405
εντομα, τὰ chi.1865 εὐνοῦχα. ἐπειδὴ ταῦτα μάλιστα εθυον τοῖς νεκροῖς, ὡς αγονα οντα, καὶ ἀγόνοις αὐτοῖς ουσι. ( ̔Ρῆμα.) Χυλοῖ. χυλὸν παρέχει. Χυτλῶσαι. †νίψαι.† οὐχ ἁπλῶς ἀλεῖψαι, ἀλλ' ἐπὶ τῷ λούτρῳ ἀλείψασθαι, χυτλώσασθαι ελεγον. Χύδην. κεχυμένως. Τὸ Χ μετὰ τοῦ Ω. ( ̓Αρσενικόν.) Χωβοῦσ. ποταμός. καὶ Χωβάλ. Χωλίαμβοσ. ὁ αστατος στίχος. Χωλόσ. τροπῇ τοῦ ˉκ εἰς ˉχ, καὶ τοῦ ˉο εἰς ˉω. κόλος γάρ ἐστιν ὁ μὴ τέλειος. καὶ κόλους κριοὺς, τοὺς ἀποβεβληκότας τὰ κέρατα. χωλὸς ουν ὁ μὴ τέλειος. Χῶροσ. τόπος. παρὰ τὸ χῶ, τὸ χωρῶ. Χώριοσ. ὁ τὸν αὐτὸν ἐπέχων τόπον τῆς φάλαγchi.1866 γος τῶν κατὰ μέρος ὁπλιτῶν, ἀνθ' ων προκατεῖχον τόπων, ἑτέρους μεταλαμβανόντων. (Θηλυκόν.) Χωνεία. ἡ χώνευσις. Χῶνα. πόλις. Χωστρίσ. χώρα, τόπος. (Οὐδέτερον.) Χωνεῖον. τὸ χωνευτήριον. χωνίον δὲ, τὸ ἐργαλεῖον, ˉι. Χωρήβ. ορος. ( ̔Ρῆμα.) Χωννύω. τὸ καλύπτω. Χωόμενοσ. ὀργιζόμενος. η λυπούμενος. χωόμενος δ' ὁ γέρων πάλιν ῳχετο-. Χωρίζω. τὸ διαστέλλω καὶ διϊστῶ. Χωρήσασ. ὁρμήσας. Χώσατο. ὠργίσθη. ἐλυπήθη. καὶ χώσασθαι. παρὰ τὸ κεχύσθαι τὴν ψυχήν. Χωρήσατε. ἀντὶ τοῦ εἰσδέξασθε ἡμᾶς εἰς τὰς ψυχὰς ὑμῶν. ὁ ̓Απόστολος· χωρήσατε ἡμᾶς, οὐδένα ἠδικήσαμεν. psi.1867 Ψ. Τὸ Ψ μετὰ τοῦ Α. ( ̓Αρσενικόν.) Ψακροπόδησ. ἐπίθετον. καὶ κλίνεται ψακροπόδου. Ψαλμόσ. λόγος μουσικός. οταν εὐρύθμως κατὰ τοὺς ἁρμονικοὺς λόγους πρὸς τὸ οργανον κρούηται. η ᾠδὴ θεῷ προσφιλής. Ψαλμοί. καὶ αἱ διὰ σώματος πράξεις αἱ εἰς δόξαν θεοῦ ἀποδιδόμεναι. οταν ὑπὸ τοῦ λόγου ἡρμοσμένοι μηδὲν ἐκμελὲς ἀποτελῶμεν ἐν τοῖς κινήμασιν. Ψαλμῳδόσ. ἀπὸ τοῦ ἀείδω ἀοιδὸς, καὶ ἐξ αὐτοῦ ψαλμαοιδὸς καὶ κατὰ κρᾶσιν ψαλμῳδός· τὰ γὰρ παρὰ τὸ ἀοιδὸς συγκείμενα διὰ τῆς ˉοˉι διφθόγγου γράφεται. psi.1868 Ψαμμήνιτος· Ψαμμήτιχοσ. κύρια. Ψάροσ. ορνεον. καὶ ψὰρ, ψαρός. καὶ ψαρὸς ὁ ποικίλος. Ψαφαρόσ. αὐχμηρὸς, κακόχρους, λεπτός. καὶ ψαφαρώτατος. (Θηλυκόν.) Ψακάσ. ἡ ῥανίς. Ψάμμαθοσ. ἡ παραθαλάττιος αμμος. παρὰ τὸ ψαύεσθαι ὑπὸ τῆς θαλάσσης. ψάμμος, καὶ αμμος ἀποβολῇ τοῦ ψ. ὁ δὲ ̔Ηρωδιανὸς παρὰ τὸ αμμος πλεονασμῷ τοῦ ψ. Ψαίκαλον. ἀρνίον. καὶ ψαίκαρον. Ψαιστόν. ειδος μελιττούσης. η πόπανον. η πλάτυσμα στέατος στρογγύλον, εἰς θυσίαν διδόμενον. psi.1869 Ψαλτήριον. ὀρθὸν ξύλον καὶ ἀπαρέγκλιτον. χορδαὶ δὲ ἐν τούτῳ δέκα ἐτείνοντο. ἑκάστη δὲ τῶν χορδῶν εἰς τὸ ἀκροτελεύτιον τοῦ ψαλτηρίου διῃρημένως ἐναπεσφίγγετο. αἱ δὲ ἀρχαὶ τῶν χορδῶν καθίεντο ανωθεν. δέκα γὰρ κόλαβοι ειτουν πασσαλίσκοι πρὸς τὸν πῆχυν τοῦ ψαλτηρίου στρεφόμενοι ετεινόν τε τὴν χορδὴν καὶ ἐχάλων, πρός τε τὸν ῥυθμὸν τῆς ἁρμονίας καὶ πρὸς τὸ τοῦ ψαλτηρίου βούλημα. η ψαλτήριον τροπικῶς καὶ οργανον ἡρμοσμένον μουσικῶς, εἰς υμνους τοῦ θεοῦ ἡμῶν, η τοῦ σώματος ἐστὶ κατασκευή. η ψαλτήριον νοητόν ἐστι νοῦς καθαρὸς ὑπὸ πνευματικῆς κινούμενος γνώσεως. ( ̔Ρῆμα.) Ψαίρειν. †τὸ τινάσσειν.† τὸ ταχύνειν. ἀπὸ τοῦ αἰψηρὸς, ὁ ταχύς. σημαίνει δὲ καὶ τὸ †ψαύειν καὶ τὸ† κινεῖν. Ψακάζει. ῥαίνει. Ψαλάξεισ. κρούσεις. ψηλαφήσεις. κιθαρίσεις. psi.1870 Ψάλλειν. ἐπὶ τῶν χορδῶν τῆς λύρας. παρὰ τὸ ψῶ, ου παράγωγον ψαύω καὶ ψάλλω. Ψᾷν. ὁμαλίζειν. Ψαῦσαι. προσεγγίσαι. Τὸ Ψ μετὰ τοῦ Ε. ( ̓Αρσενικόν.) Ψεδνόσ. μαδαρός. παρὰ τὸ ἑψῆσθαι. Ψένις· Ψενόσιρις· Ψένωφισ. κύρια. Ψευδάνωρ. κύριον. καὶ κλίνεται Ψευδάνορος. Ψευδηγόροσ. ὁ ψευδολόγος. Ψευδοπροφήτασ. οὐ τοὺς αἱρετικὸς αἰνίττεσθαί μοι δοκεῖ, ἀλλὰ τοὺς βίου μὲν οντας διεφθαρμένου, προσωπεῖον δὲ ἀρετῆς περικειμένους, ους ἐπιθέτας καλοῦσιν οἱ πολλοί. Ψεφηνόσ. σκοτεινός. οὐκ ἐπιφανής. ψέφος γὰρ τὸ σκότος. ην δὲ καὶ ὁ ἀνὴρ ψεφηνός. (Θηλυκόν.) Ψευδηγορία. ἡ ψευδολογία. psi.1871 (Οὐδέτερον.) Ψέλλια. κόσμος τὶς καὶ καλλωπισμὸς περὶ τὰ ακρα τῶν χειρῶν. Ψεκάσ. ὁ σταλαγμός. Ψεῦδοσ. ἀπόφασις λέγουσα τὸ ὑπάρχον ὡς μὴ ὑπάρχον, καὶ τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον. η φαντασία τις παρὰ τὸ μὴ ον ἐγγινομένη τῇ διανοίᾳ, ὑφεστῶτος τοῦ μὴ ὑπάρχοντος. Ψέφοσ. τὸ σκότος. καὶ ψεφαῖον τὸ σκοτῶδες. Ψεῦδοσ. παρὰ τὸ φεύγω, φεῦδος καὶ ψεῦδος. ( ̔Ρῆμα.) Ψεκάζει.