404
ᾳδεται οτι καὶ τὸ τῆς συγκλήτου κατέκαυσε ψήφισμα, ο κατ' ἐπιταγὴν τοῦ ̓Ιουλίου γέγονε Καίσαρος, θεσπίζον μηδενὶ ἐφεῖσθαι διαθήκην ποιεῖν, εἰ μὴ μέρος ὡρισμένον τῷ κοινῷ καταλείψει ταμείῳ. οθεν νομίζεται καὶ μέχρι τοῦδε ταῖς διαθήκαις ἐγγράφεσθαι οτι "καὶ τῷ βασιλικῷ ταμείῳ καταλιμπάνω τόδε." ἀπεβίω δὲ ὁ Εὐσεβὴς ̓Αντωνῖνος γηραιός, θανάτῳ υπνῳ ἐοικότι μαλακωτάτῳ, μοναρχήσας ἐνιαυτοὺς σὺν τέσσαρσιν εικοσι. Τούτου τῷ πρώτῳ ετει Τελεσφόρος ὁ ̔Ρώμης ἐπίσκοπος ἑνδέκατον ετος ἀνύσας ἐπὶ τῇ λειτουργίᾳ καὶ μαρτυρίῳ ταινιωθείς, ὡς Εἰρηναῖος ἱστόρησε, τέλος μακαριώτατον ευρατο· καὶ ἀνθιδρύθη εἰς τὸν τῆς ̔Ρώμης θρόνον ̔Υγῖνος. ἐφ' ου Οὐαλεντῖνος αἱρεσιάρχης ἐγένετο, καὶ Κέρδων τῆς κατὰ Μαρκίωνα αἱρέσεως ἀρχηγός. ̔Υγίνου δὲ μετὰ τὸ τέταρτον ετος τοῦ ̔Ρώμης ἀρχιερατεῦσαι ἐκλιπόντος τὸν βίον, Πίος τῆς ̔Ρωμαίων ἐκκλησίας προέστη. τῆς δ' ̓Αλεξαν3.81 δρέων Μάρκος ἡγήσατο μετὰ Εὐμένη τρισκαιδέκατον ετος ἀνύσαντα ἐν τῇ ἀρχιερωσύνῃ. καὶ τοῦ Μάρκου μετὰ δεκαετίαν μεταχωρήσαντος πρὸς ἑτέραν ζωήν, Κελαδίων τὴν λειτουργίαν παρέλαβε. κἀν τῇ ̔Ρώμῃ τοῦ Πίου ἐκλελοιπότος πεντεκαιδεκάτῳ ἐνιαυτῷ τῆς ἐπισκοπῆς, ἀντικατέστη ̓Ανίκητος. οτε καὶ ὁ φιλόσοφος καὶ μάρτυς ηκμαζεν ̓Ιουστῖνος, τοῦ ὀρθοῦ λόγον ὑπεραγωνιζόμενος, ος καὶ κατὰ Μαρκίωνος ἐξέθετο σύγγραμμα καὶ πρὸς τὸν εὐσεβῆ ̓Αντωνῖνον ἀπολογίαν ὑπὲρ χριστιανῶν συνεγράψατο. οθεν ὁ αὐτοκράτωρ ουτος ὁρμηθεὶς δόγμα τῷ κοινῷ τῆς ̓Ασίας ἐπέστειλε μηδένα χριστιανὸν διὰ τὴν θρησκείαν κολάζεσθαι, ἀλλὰ καν τις ὑπό του διὰ ταύτην κατηγοροῖτο, τὸν μὲν κατηγορούμενον ἀπολύεσθαι, τὸν δὲ κατήγορον δίκης ενοχον γίνεσθαι. ταῦτα συνέβη ἐπὶ τοῦ Εὐσεβοῦς. Μετὰ δὲ τὴν τελευτὴν αὐτοῦ Μάρκος Αὐρήλιος ̓Αντωνῖνος εἰσποιητὸς αὐτῷ γεγονώς, ὡς ἱστόρηται, τὴν αὐταρχίαν ἐδέξατο· καὶ αὐτίκα κοινωνὸν τοῦ κράτους πεποίηται Λούκιον Βῆρον Κόμοδον, τὸν Λουκίου τοῦ Κομόδου υἱόν. ην μὲν γὰρ ὁ Μάρκος καὶ ἀσθενὴς τὸ σαρκίον, ἐσχόλαζε δὲ καὶ λόγοις ουτως ωστε