404
διακρίνουσα. η πλατικὸς ἐνιαυτὸς η ἀκαριαῖος· αμα γὰρ τῷ βούλεσθαι εχει καὶ τὸ ειναι. χρόνος δὲ παρὰ τὸ ῥέω, ῥόνος, καὶ πλεονασμῷ τοῦ χ χρόνος. Χρόνος βραχύσ. φωνήεντος συστελλομένου. Χρόνος μακρόσ. σημείωσις ἐκτεινομένου φωνήεντος η φωνηέντων. Χρόνοι δὲ εἰσὶ δύο, μακρὸς καὶ βραχύς· διότι καὶ τοῖς ἀνθρώποις δύο χρόνοι παρέπονται, ὁ μὲν εις πολυχρόνιος, ὁ δὲ ετερος ὀλιγοχρόνιος. χρόνοι δὲ λέγονται παρὰ τὸ ἐν ἐκτάσει καὶ συστολῇ τοῖς χρόνοις παρεικασθῆναι. Χρυσάορα. χρυσῆν σπάθην εχοντα. αορ γὰρ τὸ ξίφος, η σπάθη. Χρυσότευκτον. ἐκ χρυσοῦ κατεσκευασμένον. Χρυσάμπυκασ. χρυσοχαλίνους. -χρυσάμπυκας ιππους. Χρυσοῤῥήμων. ὁ χρηστολόγος. Χρυσοῤῥόασ. ποταμός. chi.1861 Χρυσίτησ. σημαίνει τὸν λίθον, ενθα ἀκονῶσι τὸ χρυσίον. τὰ ἀπὸ τῶν εἰς ˉοˉς διὰ τοῦ ˉιˉτˉηˉς διὰ τοῦ ἰῶτα γράφονται· χρυσὸς, χρυσίτης. Χρύσεοσ. τὰ διῃρημένα ἐπὶ πάντων γενῶν ἰακά. οιον, ὁ χρύσεος καὶ ὁ ἀργύρεος, καὶ ἡ χρυσέα, καὶ τὸ χρύσεον. Χρύσειος ἀνδρείασ. Χρυσάνθειοσ. οικος. Χρυσοπήνιτοσ. χιτών. Χρώσ. τὸ σῶμα. καὶ κλίνεται χρωτός. Χρῶμις, Χρώμιδοσ. κύριον. Χρηματισμόσ. ὁ λόγος τοῦ θεοῦ. καὶ ὁ ̓Απόστολος· ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός. (Θηλυκόν.) Χρόα. ἀπὸ τοῦ χρῶ, ο σημαίνει τὸ βάπτω. ἐξ ου καὶ χρῶμα. Χρῆσισ. ἡ τῶν ἐφ' ἡμῶν ὀρέξεως συμπλήρωσις. παρὰ τὸν χρήσω μέλλοντα. χρῆσις δὲ καὶ παράδοσις διαφέρει. χρῆσις γὰρ λέγεται ἡ τῶν ἀρχαίων καὶ ποιητῶν μαρτυρία· παράδοσις δὲ, ἡ τῶν γραμματικῶν. οιον τὰ μὲν ̔Ομήρου χρῆσις· τὰ δὲ ̓Αριστάρχου τοῦ γραμματικοῦ παράδοσις. χρίσις δὲ ἐκ τοῦ χρίω, τὸ ἀλείφω, ι. Χρειώ. τὴν χρείαν. ὡς ἀπὸ τοῦ σπέος γίνεται σπεὼ, καὶ ἀπὸ τοῦ κλέος κλεὼ καὶ Κλειὼ, ουτω καὶ ἀπὸ τοῦ χρέος χρεώ. (Οὐδέτερον.) Χρῆμα. κυρίως τὸ διὰ χειρῶν εργον, οιον χέρημα. chi.1862 Χρησμῴδημα. ἡ προφητεία. χρησμοδότημα δὲ, μικρόν. Χρίσμα καὶ χρίμα. παρὰ τὸ χρίω, χρίσω, χρίσις καὶ χρίσμα, οπερ σημαίνει τὸ αλειμμα. ωσπερ δὲ λέγεται κροῦσμα καὶ κροῦμα, ουτω χρίσμα καὶ χρίμα. Χρονικὸν φῶσ. ὁ ηλιος. Χρυσόγλυφα. τὰ χρυσοτόρνευτα. Χρύσειον καὶ χρύσεον εργον. χρυσίδιον δὲ, ˉι τὰ δύο. Χρηστολόγημα. τὸ αχρι ῥημάτων θεραπεύειν. καὶ ὁ ̓Απόστολος· διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. ( ̔Ρῆμα.) Χραύσει. ἀμύξει. ὀλίγον τὸν χρῶτα ἐπιξύσει. προσεγγίσει. ἀπὸ τοῦ χρωτὸς, χρῶ, χραύσω. Χραίσμετέ με. ἀντὶ τοῦ φυλάξασθέ με. καὶ ῥύσατε η βοηθήσατε. ειρηται ἀπὸ βαρυτόνου, τὸ χραίσμω. εἰ γὰρ ην ἀπὸ τοῦ περισπωμένου χραισμῶ, ειπεν αν χραισμεῖτε. Χραισμῶ. τὸ βοηθῶ. ἀπὸ τοῦ χρήσιμος χρησιμῶ, καὶ συστολῇ τοῦ ˉη εἰς ˉα καὶ μεταθέσει τοῦ ˉς χραισμῶ, τὸ βοηθῶ. Χρείω. τὸ μαντεύομαι. οπερ ἐπὶ ἐνεστῶτος καὶ παρατατικοῦ. ἐπὶ δὲ τῶν αλλων διὰ τοῦ η. †Χρέμπτεται. ηχον τῷ στόματι ἀποτελεῖ. πτερύσσεται.† chi.1863 Χρηματίζει. γίνεται. η προλέγει. Χρήσω. μαντεύσω. Χρηστηριάζω. μαντεύομαι. Χρή. ἐνδέχεται. ἐκ τοῦ χρῆμι, χρὴς, τὸ τρίτον χρῆσι καὶ χρὴ ὀξυτόνως. ὀξυτονούμενον γὰρ ἐν τῇ συνθέσει, βαρυνόμενον σημαίνει ἐπίῤῥημα· περισπώμενον δὲ ῥῆμα ἀττικόν. ἀπὸ γὰρ τοῦ χρῶμι τὸ δεύτερον τῆς κοινῆς διαλέκτου ἰωνικῆς. ἀττικῶς δὲ χρῆν, ἐξ ου τὸ ἐχρῆν. Χρίμπτεται. προσπελάζει. προσεγγίζει. Χρίω. τὸ ἀλείφω. Χριστιανίζειν. τὸ καταφρονεῖν τῶν ἀνθρωπίνων πραγμάτων ὑπὲρ τῆς εἰς τὸν Χριστὸν ὁμολογίας. καὶ χριστιανισμὸς ἡ τῆς εὐσεβείας γνῶσις ἡ εἰς ζωὴν αἰώνιον αγουσα, η ἡ διὰ Χριστοῦ φανερωθεῖσα θεοσέβεια. Χρυσαυγίζων. ἀστράπτων. Χρῶ. τὸ παρέχω. καὶ τὸ βάπτω. Χρώζω. χροιὰν παρέχω. Χρώννυμι. χρωννύω. chi.1864 Χρηστεύεται. ἡμερότητι χρῆται. ἡ ἀγάπη χρηστεύεται. Τὸ Χ μετὰ τοῦ Υ. ( ̓Αρσενικόν.) Χύαθοσ. κύριον. Χυδαῖοσ. ὁ εὐτελὴς, ὁ συρφετώδης. Χυλόσ. ἐκπιεσμός. Χυμαῖοσ. κύριον. καὶ Χυρηβίτης. Χυριάδησ. τοπικὸν καὶ κύριον. καὶ κλίνεται Χυριάδου. Χυτρόπουσ. ὁ πλατύπους. (Θηλυκόν.) Χύτρα. τὸ τζυκάλιον. Χυτή. οὐ πᾶσα γῆ χυτὴ καλεῖται, ἀλλὰ κυρίως ἡ τοῖς νεκροῖς ἐπιχεομένη. (Οὐδέτερον.) Χυλάριον. τὸ ὑδαρῶδες, ὁ ἐκπεπιεσμένος σῖτος. Χυτρεῖον. ἐν ῳ αἱ χύτραι. Χύτλα. κυρίως τὰ μεθ' υδατος ελαια. καταχρηστικῶς δὲ τὰ ἐναγίσματα, τὰ