μὴ βουλομένη, ἦν γὰρ τότε καὶ αὐτὸς τῶν ᾑρημένων ἄρχειν καὶ μυστικῷ τῷ Κιννάμῳ καὶ Ἀσάνῃ τῷ πανυπερσεβάστῳ συμπράττων πρὸς τὸν κατὰ βασιλέως πόλεμον, τό,τε Λατίνοις πολεμεῖν οὐ λυσιτελεῖν αὐτῇ νομίζουσα πρὸς τὴν ἀρχὴν, οὔτ' ἀπέπεμπε φανερῶς, ὡς ἄδικα πρεσβεύοντας, οὔτ' ἐνεδίδου τι κατὰ Φακεωλάτου πράττειν, ἀλλ' ἠπίως πως καὶ προσηνῶς ἠβούλετο διαλύειν τὴν διαφοράν. καὶ Λατίνοις μὲν ἔφασκεν ἀποκρινεῖσθαι πρότερον καλῶς περὶ ὧν ἀξιοῦσι διασκεψαμέ 2.600 νην. Φακεωλάτῳ δὲ ἐκέλευε πρόνοιαν αὐτοῦ ποιεῖσθαι, μὴ ὑπὸ τῶν Λατίνων ἐπιβουλευθῇ ἡμέρας ἢ νυκτὸς ἐπιθεμένων. ὁ μὲν οὖν αὐτίκα περιέστησεν ἑαυτῷ φρουρὰν, καὶ ὑπωπτεύετο παρ' οὐδενὸς, ὁμοίως ἐν βασιλείοις