405
καὶ κατὰ τὴν ἄλλην πόλιν περιιὼν ὁπλίτας ἔχων περὶ ἑαυτόν. ὁ δὲ ἀχθόμενος καὶ πρότερον ἐπὶ τοῖς ὑπὸ τοῦ πολέμου συμβαίνουσι κακοῖς, καὶ μεγάλῳ μὲν δουκὶ καὶ πατριάρχῃ πολλὴν συνειδὼς ἀγνωμοσύνην περὶ Καντακουζηνὸν τὸν βασιλέα καὶ συκοφαντίαν, ἐκεῖνον δὲ τὰ ἔσχατα ἠδικημένον καὶ δικαιότερον ὄντα τῶν ἄλλων μᾶλλον τοῖς πράγμασιν ἐφεστηκέναι, τότε δὲ καὶ μᾶλλον ὑπὸ τῶν περισχόντων φόβων, τό, τε κοινῇ λυσιτελοῦν καὶ αὐτῷ ἰδίᾳ συνιδὼν, ἐσκέπτετο καὶ αὐτὸς τὴν εἰς Βυζάντιον εἴσοδον συμπράττειν βασιλεῖ, ὡς μόνην ταύτην πολλῶν ἀπαλλαγῆς κακῶν αἰτίαν ἐσομένην. πυθόμενος δὲ καὶ περὶ Τζυράκη, ὅτι τὰ αὐτὰ ἐκείνῳ βούλοιτο, συνῆλθόν τε εἰς λόγους καὶ συνέθεντο κοινῇ τὴν πόλιν βασιλεῖ παραδιδόναι. καὶ πέμψαντες αὖθις ἐδήλουν βασιλεῖ, ὡς καὶ Φακεωλάτος πρόσθοιτο τοῖς πράττουσιν ὑπὲρ αὐτοῦ. ἐπεὶ δὲ ἔδει καὶ ἀξιόλογόν τινα ἐλθεῖν πρὸς βασιλέα, ὥστε συνθέσθαι τὸν χρόνον, ἐν ᾧ δεήσει αὐτόν τε παρεῖναι καὶ τὴν ἅλωσιν ἐκείνους πράττειν, ἔδοξε σκεψαμένοις τὸν Μικροκέφαλόν τινα πέμπειν. καὶ μεταπεμψάμενοι τῶν τε ἀποῤῥήτων ἐποιοῦντο κοινωνὸν, καὶ παρῄνουν αὐτομολεῖν πρὸς 2.601 βασιλέα δῆθεν καὶ πάντα δῆλα καθιστᾷν, καὶ χρόνον συντιθέναι, καθ' ὃν ἐκεῖνον παρεῖναι δεήσει. ἐπεὶ δὲ ἐπείθετο πρὸς τὴν ἐπιχείρησιν, Πετρογουργούρῳ τινὶ περὶ ναυτικὰ ἠσχολημένῳ, ἐπιτηδείῳ μάλιστα Φακεωλάτῳ ὄντι, τὴν Μικροκεφάλου πρὸς Σηλυμβρίαν ἀπαγωγὴν ἐπέτρεπον ἐκ θαλάττης, ἐκεχειρία γάρ τις ἦν Σηλυμβριανοῖς πρὸς Βυζαντίους, καὶ ἀδεῶς ἐφοίτων πρὸς ἀλλήλους ἐμπορίας ἕνεκα, ὁμοίως τε παρόντος καὶ ἀπόντος βασιλέως, ἐκ γῆς δὲ λῃστεῖαί τε ἦσαν συνεχεῖς καὶ βαρβάρων ἔφοδοι, καὶ οὐδὲν δεινὸν ἦν, ὃ μὴ παρῆν, ἃ ἐποίει ἄπορον παντάπασι τὴν δίοδον. ἐκείνοις μὲν οὖν οὕτω Μικροκέφαλος παρεσκεύαστο πρὸς βασιλέα ἥξων. οὐ μὴν οὐδὲ οἱ ἐν Βυζαντίῳ ἄρχοντες ἠμέλουν, ἀλλ' ἐδόκει δεῖν κἀκείνοις πέμψασι διαφθείρειν τινὰς τῶν βασιλεῖ συνόντων, πολλὰ ἐκ βασιλίδος ἐπαγγειλαμένους. ἐδόκει δὴ καὶ αὐτοῖς σκεψαμένοις ὁ Μικροκέφαλος οὑτοσὶ πρὸς τὸ ἔργον εἶναι ἐπιτηδειότατος. καὶ αὐτίκα μετεκαλοῦντο καὶ διελέγοντο περὶ ὧν διενοοῦντο, εὖ ποιήσειν πολλὰ ἐπαγγελλόμενοι. ὁ δὲ πρῶτον μὲν ἔδεισε πρὸς τὴν κλῆσιν, πεφωρᾶσθαι οἰηθεὶς τοὺς πράττοντας τὴν ἅλωσιν. ἐπεὶ δὲ ᾐσθάνετο μηδὲν εἰδότας, ἐπηγγέλλετο τὸ προσταττόμενον ποιήσειν προθυμότατα. οἱ δὲ γράμματά τε παρείχοντο πρὸς οὓς ἐβούλοντο καὶ Πετρογουργούρῳ, πρὸς ὃν καὶ ὁ Φακεωλάτος, παρεδίδοσαν, ὡς ἀκατίῳ τινὶ ἀπάξοντι πρὸς Σηλυμβρίαν. ὃ καὶ μᾶλλον ἔδοξε 2.602 τοῖς περὶ Φακεωλάτον ὑπὸ τῆς προνοίας συνεσκευάσθαι. καὶ προθυμότεροι ἦσαν πρὸς τὸ πράττειν, ἅτε δὴ συναιρομένου καὶ τοῦ θείου. οὕτω μὲν οὖν Μικροκέφαλος παρεγένετό τε πρὸς βασιλέα σὺν ῥᾳστώνῃ καὶ πάντα ἔπραξε τὰ παρὰ Φακεωλάτου. βασιλεὺς δὲ συνθέμενος ἡμέραν, ἐν ᾗ ἔδει πρὸς τὴν χρυσῆν καλουμένην πύλην εἶναι νυκτὸς, ἐκεῖθεν γὰρ ἐδόκει ῥᾴδιον εἰσάγειν εἶναι, ἀπῇρεν εἰς τὴν Ἀδριανοῦ, ἵνα μηδεμίαν ὑποψίαν παρέχοιτο τοῖς ἄρχουσιν ἐν Βυζαντίῳ. ηʹ. Τούτων δὲ πραττομένων, αὐτομάτως καὶ ἡ βασιλὶς διετίθετο κακῶς πρὸς πατριάρχην, καίτοι παρὰ πάντα τὸν τοῦ πολέμου χρόνον πολλὴν τὴν εὐμένειαν παρεχομένη καὶ τὴν ῥοπὴν, ὡς ἄρχοντα ἀρχόντων εἶναι. αἰτία δὲ ἦν, ὅτι μετὰ τὸ κεκινῆσθαι τὸν πόλεμον εὐθὺς φθονερῶς ὁ πατριάρχης ἔχων πρὸς Παλαμᾶν, οἷα δὴ ὑπωπτευκὼς ἐφεδρεύειν αὐτῷ πρὸς τὴν καθέδραν τὴν ἀρχικὴν, ἐπεχείρει κακουργεῖν. καὶ πρῶτα μὲν ἐκέλευε βασιλεῖ τῷ Καντακουζηνῷ συμπολεμεῖν καὶ πρὸς τὰς ἐπιτιμήσεις καὶ τοὺς ἀφορισμοὺς συγκοινωνεῖν. ὡς δ' ἀπείπατο ἐκεῖνος φανερῶς πρὸς τὴν τῶν ἀτόπων κοινωνίαν, συνιδὼν, ὡς οὐδὲν ἂν ἐκεῖνον βλάπτειν δύναιτο δημόσια ἐγκλήματα ἐπίσημον ὄντα δι' ἀρετὴν καὶ φιλοσοφίαν, δυσσεβείας ἐδίωκε μεταβαλών. Ἀκινδύνῳ γάρ τινι μοναχῷ μετὰ τὸ Βαρλαὰμ ἁπάσαις ἁλῶναι ψήφοις, ἐναντία τοῖς ἁγίοις καὶ λέγοντα καὶ φρονοῦντα περὶ τῆς ὀρθῆς πίστεως καὶ ὑγιοῦς, αὖθις τὰ ἐκείνου ἐκ 2.603 δικοῦντι καὶ ἠδικῆσθαι φάσκοντι περὶ τὴν δίκην ὀρθὰ καὶ ἀληθῆ φρονοῦντα,