406
Παλαμᾷ δὲ καὶ τοῖς περὶ αὐτὸν κακοδοξίαν ἐγκαλοῦντι, προσθέμενος καὶ ὁ πατριάρχης, οὐδὲ γὰρ οὐδὲ θεοῦ ἀπέσχετο διὰ τὸ πρὸς Καντακουζηνὸν τὸν βασιλέα ἔχθος, καίτοι γε αὐτὸς ὢν ὁ Βαρλαὰμ τῆς ποίμνης οἷα λύμην ἀπελάσας καὶ φθορὰν καὶ δίκην κατ' ἐκείνου πεποιημένος, ἔτι καὶ βασιλέως Ἀνδρονίκου τοῦ μακαρίου περιόντος καὶ Βαρλαὰμ οὐ μόνον καταψηφισαμένου, ἀλλὰ καὶ γραφικαῖς ἀποδείξεσι καὶ ἀνάγκαις λογικαῖς ἀπελέγξαντος κακοδοξεῖν, Παλαμᾶν τε ὁμοίως καὶ ὅσοι τὰ αὐτὰ ἐκείνῳ περὶ τῆς πίστεως ἐφρόνουν, ἐν δεσμωτηρίοις εἶχε καὶ ἐκάκου ὅσα δυνατά· καὶ πόλεμον ἐκίνει κατὰ τῆς ἐκκλησίας τῷ βασιλικῷ παρόμοιον. δίκης γὰρ οὐδεμιᾶς οὐδ' ἐλέγχων, οὐδ' ἀποδείξεων δεόμενος, τῶν τε ἐπισκόπων οὐκ ὀλίγων καὶ τῶν λογάδων τῶν μοναχῶν κατεψηφίζετο ἐρήμην, καὶ πολὺς ἔπνει παρὰ πάντα τὸν τοῦ πολέμου χρόνον κατὰ τῆς εὐσεβείας, καὶ τῶν ἀρχόντων ἐν τοῖς πράγμασιν οὐκ ὀλίγα συναιρομένων. ἑώρων γὰρ οὐδὲ τοῦτο τὸ μέρος ὀλίγα συναιρόμενον πρὸς τὸν πρὸς βασιλέα πόλεμον. πᾶσι γὰρ ὁμοίως ἀδικεῖσθαι Καντακουζηνὸς ὁ βασιλεὺς ἐδόκει, καὶ διὰ σπουδῆς ἦγον τὸ καταλύεσθαι τὸν ἀναῤῥιπισθέντα πόλεμον συγγενικὸν, ὡς αἴτιον ἐσόμενον πολλῶν κακῶν· ἃ τοῖς ἄρχουσιν οὐ λυσιτελεῖν οὔτε πρὸς βασιλίδα, οὔτε πρὸς ἄλλους Ῥωμαίους ἀκούεσθαι ἐδόκει. πολλὴν μὲν οὖν κατὰ τὸν τοῦ πολέμου χρόνον κατὰ 2.604 τῶν μὴ τὰ Ἀκινδύνου ᾑρημένων τὴν μανίαν ἐπεδείκνυτο ὁ πατριάρχης ὁμοίως κατά τε μοναχῶν καὶ ἐπισκόπων. ἡ βασιλὶς δὲ ἀνήκοος μὲν οὐ παντάπασι τῶν τολμωμένων ἦν· ᾤετο δὲ τοὺς μοναχοὺς διὰ τὸ τὰ Καντακουζηνοῦ ᾑρῆσθαι τοιαῦτα ὑπομένειν. ἐπεὶ δὲ ηὔξητο ἐπὶ μέγα τὸ κακὸν, ὅσοι τῶν ἐπισκόπων μὴ καὶ αὐτοὶ διεφθαρμένοι ἦσαν ἐν τοῖς δόγμασι, τὰ κατὰ τὸν πατριάρχην γράμμασιν ἐποίουν βασιλίδι δῆλα, καὶ πολλὴν τὴν κακοήθειαν καὶ τὴν διαστροφὴν τῶν ὀρθῶν δογμάτων ἐνεκάλουν. ἡ δὲ, ὡς ἐπύθετο μόνον, οὐ πρὸς ἀναβολὰς ἐχώρησεν, οὐδὲ ὀλίγης ἄξια φροντίδος ἡγήσατο εἶναι τὰ περὶ θεοῦ, ἀλλὰ πᾶσαν ἄλλην σπουδὴν ἐν δευτέρῳ τιθεμένη, ἑνὶ τούτῳ προσεῖχε μόνῳ, τῇ ἐκκλησίᾳ κακῶς πασχούσῃ καὶ πολεμουμένῃ στῆσαι τὸ κακόν. καὶ τοὺς ἐπιφέροντας τὴν γραφὴν μεταπεμψαμένη ἐπισκόπους, ἐπεὶ δεινὰ ἤκουε κατηγορούντων, ἐδόκει δεῖν σύνοδον ἐκ τῶν ἐνόντων συναθροίζειν καὶ τὸν πατριάρχην καλεῖν πρὸς τὴν ἀπολογίαν. ἐγένοντο μὲν οὖν ἐν βασιλείοις οἱ ἐπίσκοποι, κελευούσης βασιλίδος, πλὴν τῶν ὅσοι ἦσαν φανερῶς τὰ Καντακουζηνοῦ τοῦ βασιλέως ᾑρημένοι. ἐκεῖνοι γὰρ ἀπρόϊτοι ἐν οἰκήσεσι κατεκλείοντο· πλὴν καὶ ἀπόντες τὴν γνώμην, ἣν ἔχουσι περὶ τοῦ πράγματος, ἐδήλουν. ἡ σύνοδος δὲ, προκαθημένης βασιλίδος καὶ τοῦ υἱοῦ βασιλέως, τὴν ἐξέτασιν τῶν δογμάτων ἐποιεῖτο. θʹ. Ἐν ᾧ δὲ ταῦτα ἐτελεῖτο, ἐκ Σηλυμβρίας τις ἐλθὼν 2.605 ἐμήνυεν, ὡς ἐν ταύτῃ τῇ νυκτὶ ἐγγὺς εἴη Βυζαντίου τειχῶν 2.605 ὁ Καντακουζηνὸς, ὃ φυλάξασθαι δέον βασιλίδα. ἰσχυρίζετό τε σαφέστατα εἰδέναι παρὰ τῶν τὰ ἀπόῤῥητα κοινωνούντων αὐτῷ πεμφθείς. βασιλὶς δὲ ἐπεὶ ἐπύθετο, ἀπάτην εἶναι οἰηθεῖσα ὑπὸ τῶν πατριάρχου φίλων συνεσκευασμένην, ἵν', αὐτῆς πρὸς τὴν ἀγγελίαν θορυβηθείσης, τὸ δοῦναι δίκην ἐκεῖνος διαδρῴη ἐφ' οἷς ἐτόλμησε κατὰ θεοῦ, οὐκ ἔφη ἀναστήσεσθαι, εἰ καὶ σαφῶς εἰδείη ἐν ἐκείνῃ τῇ νυκτὶ Καντακουζηνὸν ἐσόμενον ἐντὸς τειχῶν. ἡ μὲν οὖν τοιαῦτα ἀπεφθέγξατο μὴ εἶναι ἀληθῆ τὴν ἀγγελίαν οἰηθεῖσα. τὸ δὲ ἦν ἄρα ἀληθές· ὡς γὰρ ἐκ Σηλυμβρίας μετὰ τὸ προθεσμίαν συνθέσθαι πρὸς τοὺς πράττοντας τὴν ἅλωσιν, ἐν ᾗ αὐτόν τε παρεῖναι ἔδει κἀκείνους τὴν χρυσῆν πύλην διορύττειν ἀπῳκοδομημένην, εἰς Ἀδριανούπολιν ἀπῇρε, τὸ κάλλιστον ἀπολεξάμενος τῆς στρατιᾶς ὑπὲρ χιλίους ὄντας, ἵνα μὴ κατάφωρος εἴη ἐπαγόμενος πολλούς· καὶ διὰ τῶν ἀοικήτων καὶ ἀτριβῶν ὁδεύσας ὑστέρησε μὲν τῆς προθεσμίας ὑπό τινος ἀνάγκης κωλυθεὶς ἡμέρᾳ μιᾷ· καὶ πολλοῖς ἐπάλαιε λογισμοῖς, δεδοικὼς, μὴ διορύξαντες οἱ τὰ ἐκείνου πράττοντες κατὰ τὸ σύνθημα τὴν πύλην, αὐτὸς μὲν ἀπῇ, ἐκεῖνοι δὲ ὑπὸ τοῦ δήμου διαφθαρῶσιν ἁλόντες ἐπ' αὐτοφώρῳ. καὶ ἐδυσχέραινεν οὐκ ἀνεκτῶς οὐ μόνον διὰ τὴν ἀποτυχίαν