καὶ αὐτοκράτωρ γενόμενος οὐκ ᾐδεῖτο ἐς διδασκάλου φοιτᾶν, ἀλλὰ καὶ Σέξτῳ συνεφιλοσόφει τῷ Βοιωτῷ καὶ ̔Ερμογένει τῷ ῥήτορι προσωμίλησε· μᾶλλον δ' ἀντεποιεῖτο τῶν Στωικῶν. ὁ δέ γε Λούκιος νεώτερος ων καὶ πρὸς πόνους ερρωτο καὶ ἐπεφύκει πρὸς στρατιωτικῶν μεταχείρισιν. οθεν τῇ 3.82 θυγατρὶ Λουκίᾳ τοῦτον ὁ Μάρκος συνάψας αὐτῷ τὸν πρὸς Πάρθους ἀνέθετο πόλεμον, τοῦ Οὐολογαίσου πολλοὺς ̔Ρωμαίων κατατοξεύσαντος καὶ ολον τὸ στρατόπεδον διαφθείραντος καὶ πολέμιον ̔Ρωμαίοις ἑαυτὸν ἀποφήναντος καὶ φοβερὸν ἐπιόντα τῆς Συρίας ταῖς πόλεσιν. εἰς γοῦν ̓Αντιόχειαν ὁ Λούκιος γεγονὼς Κασσίῳ τὰ στρατεύματα ενειμεν· ος τῷ Οὐολογαίσῳ συμβαλὼν ηττησέ τε καὶ μέχρι Σελευκείας ἐδίωξε, καὶ ταύτην ἐνέπρησε καὶ τὰ βασίλεια αὐτοῦ τὰ ἐν Κτησιφῶντι κατέσκαψε. τῷ δὲ Λουκίῳ ταῦτα ογκον περιεποίει καὶ φρόνημα, ωστε μετὰ ταῦτα καὶ ἐπιβουλεῦσαι τῷ κηδεστῇ τε καὶ αὐτοκράτορι. πρὶν δέ τι δρᾶσαι φαρμάκῳ διώλετο. ̓Εντεῦθεν ὁ Κάσσιος τῆς ̓Ασίας ἁπάσης ἐπίτροπος προκεχείριστο. ὁ δ' αὐτοκράτωρ τοῖς περὶ τὸν Ιστρον βαρβάροις, ̓Ιάζυξί τε καὶ Μαρκομάννοις καὶ αλλοτε αλλοις χρόνον συχνὸν ἐπολέμησε, τῇ Παιονίᾳ κεχρημένος ὁρμητηρίῳ. καὶ οἱ ὑπὲρ τὸν ̔Ρῆνον Κελτοὶ εως ̓Ιταλίας ἐπήλασαν· ων ἐν τοῖς νεκροῖς καὶ γυναικῶν σώματα ὡπλισμένα εὑρέθη. ουτω δὲ καὶ σωφρόνως καὶ ἐγκρατῶς ηρχεν ωστε ἐν τηλικούτοις πολέμοις μήτε τι θωπευτικὸν πρὸς τοὺς στρατιώτας εἰπεῖν μήτε τι φόβῳ ποιῆσαι. οτε δὲ μὴ πολέμοις ἐσχόλαζεν, ἐδίκαζε, καὶ τοῖς ῥήτορσι πρὸς υδωρ λέγουσι πλεῖον ἐγχεῖσθαι τὸ υδωρ ἐκέλευεν, ιν' εχοι πάντοθεν τὸ δίκαιον ἀκριβοῦν. ην δὲ καὶ φιλόπονος, ὡς καὶ νυκτὸς δικάζειν. καὶ οὐδὲν ἐν παρέργῳ ουτ' ἐποίει ουτ' εγραφεν ουτ' ελεγε, μὴ δεῖν νομίζων τὸν αὐτοκράτορα ἐν παρέργῳ τι πράττειν μηδὲ τοὐλάχιστον, καὶ ταῦτα σώματος τυχὼν ἀσθενοῦς. Μαρκομάννους μὲν ουν καὶ ̓Ιάζυγας πολλοῖς καὶ μεγάλοις ἀγῶσι καὶ κινδύνοις ὁ αὐτοκράτωρ ουτος 3.83 ὑπέταξε· πρὸς δὲ τοὺς Κουάδους καὶ πόλεμος αὐτῷ βαρὺς συγκεκρότητο, καὶ