405
νίκην παράδοξον αὐτῷ τὸ θεῖον παρέσχετο. κύκλῳ γὰρ τῶν Κουάδων τοὺς ̔Ρωμαίους περισχόντων συνασπίσαντες οἱ ̔Ρωμαῖοι καρτερῶς ἀντημύνοντο· οἱ δὲ βάρβαροι ἀπέσχοντο μὲν τοῦ μάχεσθαι, τὰ δὲ πέριξ ἀπέφραξαν, ωστε μήποθεν αὐτοὺς ὑδρεύσασθαι δύνασθαι, οἰόμενοι ῥᾷον αὐτῶν περιγενέσθαι, μὴ οιων τε ἐσομένων πρὸς δίψαν ἀντέχειν καὶ καύσωνα. τῶν ουν ̔Ρωμαίων καὶ καμάτῳ κακουμένων καὶ καύματι καὶ δίψει καὶ τραύμασιν, νέφη ἀθρόον τὸν ἀέρα περιέσχον ἐκεῖνον, καὶ υσέ γε πλεῖστα, οὐχ ὡς ὁ ∆ίων ἱστόρησεν, Αἰγυπτίου μάγου τὸν ̔Ερμῆν ἐπικαλεσαμένου καὶ γοητείαις δι' αὐτοῦ τὸν ὑετὸν δυνηθέντος ἐπαγαγεῖν, ἀλλὰ τοῦ θείου χριστιανῶν παρακληθέντος ἐντεύξεσι καὶ ῥυσαμένου τότε κἀκείνους παραδοξοποιίᾳ καὶ απαν τὸ στράτευμα. ην γάρ τις ἐν τῇ τότε ̔Ρωμαϊκῇ στρατιᾷ λεγεών, οι πάντες ησαν χριστιανοί. ἀμηχανοῦντι δὲ τῷ αὐτοκράτορι καὶ δεδοικότι περὶ παντὶ τῷ στρατεύματι λόγος ἐστὶ φάναι τὸν επαρχον τοῦ δορυφορικοῦ ὡς οὐκ εστιν ο μὴ δύναται τὸ γένος τῶν καλουμένων χριστιανῶν· ειναι δὲ παρὰ τῇ στρατιᾷ ἀνδρῶν τοιούτων τάγμα ὁλόκληρον. τὸν δὲ ἀκούσαντα δεηθῆναι τούτων ἐπικαλέσασθαι τὸν οἰκεῖον θεόν. κἀκείνων εὐξαμένων κεραυνῷ μὲν βληθῆναι τοὺς ἐναντίους, ομβρον δὲ ̔Ρωμαίοις καταρραγῆναι. οις ἐκπλαγέντα τὸν Μάρκον τιμῆσαι μὲν τοὺς χριστιανοὺς δόγματι, κεραυνοβόλον δ' ἐκεῖνο καλέσαι τὸ σύνταγμα. καὶ οτι μὲν ουτως ὁ λεγεὼν ἐκεῖνος ἐκλήθη καὶ παρὰ τοῖς αλλοις Ελλησι καὶ παρὰ τῷ ∆ίωνι ὡμολόγηται, τὴν δὲ αἰτίαν οὐ προστιθέασι. μέμνηται δὲ τῆς παραδοξοποιίας ταύτης ἐν τῇ ̓Εκ3.84 κλησιαστικῇ ἱστορίᾳ καὶ ὁ Εὐσέβιος. ο γε μὴν ∆ίων φησὶν οτι τοῦ ομβρου γινομένου οἱ ̔Ρωμαῖοι περὶ τὸ πίνειν ἀσχοληθέντες ὀλίγου δεῖν ἀπολώλεισαν αν, τῶν βαρβάρων ἐπιτιθεμένων τότε αὐτοῖς, εἰ μὴ χάλαζα κατερράγη σφοδρὰ καὶ κεραυνοῖς πολλοῖς ἐβάλλοντο οἱ πολέμιοι. ̔Ο δὲ Κάσσιος ἐν τῇ Συρίᾳ διάγων ἐνεωτέρισεν· ος Σύρος ην, ἀνὴρ δὲ αριστος καὶ οιον αν τινες εξειν ευξαιντο αὐτοκράτορα. ἐκινήθη δὲ πρὸς ἀποστασίαν, ἀγγελίας αὐτῷ ψευδοῦς κομισθείσης ὡς ὁ Μάρκος ἀπέθανεν. απαξ δὲ πρὸς τὸ εργον ὁρμήσας οὐκ ἀπέστη, μετ' ὀλίγον μαθὼν τὴν ἀγγελίαν ειναι ψευδῆ· ἡτοιμάζετο δὲ πολέμῳ τὴν ἐξουσίαν εξειν. ὁ δὲ Μάρκος τοὺς στρατιώτας συγκαλεσάμενος ἐδημηγόρησε καὶ παρεθάρρυνε σφᾶς πρὸς τὸν πόλεμον. παρασκευαζομένῳ δὲ νῖκαί τε πλεῖσται κατὰ βαρβάρων διαφόρων ἠγγέλθησαν καὶ ἡ Κασσίου σφαγή, ον ἑκατόνταρχός τις βαδίζοντι προσελθὼν ετρωσεν αἰφνίδιον, οὐ μέντοι καιρίως, προσκατειργάσατο δὲ τὸν φόνον ὁ δέκαρχος. καὶ ὁ μὲν ουτως ἀπώλετο μῆνας τρεῖς καὶ ἡμέρας εξ τὴν ἀρχὴν ὀνειρώξας, καὶ ὁ υἱὸς δὲ αὐτοῦ ἐφονεύθη τυγχάνων ἑτέρωθι· ὁ δ' αὐτοκράτωρ οὐδένα τῶν ἐκείνῳ συναποστάντων διεχρήσατο, ἀλλ' ἐπιεικῶς ἐχρήσατο ξύμπασι. καὶ τῇ βουλῇ δὲ ἐπέστειλε μηδένα τῶν Κασσίῳ συναραμένων τεθνάναι· "μὴ γὰρ γένοιτο" εφη "μηδένα ὑμῶν δι' ἐμὲ μήτε τῇ ἐμῇ μήτε τῇ ὑμετέρᾳ ψήφῳ σφαγῆναι. αν δὲ μὴ τούτου τύχω, σπεύσω θανεῖν." ουτω διὰ πάντων καὶ εὐσεβὴς ἐγένετο καὶ χρηστός. ἐνομοθε3.85 τήθη δὲ τότε μηδένα τοῦ εθνους αρχειν οθεν ἐγένετο, οτι ὁ Κάσσιος ἐν τῇ Συρίᾳ ἡγεμονεύων, οπου καὶ ἡ πατρὶς αὐτοῦ ην, ἐνεόχμωσεν. ̓Ελθὼν δ' εἰς ̓Αθήνας ὁ Μάρκος τιμάς τε τοῖς ̓Αθηναίοις ενειμε καὶ διδασκάλους ἐπὶ πάσης παιδείας εταξε, μισθὸν ἐτήσιον ἐκ τοῦ ταμείου κομιζομένους. ἐς δὲ τὴν ̔Ρώμην ἐλθὼν τοῖς οφλουσι τῷ βασιλικῷ ταμείῳ καὶ τῷ δημοσίῳ πᾶσιν ἀφῆκε τὰς ὀφειλάς. πόλεσί τε χρήματα δέδωκε, καὶ τὴν Σμύρναν ὑπὸ σεισμοῦ παθοῦσαν ἀνοικοδομηθῆναι προσέταξεν. ὡς δ' αυθις τὰ Σκυθικὰ κεκίνητο, γυναῖκα τῷ υἱῷ θᾶττον η ἐβούλετο Κρισπῖναν συνῴκισε, καὶ κατ' αὐτῶν ἐξεστράτευσε. καὶ χρήματα ἐκ τοῦ δημοσίου ῃτησε· πάντα γὰρ τῆς βουλῆς καὶ τοῦ δήμου ελεγεν ειναι. καταπολεμηθέντων δὲ τῶν βαρβάρων αὐτοκράτωρ προσηγορεύθη τὸ δέκατον. καὶ εἰ ετι ἐζήκει, τὰ ἐκεῖ πάντα ὑπὸ ̔Ρωμαίους αν ἐποιήσατο· ἀλλὰ μετήλλαξε, τῶν ἰατρῶν αὐτὸν κατεργασαμένων, ὡς λέγεται, τῷ Κομόδῳ χαριζομένων. αρτι δὲ θνήσκων